← 大马士革的圣约翰

巴兰和约萨法特

§12.108-12.110

修士的福分与尘世的虚妄诡诈

讲者赞颂了那些通过洁净心灵而达到天使般境界的圣徒的福分,承认自己虽有欠缺仍竭力效法其修道典范;随后严厉斥责了今世以虚假的甜头诱人入局、最终令人万劫不复的虚空与奸诈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.108

σκήνωμα γεγόνασι τοῦ ἁγίου Πνεύματος τῇ καθαρότητι τῆς καρδίας, καθὼς γέγραπται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· ἐσταύρωσαν ἑαυτοὺς τῷ κόσμῳ, ἵν’ ἐκ δεξιῶν τοῦ σταυρωθέντος σταθῶσι· περιεζώσαντο τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ, καὶ ἑτοίμους ἔσχον ἀεὶ τὰς λαμπάδας, προσδοκῶντες τὴν ἔλευσιν τοῦ ἀθανάτου νυμφίου. νοεροὺς γὰρ κτησάμενοι ὀφθαλμούς, προεώρων διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας·1 καὶ ἐσπούδασαν καμεῖν, ἵνα τῆς ἀϊδίου δόξης μὴ ἀποτύχωσι. γεγόνασιν ἀπαθεῖς ὥσπερ ἄγγελοι· καὶ νῦν μετ’ ἐκείνων χορεύουσιν, ὧν καὶ τὸν βίον ἐμιμήσαντο. μακάριοι οὗτοι καὶ τρισμακάριοι, ὅτι ἀπλανέσι τοῖς τοῦ νοὸς ὀφθαλμοῖς κατενόησαν τὴν τῶν παρόντων ματαιότητα, καὶ τῆς ἀνθρωπίνης εὐπραγίας τὸ ἄστατον καὶ ἀνώμαλον, καί, ταύτην ἀπαρνησάμενοι, τὰ αἰώνια ἑαυτοῖς ἐθησαύρισαν ἀγαθά, καὶ τῆς μηδέποτε διαπιπτούσης μήτε θανάτῳ διακοπτομένης ἐπελάβοντο ζωῆς. Τούτους οὖν τοὺς θαυμασίους καὶ ὁσίους ἄνδρας καὶ ἡμεῖς οἱ εὐτελεῖς καὶ ἀνάξιοι μιμεῖσθαι σπουδάζομεν, οὐκ ἐφικνούμεθα δὲ τῷ ὕψει τῆς οὐρανοπολίτου αὐτῶν διαγωγῆς· ἀλλά, κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως,2 τὸν βίον αὐτῶν χαρακτηρίζομεν καὶ τὸ σχῆμα περιβεβλήμεθα, κἂν τῶν ἔργων διαμαρτάνωμεν. πρόξενον γὰρ ἀναμαρτησίας τὸ θεῖον ἐπάγγελμα τοῦτο καὶ συνεργὸν τῆς ἐκ τοῦ θείου βαπτίσματος δοθείσης ἡμῖν ἀφθαρσίας ἐπιστάμεθα. καί, τοῖς λόγοις ἑπόμενοι τῶν μακαρίων ἐκείνων, πάνυ καταγινώσκομεν τῶν φθαρτῶν τούτων καὶ ἐπικήρων τοῦ βίου πραγμάτων, ἐν οἷς οὐδὲν ἔστιν εὑρεῖν βέβαιον, οὐδὲ ὁμαλόν, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ ματαιότης ἐστὶ τὰ πάντα καὶ προαίρεσις πνεύματος,3 πολλὰς ἐν ἀτόμῳ φέροντα τὰς μεταβολάς· ὀνείρων γὰρ καὶ σκιᾶς, καὶ αὔρας κατὰ τὸν ἀέρα πνεούσης, εἰσὶν ἀσθενέστερα· μικρὰ καὶ πρὸς ὀλίγον ἡ χάρις, καὶ οὐδὲ χάρις· ἀλλὰ πλάνη τις καὶ ἀπάτη τῆς τοῦ κόσμου κακίας, ὅνπερ μὴ ἀγαπᾶν ὅλως, μισεῖν δὲ μᾶλλον ἐκ καρδίας δεδιδάγμεθα. καὶ ἔστι γε κατὰ ἀλήθειαν μισητὸς οὗτος καὶ ἀπευκταῖος· ὅσα γὰρ δωρεῖται τοῖς φίλοις αὐτοῦ, μετ’ ὀργῆς αὖθις αὐτὰ ἀφαρπάζει, γυμνοὺς δὲ παντὸς ἀγαθοῦ καὶ αἰσχύνην ἠμφιεσμένους, φορτία τε περικειμένους βαρέα, τῇ αἰωνίᾳ παραπέμψει θλίψει· οὓς δ’ αὖ πάλιν ὑψοῖ, τῇ ἐσχάτῃ θᾶττον ταπεινοῖ ταλαιπωρίᾳ, ὑποποδίους αὐτοὺς τιθεὶς καὶ ἐπίχαρμα πάντων τῶν ἐχθρῶν αὐτῶν. τοιαῦται οὖν αἱ χάριτες αὐτοῦ· τοιαῦτα τὰ δωρήματα αὐτοῦ. ἐχθρὸς γάρ ἐστι τῶν φίλων αὐτοῦ, καὶ ἐπίβουλος πάντων τῶν ποιούντων αὐτοῦ τὰ θελήματα, καὶ καταράσσων δεινῶς τοὺς ἐπερειδομένους ἐπ’ αὐτόν, καὶ ἐκνευρίζων τοὺς ἐπ’ αὐτῷ πεποιθότας. συνθήκας τίθησι μετὰ τῶν ἀφρόνων καὶ ἐπαγγελείας ψευδεῖς, ἵνα μόνον αὐτοὺς ἐπισπάσηται· ἐκείνων δὲ ἀγνωμονησάντων,4 ἀγνώμων αὐτὸς καὶ ψευδὴς διαδείκνυται, μηδὲν ὧν συνέθετο ἀποπληρῶν. σήμερον γὰρ βρώμασιν ἡδέσι τὸν φάρυγγα αὐτῶν καταλεάνας, κατάβρωμα τοῖς ἐχθροῖς ὅλους αὐτοὺς αὔριον τίθησι. σήμερον βασιλέα τινὰ δείκνυσι, καὶ αὔριον δουλείᾳ τινὶ πονηρᾷ παραδίδωσι· σήμερον μυρίοις εὐθηνούμενον ἀγαθοῖς,

