← 大马士革的圣约翰

巴兰和约萨法特

§11.96-11.99

悔改与眼泪的功效以及跌倒后立时站起

巴兰借浪子和迷羊的比喻以及彼得的否认与悔改,阐明了悔改与眼泪赦罪的能力,告诫人当谨防跌倒,而一旦跌倒则须立时站起、坚守奋斗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.96

Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ὁ δέ, πόρρωθεν ἰδὼν αὐτόν, ἐσπλαγχνίσθη, καὶ προσδραμὼν ἐνηγκαλίσατο καὶ συμπαθῶς κατεφίλησε· καὶ τῆς προτέρας ἀξιώσας τιμῆς ἑορτὴν χαρμόσυνον ἐπὶ τῇ αὐτοῦ ἀνευρέσει ἐποιήσατο, θύσας τὸν μόσχον τὸν σιτευτόν. ἰδοὺ ταύτην τὴν παραβολὴν περὶ τῶν ἐξ ἁμαρτιῶν ὑποστρεφόντων καὶ ἐν μετανοίᾳ προσπιπτόντων ἡμῖν ἐξηγήσατο. ἀλλὰ καὶ ποιμένα τινὰ ἀγαθὸν αὖθις δηλοῖ ἑκατὸν ἐσχηκότα πρόβατα καί, τοῦ ἑνὸς ἀπολωλότος, καταλιπόντα τὰ ἐνενηκονταεννέα, εἰς ἐπιζήτησιν τοῦ ἀλωμένου ἐξελθεῖν, ἕως εὑρὼν αὐτό, καὶ τοῖς ὤμοις ἀναλαβών, τοῖς ἀπλανέσι συγκατέμιξε, συγκαλέσας τοὺς φίλους καὶ τοὺς γείτονας εἰς εὐωχίαν ἐν τῇ τούτου εὑρέσει. Οὕτω, φησὶν ὁ Σωτήρ, χαρὰ ἔσται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Ἀμέλει καὶ ὁ κορυφαῖος τῶν μαθητῶν Πέτρος, ἡ τῆς πίστεως πέτρα, κατ’ αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους, πρὸς μικρὸν ἐγκαταλειφθεὶς οἰκονομικῇ τινι ἐγκαταλείψει, ὡς ἂν γνῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὸ εὐτελὲς καὶ ταλαίπωρον, ἀρνήσεως περιπέπτωκεν ἐγκλήματι· εἶτ̓ εὐθὺς μνησθεὶς τῶν τοῦ Κυρίου ῥημάτων, ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς· καὶ τοῖς θερμοῖς ἐκείνοις δάκρυσι τὴν ἧτταν ἀνακαλεσάμενος ἑτεραλκέα τὴν νίκην εἰργάσατο.1 ἐμπειροπόλεμος γὰρ ὤν, εἰ καὶ πέπτωκεν, οὐκ ἐξελύθη, οὐδ’ ἀπέγνω ἑαυτόν· ἀλλ’ ἀναπηδήσας προσήγαγε πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης· καὶ παραυτίκα ὁ πολέμιος θεασάμενος αὐτά, ὥσπερ ὑπὸ φλογὸς σφοδροτάτης τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησε φεύγων μακρὰν καὶ δεινῶς ὀλολύζων. ὁ δὲ κορυφαῖος κορυφαῖος ἦν αὖθις, ὥσπερ διδάσκαλος τῆς οἰκουμένης χειροτονηθείς, οὕτω δὴ καὶ μετανοίας ὑπογραμμὸς γενόμενος. μετὰ δὲ τὴν θείαν ἀνέγερσιν τρίτον προσειπὼν ὁ Χριστός, Πέτρε, φιλεῖς με; τὸ τρισσὸν τῆς ἀρνήσεως διωρθώσατο, τοῦ ἀποστόλου ἀποκρινομένου· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Ἐκ πάντων οὖν τούτων καὶ ἄλλων πολλῶν καὶ ἀριθμοῦ ὑπερκειμένων παραδειγμάτων μανθάνομεν τὴν δύναμιν τῶν δακρύων καὶ τῆς μετανοίας· μόνον ὁ τρόπος ταύτης ἀξιόλογος, γενέσθω ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν, μισούσης τε ταύτην καὶ καταγινωσκούσης, δάκρυσι δὲ κεχρημένης, καθώς φησιν ὁ προφήτης Δαυίδ·

‘我父亲有多少雇工,口粮有余,我倒要饿死了!我要起来,到我父亲那里去,向他说:“父亲,我得罪了天,又得罪了你;我不配称为你的儿子,把我当作一个雇工吧。”’于是他起来,往他父亲那里去。父亲远远看见他,就动了慈心,跑去抱住他,亲切地与他亲吻;并认为他配得原有的尊荣,因找回了他而设摆欢喜的宴席,宰了肥牛犊。看哪,祂向我们讲解这个比喻,正是论到那些脱离罪恶并在悔改中俯伏痛悔的人。此外,祂又指明一位好牧人,拥有一百只羊,失去了一只,便撇下那九十九只,出去寻找那走迷的一只,直到找着了,就扛在肩上,使它与未迷失的羊群重新汇合,因找回了它而召集朋友和邻舍一同欢宴。救主说:‘照样,一个罪人悔改,在天上也要这样为他欢喜,较比为九十九个不用悔改的义人欢喜更大。’确实,门徒之首、信仰之磐石彼得,正是在救恩受难的时刻,因着某种神圣经纶的离弃而暂时被撇下,为要让他认识到人类软弱的卑微与困苦,陷入了否认主的过犯;随后他立时想起了主的话,走出来痛哭;他以那些滚烫的泪水挽回了败局,造就了一场决定性的反败为胜。因为他长于战阵,即便跌倒了,也没有心灰意冷,更没有自暴自弃;反倒一跃而起,从受压伤的心中献出极痛切的眼泪;而仇敌一见这些眼泪,如同面目被极猛烈的烈火灼烧一般,立刻惊跃远遁,发出凄惨的嚎哭。于是这位领袖再次成为领袖,正如他被立为普世的导师一样,如今也成了悔改的榜样。在神圣的复活之后,基督第三次对他说:‘彼得,你爱我吗?’由此纠正了他三次的否认,使徒回答道:‘主啊,是的,你知道我爱你。’因此,从这一切以及其他无数的例证中,我们明白了眼泪与悔改的能力;只要这悔改的方式切实有效,出自厌弃罪恶、憎恶并定罪罪恶的心志,且伴随着眼泪,正如先知大卫所说:

