← 大马士革的圣约翰

巴兰和约萨法特

§12.99-12.101

受洗后的纯洁保守与殉道者的血之洗礼

约阿萨夫请教如何在受洗后完全保守自身不犯过错,巴尔拉姆指出身处世俗忧患中难以保全洁净,并赞美早期使徒与殉道者借着血的洗礼保守了纯全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.99

Πρὸς ταῦτα ὁ Ἰωάσαφ εἶπε· Πῶς οὖν τις φυλάξει ἑαυτὸν μετὰ τὸ βάπτισμα καθαρὸν ἀπὸ πάσης ἁμαρτίας; κἂν γάρ ἐστιν, ὡς λέγεις, τοῖς πταίουσι μετάνοια, ἀλλ’ ἐν κόπῳ καὶ πόνῳ, κλαυθμῷ τε καὶ πένθει, ἅπερ οὐκ εὐκατόρθωτα τοῖς πολλοῖς εἶναί μοι δοκῶ·1 ἀλλὰ μᾶλλον ἤθελον εὑρεῖν ὁδὸν τοῦ φυλάττειν ἀκριβῶς τὰ προστάγματα τοῦ Θεοῦ καὶ μὴ ἐκκλίνειν ἀπ’ αὐτῶν, μηδέ, μετὰ τὴν συγχώρησιν τῶν προτέρων κακῶν, παροργίζειν αὖθις τὸν γλυκύτατον Δεσπότην καὶ Θεόν. Ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας ταῦτα, κύριέ μου βασιλεῦ· τοῦτο καὶ ἐμοὶ καταθύμιον ὑπάρχει· ἀλλ’ ἐργῶδές ἐστι καὶ κομιδῇ ἀδύνατον τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι.2 δυσκατόρθωτον οὖν καὶ λίαν ἄναντες δεδεμένον τοῖς τοῦ βίου πράγμασι καὶ ταῖς αὐτοῦ ἀσχολούμενον μερίμναις καὶ ταραχαῖς, πλούτῳ τε καὶ τρυφῇ συζῶντα, ἀκλινῶς βαδίζειν τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καθαρὸν ἑαυτὸν ἐκ τούτων περισώσασθαι. φησὶ γὰρ ὁ Κύριος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. γράφει δὲ καὶ ὁ ἠγαπημένος αὐτοῦ μαθητής, Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος, ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ οὕτως· Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ, ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί. καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ταῦτα οὖν οἱ θεῖοι καὶ θεοφόροι Πατέρες ἡμῶν κατανοήσαντες, καὶ τοῦ Ἀποστόλου ἀκούσαντες, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἔσπευσαν μετὰ τὸ ἅγιον βάπτισμα ἄμωμον καὶ ἀκηλίδωτον τὸ τῆς ἀφθαρσίας διατηρῆσαι ἔνδυμα· ὅθεν οἱ μὲν αὐτῶν καὶ ἕτερον προσέθεντο βάπτισμα προσλαβέσθαι,3 τὸ δι’ αἵματός φημι καὶ διὰ μαρτυρίου· βάπτισμα γὰρ καὶ τοῦτο ὠνόμασται, καὶ πάνυ γε τιμιώτατον καὶ αἰδεσιμώτατον· δευτέροις γὰρ οὐ μολύνεται ἁμαρτίας μολυσμοῖς· ὅπερ καὶ ὁ Κύριος ἡμῶν ὑπὲρ ἡμῶν καταδεξάμενος βάπτισμα εἰκότως ἐκάλεσεν. ἐντεῦθεν αὐτοῦ μιμηταὶ καὶ ζηλωταὶ γενόμενοι, πρότερον μὲν οἱ αὐτόπται αὐτοῦ καὶ μαθηταὶ καὶ ἀπόστολοι, ἔπειτα δὲ καὶ πᾶς ὁ τῶν ἁγίων μαρτύρων χορός, τοῖς θεραπευταῖς τῶν εἰδώλων βασιλεῦσι καὶ τυράννοις ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐκδόντες, πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, θηρίοις προσομιλήσαντες καὶ πυρὶ καὶ ξίφεσι, καί, τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντες, τὸν δρόμον τετελεκότες καὶ τὴν πίστιν τετηρηκότες, τῶν τῆς δικαιοσύνης ἐπέτυχον βραβείων, τῶν Ἀγγέλων ὁμοδίαιτοι καὶ τοῦ Χριστοῦ συγκληρονόμοι γενόμενοι· ὧν ἡ ἀρετὴ τοσοῦτον ἔλαμψεν, ὡς εἰς πᾶσαν τὴν γῆν τὸν φθόγγον αὐτῶν ἐξελθεῖν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κατορθωμάτων αὐτῶν ἀστράψαι τὴν λαμπηδόνα. τούτων, οὐ τὰ ῥήματα μόνον καὶ τὰ ἔργα, ἀλλὰ καὶ αὐτὰ τὰ αἵματα καὶ τὰ ὀστᾶ πάσης ἁγιότητος πλήρη ὑπάρχουσι, δαίμονας μὲν κατὰ κράτος ἐλαύνοντα, ἀνιάτων δὲ νοσημάτων ἰάσεις τοῖς πίστει προσψαύουσι παρέχοντα· καὶ τὰ ἱμάτια δὲ καὶ εἴ τι ἄλλο τοῖς τιμίοις αὐτῶν προσήγγισε σώμασι, τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. περὶ ὧν πολύς ἐστιν ὁ λόγος κατὰ μέρος τὰς αὐτῶν ἀριστείας διηγήσασθαι. Ἐπεὶ δὲ οἱ μὲν ἀπηνεῖς ἐκεῖνοι καὶ θηριώδεις τύραννοι κακοὶ κακῶς ἀπώλοντο, καὶ ὁ διωγμὸς ἔπαυσε, βασιλεῖς δὲ πιστοὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐβασίλευσαν,

