- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:13.116-13.118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当此人走向先前被他轻视的第三位朋友时,对方慨然应允相助,并承诺在国王面前为他求情。随后巴尔拉姆解明比喻,指出这三位朋友分别象征财富、亲属,以及在来世搭救灵魂的诸般美德与善行。
ὃν οὐδέποτε ἐθεράπευσεν, οὐδὲ κοινωνὸν τῆς ἑαυτοῦ εὐφροσύνης προσεκαλέσατο· καί φησι πρὸς αὐτὸν κατῃσχυμμένῳ τε καὶ κατηφιῶντι τῷ προσώπῳ· Οὐκ ἔχω στόμα διᾶραι πρὸς σέ, γινώσκων ἀκριβῶς ὅτι οὐ μέμνησαί μου πώποτε εὐεργετήσαντός σε,1 ἢ προσφιλῶς διατεθέντος σοι. ἀλλ’ ἐπεὶ συμφορά με κατέλαβε χαλεπωτάτη, οὐδαμόθεν δὲ τῶν λοιπῶν μου φίλων εὗρον σωτηρίας ἐλπίδα, παρεγενόμην πρὸς σέ, δυσωπῶν, εἰ ἔστι σοι ἰσχύς, μικράν τινα βοήθειαν παρασχεῖν μὴ οὖν ἀπαγορεύσῃς, μηνίσας μου τῆς ἀγνωμοσύνης. ὁ δέ φησιν ἱλαρῷ καὶ χαρίεντι προσώπῳ· Ναὶ δὴ φίλον ἐμὸν γνησιώτατον ὁμολογῶ σε ὑπάρχειν· καί, τῆς μικρᾶς ἐκείνης μεμνημένος σου εὐποιίας, σὺν τόκῳ σήμερον ἀποδώσω σοι. μὴ φοβοῦ τοίνυν, μηδὲ δέδιθι· ἐγώ σου γὰρ προπορεύσομαι, ἐγὼ δυσωπήσω ὑπὲρ σοῦ τὸν βασιλέα, καὶ οὐ μὴ παραδῶ σε εἰς χεῖρας ἐχθρῶν σου. θάρσει οὖν, προσφιλέστατε, καὶ μὴ λυποῦ. τότε κατανυγεὶς ἐκεῖνος ἔλεγε μετὰ δακρύων· Οἴμοι τί πρῶτον θρηνήσω, καὶ τί κλαύσομαι πρῶτον; τῆς ματαίας μου καταγνώσομαι προσπαθείας εἰς τοὺς ἀμνήμονας καὶ ἀχαρίστους καὶ ψευδεῖς φίλους ἐκείνους; ἢ τὴν φρενοβλαβῆ ταλανίσω ἀγνωμοσύνην, ἥνπερ τῷ ἀληθεῖ τούτῳ καὶ γνησίῳ ἐνεδειξάμην φίλῳ; Ὁ δὲ Ἰωάσαφ, καὶ τοῦτον μετὰ θαύματος δεξάμενος τὸν λόγον, τὴν σαφήνειαν ἐζήτει. καί φησιν ὁ Βαρλαάμ· Ὁ πρῶτος φίλος ἂν εἴη ἡ τοῦ πλούτου περιουσία καὶ ὁ τῆς φιλοχρηματίας ἔρως, ἐφ’ ᾧ μυρίοις ὁ ἄνθρωπος περιπίπτει κινδύνοις, καὶ πολλὰς ὑπομένει ταλαιπωρίας· ἐλθούσης δὲ τῆς τελευταίας τοῦ θανάτου προθεσμίας οὐδὲν ἐκ πάντων ἐκείνων, εἰ μὴ τὰ πρὸς κηδείαν ἀνόνητα ῥάκια, λαμβάνει. δεύτερος δὲ φίλος κέκληται γυνή τε καὶ τέκνα καὶ οἱ λοιποὶ συγγενεῖς τε καὶ οἰκεῖοι, ὧν τῇ προσπαθείᾳ κεκολλημένοι δυσαποσπάστως ἔχομεν, αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος ἕνεκεν τῆς αὐτῶν ὑπερορῶντες ἀγάπης·2 οὐδεμιᾶς δέ τις ἐξ αὐτῶν ἀπώνατο ὠφελείας τῇ ὥρᾳ τοῦ θανάτου· ἀλλ’ ἢ μόνον μέχρι τοῦ μνήματος συνοδεύουσιν αὐτῷ παρεπόμενοι, εἶτ̓, εὐθὺς ἐπαναστραφέντες, τῶν ἰδίων ἔχονται μεριμνῶν καὶ περιστάσεων, οὐκ ἔλαττον λήθῃ τὴν μνήμην, ἢ τὸ σῶμα τοῦ ποτε προσφιλοῦς καλύψαντες τάφῳ.3 ὁ δ’ αὖ τρίτος φίλος ὁ παρεωραμένος καὶ φορτικός, ὁ μὴ προσιτός, ἀλλὰ φευκτὸς καὶ οἷον ἀποτρόπαιος, ὁ τῶν ἀρίστων ἔργων χορὸς καθέστηκεν, οἷον πίστις, ἐλπίς, ἀγάπη, ἐλεημοσύνη, φιλανθρωπία, καὶ ὁ λοιπὸς τῶν ἀρετῶν ὅμιλος, ὁ δυνάμενος προπορεύεσθαι ἡμῶν ἐξερχομένων τοῦ σώματος, ὑπὲρ ἡμῶν τε δυσωπῆσαι τὸν Κύριον, καὶ τῶν ἐχθρῶν ἡμᾶς λυτρούμενος καὶ δεινῶν φορολόγων, τῶν λογοθέσιον ἡμῖν πικρὸν ἐν τῷ ἀέρι κινούντων, καὶ χειρώσασθαι πικρῶς ζητούντων. οὗτός ἐστιν ὁ εὐγνώμων φίλος καὶ ἀγαθός, ὁ καὶ τὴν μικρὰν ἡμῶν εὐπραγίαν ἐπὶ μνήμης φέρων καὶ σὺν τόκῳ ἡμῖν πᾶσαν ἀποδιδούς.