§11.98

Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. καὶ λοιπὸν ὁ καθαρισμὸς τῶν ἁμαρτημάτων γενήσεται διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν τῷ μεγέθει τοῦ ἐλέους αὐτοῦ, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ τοῦ εἰπόντος ὅτι, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὰ ἑξῆς. Ταῦτα μὲν οὖν οὕτως ἔχει καὶ οὕτως πιστεύομεν· χρὴ δέ, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς ἀναγεννήσεως καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ μυστηρίων γεύσασθαι θείων, πάσῃ δυνάμει ἀσφαλίζεσθαι τοῦ μὴ πίπτειν.2 τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἀθλητῇ, ἐπειδὴ πολλοὶ πεσόντες ἀναστῆναι οὐκ ἠδυνήθησαν· οἱ μέν, τοῖς πάθεσι θύραν ἀνοίξαντες, καὶ δυσαποσπάστως αὐτοῖς προσμείναντες, οὐκ ἔτι ἴσχυσαν πρὸς μετάνοιαν παλινδρομῆσαι· οἱ δέ, προαναρπασθέντες ὑπὸ τοῦ θανάτου, καὶ μὴ φθάσαντες διὰ μεταγνώσεως ἑαυτοὺς τοῦ ῥύπου τῆς ἁμαρτίας ἐκπλῦναι, κατεδικάσθησαν. καὶ διὰ τοῦτο ἐπικίνδυνον τὸ πίπτειν ἐν οἱῳδήποτε πάθει· ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπηδῆσαι χρή, καὶ στῆναι πάλιν εἰς τὸν καλὸν ἀγῶνα· καὶ ὁσάκις ἂν τοῦτο συμβῇ, κἀκεῖνο αὐτίκα ἔστω τὸ τῆς ἐγέρσεως καὶ στάσεως3 ἕως τῆς τελευτῆς. Ἐπιστράφητε γὰρ πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Θεός.

‘我因唉哼而困乏;我每夜要洗我的床榻,用我的眼泪把我的褥子湿透。’此后,罪的洁净将借着基督的宝血而成,本于祂怜悯的伟大,并本于那位曾说‘你们的罪虽像朱红,我必使它变成雪白’等等的神之慈悲的丰富。那么,这些事确是如此,我们也这样相信;然而,在领受了真理的真知、配得重生与儿子的名分、并尝过神圣奥秘的滋味之后,理当竭尽全力保守自己不至跌倒。因为跌倒并不合乎选手的体统,既然许多跌倒的人未能重新站立:有些人向情欲敞开大门,难舍难分地依附于它们,再无力折返悔改;另有些人则被死亡抢先夺去,未及借着悔改洗净自己罪恶的污秽,便被定罪了。因此,跌入任何情欲之中都是危险的;但若发生了跌倒,就应当立刻跳起来,重新立定投身于美好的搏斗;并且无论这事发生多少次,直到生命终了,那起立与站稳的行动也当立刻随之发生。因为主神说:‘你们要转向我,我就转向你们。’”

语法注3 条
  1. 11.97ἑτεραλκέα τὴν νίκην εἰργάσατο

    动词 εἰργάσατο 的双宾格结构,形容词 ἑτεραλκέα 对宾语 τὴν νίκην 作谓词性修饰。ἑτεραλκής 意为“倾向另一方力量的、扭转局势的、决定性的”,与前置分词短语 τὴν ἧτταν ἀνακαλεσάμενος(挽回败局)形成鲜明对照,表达出“挽回败局并造成了决定性的反败为胜”之意。

  2. 11.98τοῦ μὴ πίπτειν

    带否定词 μή 的属格冠词不定词,用作动词 ἀσφαλίζεσθαι(防范、戒备、保守自身)的宾补成分,表示预防性目的,意即“保守自身免于跌倒/防止跌倒”。

  3. 11.99κἀκεῖνο αὐτίκα ἔστω τὸ τῆς ἐγέρσεως καὶ στάσεως

    承接前置条件从句 ὁσάκις ἂν τοῦτο συμβῇ(“无论这事何时/发生多少次”)的主句结构。句子的主语是中性冠词短语 τὸ τῆς ἐγέρσεως καὶ στάσεως(“起立与站稳之事”),与表语代词 κἀκεῖνο(“那件事也”)以及祈使动词 ἔστω(“愿……生成/当发生”)相结合,构成“那起立与站稳的行动也当立刻随之发生”这一命令与要求的核心骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:11.96-11.99