约阿萨夫对此说道:“那么,人在受洗之后,怎样才能保守自己脱离一切罪恶而洁净呢?因为即便如你所说,跌倒之人仍有悔改之路,但那是伴随着辛劳与痛苦、哭泣与哀恸的,依我看,这对多数人而言并非易事;我倒宁愿找到一条道路,能够严格遵守神的诫命而不偏离,免得在前罪得蒙赦免之后,再次激怒最甘美的主宰与神。”巴尔拉姆说:“我的王主,你这话谈得甚好;这也是我由衷的愿望。但与火相伴之人而不被烟熏,实为难事,且断无可能。因此,一个被今生的事务所羁绊、忙于其忧虑与纷扰、生活在财富与奢华之中的人,要想坚定不移地行走在主的诫命之道上,并从这些事物中保守自己洁净,乃是难以成就且极其险峻之事。因为主说:‘一个人不能事奉两个主;不是恶这个爱那个,就是重这个轻那个。你们不能又事奉神,又事奉玛门。’祂所爱的门徒,即福音传道者与神学家约翰,也在他的书信中如此写道:‘不要爱世界和世界上的事。人若爱世界,爱父的心就不在他里面了。因为凡世界上的事,就像肉体的情欲、眼目的情欲,并今生的骄傲,都不是从父来的,乃是从世界来的。这世界和其上的情欲都要过去,唯独遵行神旨意的,是永远常存。’因此,我们神圣且承载神的先祖们领悟了这些事,又听见使徒说我们必须经历许多艰难才能进天国,便在神圣的洗礼之后,极力保守那不朽的衣裳纯全无瑕;为此,他们当中有些人甚至进一步领受了另一种洗礼,也就是借着血和殉道而受的洗;因为这也被称为洗礼,且是极其尊贵可敬的,因它绝不再被后来的罪恶污秽所玷污;我们的主为我们承受了这洗礼,也正合宜地称其为洗礼。由此,他们成了主的效仿者与热诚追随者,起初是亲眼见过主的人、门徒与使徒们,其后是全体圣殉道者的行列,他们为了基督的名将自己交与侍奉偶像的君王与暴君,忍受了各样刑罚,与野兽、烈火和刀剑抗衡;他们作了美好的见证,跑尽了当跑的路,守住了所信的道,得着了公义的奖赏,与天使同住,成为基督的同作后嗣。他们的美德光芒四射,以致他们的声音传遍全地,他们功业的光辉闪耀至地极。关于他们,不仅是言语和行为,连他们的鲜血与骸骨都充满了一切圣德,能以大能驱逐恶魔,使凡凭信心触摸的人绝症得医;连同他们的衣物以及凡触碰过他们尊贵圣体之物,在一切受造物看来始终都是可敬畏的。若要逐一述说他们的英勇功绩,那话可就长了。然而,当那些残暴如兽的暴君悲惨地灭亡、迫害止息、信主的君王统治普世之时,

语法注3 条
  1. 12.99εἶναί μοι δοκῶ

    此处使用了第一人称 δοκέω 加与格 μοι 的惯用表达(μοι δοκῶ,“我认为”),意义相当于无人称的 δοκεῖ μοι(“在我看来”)。第一人称单数动词 δοκῶ 支配宾格不定词结构(不定词为 εἶναι,其逻辑主语为宾格中性复数关系代词 ἅπερ),意为“在我看来,这些并非容易达成的”。

  2. 12.99τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι

    由中性定冠词 τό 引导的冠词性不定词结构(articular infinitive)。不定词 καπνίζεσθαι 的逻辑主语为宾格 τινα,与其一致的分词 συναναστρεφόμενον 支配与格 πυρί。在否定词 μή 的修饰下,整个短语作为复合谓语 ἐργῶδές ἐστι καὶ κομιδῇ ἀδύνατον 的真正语法主语。

  3. 12.100προσέθεντο βάπτισμα προσλαβέσθαι

    动词 προστίθημι(中动态)与不定词 προσλαβέσθαι 连用,表示“进而做……”或“额外承受……”。这是一种源自七十士译本及圣经希腊语的希伯来化表达(对应希伯来语 יָסַף 加不定词),在此指他们在初次洗礼之外,更进一步领受了殉道之洗。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:12.99-12.101