← 大马士革的圣约翰

巴兰和约萨法特

§12.102-12.104

隐修士在荒漠中的苦行生活与谦卑

巴尔拉姆阐述了在迫害平息后,修士们如何继承殉道者的衣钵退隐荒漠,以严酷的苦行、断食与祈祷洁净自身,并在远离嫉妒与骄傲的彻底谦卑中生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.102

διαδεξάμενοι ἕτεροι καὶ μιμησάμενοι τὸν ζῆλον ἐκείνων καὶ τὸν θεῖον πόθον, λέγω δὲ τῶν μαρτύρων, καὶ τῷ αὐτῷ ἔρωτι τὰς ψυχὰς τρωθέντες, ἄριστα διεσκόπουν ἀρρύπαντον τὴν ψυχὴν καὶ τὸ σῶμα τῷ Κυρίῳ παραστῆσαι, πάσας τὰς τῶν παθῶν περικόψαντες ἐνεργείας, καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς ἐκκαθάραντες. ἐπεὶ δὲ οὐκ ἄλλως τοῦτο, ἀλλὰ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ κατορθοῦσθαι ἔγνωσαν, τὴν δὲ φυλακὴν τῶν ἐντολῶν καὶ τὴν ἐργασίαν τῶν ἀρετῶν δυσχερῶς ἐν μέσῳ τῶν τοῦ κόσμου θορύβων προσγίνεσθαι κατενόησαν, ἄλλον τινὰ βίον ξένον καὶ ἐνηλλαγμένον ἑαυτοῖς ἐπετηδεύσαντο, καί, κατὰ τὴν θείαν φωνήν, πάντα καταλιπόντες, γονεῖς, τέκνα, φίλους, συγγενεῖς, πλοῦτον καὶ τρυφήν, καὶ πάντα τὰ ἐν τῷ κόσμῳ μισήσαντες, πρὸς τὰς ἐρήμους, ὥσπερ τινὲς φυγάδες, ᾤχοντο, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, πάντων τῶν ἐπὶ γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν ἑαυτοὺς μακρύναντες, καὶ αὐτοῦ δὲ τοῦ ἄρτου καὶ σκεπάσματος λίαν ἐνδεῶς ἔχοντες·

另有一些人继承了他们,效仿那些人——我是指殉道者——的热忱与神圣渴望,灵魂被同样的爱火所刺透,他们尽心竭力地切断情欲的一切活动,洁净自己脱离肉体和灵性的一切污秽,好将玷污全无的灵魂与身体献给主。当他们得知非借着恪守基督的诫命便无以成就此事,且看出在世俗的喧嚣中难以遵守诫命并行出美德时,他们便为自己确立了另一种奇特而迥异的生活方式;遵照神圣的言语,他们舍弃了一切——父母、儿女、朋友、亲属、财富与奢华——并厌弃世上所有的一切,如逃亡者一般前往旷野,受穷乏、遭患难、受折磨,在旷野、山岭、山洞和地穴中漂流,远离地上一切令人愉悦与享受之物,甚至连面包与遮风避雨之所都极度缺乏;他们意图达成这两件事:

§12.103

δύο ταῦτα πραγματευσάμενοι, ἵνα, μὴ ὁρῶντες τὰς ὕλας τῶν παθῶν, προρρίζους αὐτῶν τὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς ἀνασπάσωσι, καί, τὰς αὐτῶν ἐξαλείψαντες μνήμας, ἔρωτα καὶ πόθον τῶν θείων καὶ οὐρανίων ἐν ἑαυτοῖς ἐμφυτεύσωσι· πρὸς τούτοις, ἵνα, διὰ τῆς κακοπαθείας τὸ σαρκίον ἐκδαπανήσαντες καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι, μὴ ἀποτύχωσι τῆς εὐκλείας τῶν δι’ αἵματος τελειωθέντων, ἀλλὰ μιμηταὶ καὶ αὐτοὶ τῶν τοῦ Χριστοῦ παθημάτων, ὅσον τὸ ἐπ’ αὐτοῖς, γενόμενοι, καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται.1 οὕτως οὖν ἄριστα διασκεψάμενοι, τὸν μονάδα καὶ ἡσύχιον μετῆλθον βίον, τινὲς μὲν αἴθριοι διακαρτερήσαντες, τῷ φλογμῷ τοῦ καύσωνος καὶ κρυμοῖς ἀγρίοις καὶ ὄμβροις καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι· οἱ δέ, καλύβας πηξάμενοι, ἢ σπηλαίοις καὶ ἄντροις ὑποκρυβέντες, διέζησαν. οὕτω δὲ τὴν ἀρετὴν μετερχόμενοι, πᾶσαν σαρκικὴν παράκλησιν καὶ ἀνάπαυσιν εἰς τέλος ἀπηρνήσαντο, λαχάνων ὠμῶν καὶ βοτανῶν, ἢ ἀκροδρύων, ἢ ἄρτου ξηροῦ καὶ πάνυ σκληροῦ στοιχήσαντες διαίτῃ, μὴ τῇ ποιότητι μόνον ἀποταξάμενοι τῶν ἡδέων, ἀλλά, τῷ περιόντι τῆς ἐγκρατείας, καὶ πρὸς τὴν ποσότητα τὸ φιλότιμον ἑαυτῶν παρατείναντες. τοσοῦτον γὰρ καὶ αὐτῶν τῶν εὐτελῶν καὶ ἀναγκαιοτάτων μετελάμβανον βρωμάτων, ὅσον ἀποζῆν μόνον. οἱ μὲν γὰρ αὐτῶν, ὅλας τὰς τῆς ἑβδομάδος ἡμέρας ἄσιτοι διατελοῦντες, τῇ κυριακῇ τροφῆς μετελάμβανον· οἱ δὲ δὶς τῆς ἑβδομάδος ταύτης μεμνημένοι· ἄλλοι δὲ παρὰ μίαν, ἢ καὶ καθ’ ἑσπέραν, ἐσιτοῦντο ὅσον μόνον τροφῆς ἀπογεύεσθαι. εὐχαῖς τε καὶ ἀγρυπνίαις μικροῦ πρὸς τὸν τῶν ἀγγέλων παρημιλλήθησαν βίον, χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῇ κτήσει2 παντάπασι, πράσεις τε καὶ ἀγορασίας ἐπιλαθόμενοι εἶναι ὅλως ἐν ἀνθρώποις. Φθόνος δὲ καὶ ἔπαρσις, οἱ μάλιστα τοῖς ἀγαθοῖς ἔργοις ἀκολουθεῖν εἰωθότες, οὐκ ἔσχον χώραν ἐν αὐτοῖς. οὐδὲ γὰρ ὁ ἐλάττων ἐν τοῖς τῆς ἀσκήσεως ἱδρῶσι κατὰ τοῦ μᾶλλον διαλάμποντος βασκανίας λογισμὸν ὅλως ἐν ἑαυτῷ ὑπεδέχετο· οὐδ’ αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῇ ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα.3 ὁ γὰρ τὸ πλέον ἔχων εἰς ἀρετήν, οὐ πόνοις ἰδίοις, ἀλλὰ Θεοῦ δυνάμει, τὸ πᾶν ἐπιγράφων, ταπεινόφρονι γνώμῃ ἔπειθεν ἑαυτὸν μηδὲν ὅλως ἐργάζεσθαι, ἀλλὰ καὶ πλειόνων ὀφειλέτην εἶναι, καθά φησιν ὁ Κύριος· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. οἱ δὲ πάλιν οὐδὲ ποιῆσαί ποτε τὰ διατεταγμένα ἔπειθον ἑαυτούς, ἀλλὰ πλείονα εἶναι τῶν ἤδη κατωρθωμένων τὰ ἐλλείποντα. καὶ ὁ ἐλαττούμενος πάλιν ἐν τῇ ἀσκήσει,