那是他从未侍奉过、也从未邀请其分享自己喜乐的一位朋友。他满面羞愧,垂头丧气地对他说:“我实在无颜向你开口,因我深知,你绝不会记得我曾对你施过何等恩惠,或是向你表达过任何亲善之情。然而,极其严酷的灾祸骤然临到我身,而在其余的朋友中我又寻不见丝毫得救的希望,故此我来到你这里,恳求你,若你还有力量,便向我施以些许帮助;切莫因恼恨我往日的忘恩负义而推拒不顾。” 那人却容光焕发、面带慈容地说道:“诚然,我承认你是我最真诚的朋友;并且因记念你曾经所行的那微薄善事,我今日要连带利息偿还与你。所以,切莫害怕,也不要惊慌;因我必行在你前头,我必为你向国王求情,决不将你交在敌人的手中。因此,我至爱的朋友啊,当鼓起勇气,不要悲伤。” 此时,那人内心大受触动,流着泪说:“哀哉!我当先哀悼何事,又当先痛哭何事呢?我是当谴责自己对那些薄情、忘恩且虚假的朋友所付出的虚妄依恋,还是当痛惜自己向这位真实而真诚的朋友所显露的丧心病狂的忘恩负义呢?” 约阿萨夫听完这番话也满怀惊奇,便求问其中的明解。 巴尔拉姆说道:“第一位朋友,当是指财富的丰裕与对金钱的贪爱;为了它,人陷入无数危险,忍受诸多辛劳;然而当死亡的最后期限来临时,除了那用于殓葬的无用破布之外,人从这一切中一无所获。被称为第二位朋友的,乃是妻子、儿女以及其余的亲属和眷属;我们因对他们的依恋而与之难分难舍,因着对他们的爱甚至不顾惜自己的灵魂与肉体;可是在死亡的时刻,却无一人能从他们那里获得任何益处;他们不过是跟随着陪伴他走到墓穴为止,随后便立刻折返回去,忙于自身的忧虑与困境,正如用坟墓掩埋了昔日所爱之人的身躯一样,他们也毫不逊色地用遗忘掩盖了他的记忆。至于那第三位朋友——那曾被忽视、被视作累赘、难以亲近、反而遭人避忌甚至宛如避之唯恐不及的朋友——正是那诸般善行的行列,即信心、盼望、仁爱、施舍、慈惠以及其余的美德之众;在我们脱离肉身之时,它能够行在我们的前面,替我们向主祈求,并将我们从在空中向我们严厉算账、极力图谋制伏我们的仇敌与可怕的催税者手中救赎出来。这才是那懂得知恩图报的良友,它连我们微小的善行也常存记忆,并且连本带利地全数偿还给我们。”
- 13.116οὐ μέμνησαί μου πώποτε εὐεργετήσαντός σε
动词 μέμνημαι(记得)支配属格代词 μου,并连带作补足成分的属格分词 εὐεργετήσαντος,表示“你绝不会记得我曾对你施恩”之意。
- 13.117αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος ἕνεκεν τῆς αὐτῶν ὑπερορῶντες ἀγάπης
此处出现修辞性的倒装(hyperbaton):分词 ὑπερορῶντες(轻视、不顾)支配位于句首的属格宾语 αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος,中间则插入了介词短语 ἕνεκεν τῆς αὐτῶν ἀγάπης(因着对他们的爱)。
- 13.117οὐκ ἔλαττον λήθῃ τὴν μνήμην, ἢ τὸ σῶμα τοῦ ποτε προσφιλοῦς καλύψαντες τάφῳ
通过 οὐκ ἔλαττον ... ἤ ...(不亚于……)构建的比较对比句式。分词 καλύψαντες(掩盖)同时作用于两个对仗项:以遗忘掩盖记忆(λήθῃ τὴν μνήμην),与以坟墓掩埋昔日所爱之人的身躯(τὸ σῶμα τοῦ ποτε προσφιλοῦς τάφῳ)形成对称与对比。