其一,由于不见诱发情欲的物质质料,他们便能从灵魂中连根拔起对这些事物的欲望,并在抹去其记忆之后,将对神圣和属天事物的爱慕与渴望植入心中;除此以外,其二,借着苦难销蚀肉体并在心志上成为殉道者,免得错失那些经由流血而得以成全之人的荣耀,反而尽其所能成为基督受难的效法者,并有分于那无穷尽的国度。作了这般极佳的筹谋之后,他们过起了隐居与宁静的生活;有些人露天忍耐,受酷热焦灼、严寒酷烈、暴雨倾盆及风暴侵袭之苦;另有些人则搭建棚屋,或藏身于岩洞穴隙之中度日。他们如此追求美德,彻底摒绝了肉体的一切安慰与安歇,依循由生菜、野草、树生果实或干燥极硬的面包构成的饮食,不仅在品质上辞别甘美之物,更因着极致的节制,将热忱延伸至摄取的分量上。因为对于这些粗粝而最必需的食物,他们也仅取用足以维生的一点点而已。他们当中有些人整整一周不进食物,唯在主日方才进食;另有些人一周两次顾及此事;还有些人间日进食,或每日黄昏方才进食,且仅以尝味的分量为度。他们借着祈祷与守夜,几乎可与天使的生命相颉颃,彻底辞别金银财物的积蓄,全然忘记人间竟有买卖交易之事。至于极易伴随善行而生的嫉妒与骄傲,在他们当中毫无容身之地。因为在修道辛劳上有所欠缺之人,绝不会在心中对那更加闪耀者萌生丝毫嫉恨之念;另一方面,傲慢也绝未能蒙蔽那成就伟业之人,使之在软弱者面前心生自负,轻慢邻舍,或以苦修自诩,并因自己的成就而自高自大。因为在德行上多有进益之人,并不归功于自己的辛劳,而是将一切归于神的大能,以谦逊的心志确信自己全然一事无成,反倒欠下更多的债,正如主所说:“你们做完了一切所吩咐你们的事,只当说:‘我们是无用的仆人,因我们所做的本是我们应分做的。’”他们又确信自己甚至从未做好所吩咐之事,反倒觉得亏缺之处远多于已成就之事。至于那在修道上有所不足之人,

语法注3 条
  1. 12.103καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται

    此处直说语气将来时 ἔσονται 处于引导目的从句的连词 ἵνα 统辖之下,并与前面的不定过去时虚拟语气 μὴ ἀποτύχωσι 形成并列。这体现了希腊化及拜占庭时期希腊语在 ἵνα 目的从句中将虚拟语气与直说语气将来时交替、并列使用的常见语法现象。

  2. 12.104χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῇ κτήσει

    成语表达 χαίρειν λέγω / εἶπον(向……告别、弃绝)在此与与格 τῇ κτήσει 搭配,意为“向金银的占有告别”,即彻底弃绝对金银的积蓄。

  3. 12.104οὐδ’ αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῇ ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα

    主语 ἡ ἀλαζονεία(傲慢)被后置,与谓语动词 ἐπῆρεν、直接宾语 τὸν μεγάλα κατορθοῦντα 以及修饰主语的分词 ἀπατήσασα 构成了倒装与隔置结构(hyperbaton)。其后并列的不定词群(ἢ ἐξουθενεῖν... ἢ ἐγκαυχᾶσθαι... καὶ μεγαλοφρονεῖν)作为说明性(解释性)不定词,用于阐述介词短语 πρὸς οἴησιν(走向自负)的具体表现与结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:12.102-12.104