他们因着内心的洁净,成了圣灵的居所,正如经上所记:“我要在他们中间居住,在他们中间行走。”他们向着世界将自己钉在十字架上,为要站在那被钉十字架者的右边;他们用真理束腰,始终预备好明灯,等候那不朽新郎的降临。因为他们获得了属灵的双眼,时刻预见那可畏的时刻,使对来世福乐与永恒惩罚的默想与自己的心灵不可分离;他们竭力劳苦,免得错失永恒的荣耀。他们如同天使般脱离了一切情欲;如今他们正与那些他们也曾效法其生命的天使一同起舞欢歌。这些人是有福的,且是享三重福分的,因为他们用理智那绝无差误的双眼,看透了今世万事的虚空,以及人间繁荣的无常与动荡;他们舍弃了这世间的繁盛,为自己积攒了永恒的福分,抓住了那永不倾覆、亦不被死亡截断的生命。因此,连我们这些卑微不配之人,也竭力效法这些奇妙而圣洁的人,只是我们未能达到他们属天公民般操行的高度;然而,在弱小困顿的力量所及范围内,即便我们在事功上有所欠缺,我们仍以他们的生命为印记,披上了这修道的形相。因为我们深知,这神圣的誓愿是达致无罪的媒介,亦是神圣洗礼赐予我们的不朽之助伴。我们遵从那些有福之人的言教,彻底定罪今生这些必朽而脆弱的事物;在其中寻不到丝毫稳固、平稳或恒常不变之物,相反,万事皆是虚空,捕风捉影,在一瞬间带来无数变迁;它们比梦境、阴影以及在空中吹拂的微风还要虚弱;其恩惠既微小又短暂,甚至根本称不上是恩惠;这不过是世界之邪恶的一种错谬与诡诈,我们领受教导全然不可爱慕这〔世界〕,反而当从心底厌弃它。事实上,这世界确是可憎而当退避的;因它赐给其朋友的一切,又带着忿怒强行夺回,并将他们剥除一切美善、披上羞辱、背负重担,打发往永恒的患难中去;对于它曾再度抬高的人,它更迅速地以极度的悲惨使其降卑,将他们置为其一切仇敌的脚凳与笑柄。因此,它的恩惠便是如此,它的馈赠也是如此。因为它是其朋友的仇敌,是所有遵行其意志之人的暗算者,它将依靠它的人猛烈击碎,使信赖它的人丧失力量。它与愚昧人立下契约并给出虚假的应许,仅是为了引诱他们;然而一旦他们行事轻率无知,它自己便显露出薄情寡义与虚谎,丝毫不履行所应承之事。因它今日以甘美的食物润滑了他们的咽喉,明日却将他们整个人抛给仇敌作为吞噬的食粮;今日它使某人显为君王,明日便将他交付于恶劣的奴役;今日某人还在无数的美福中丰盛度日,

语法注4 条
  1. 12.108τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας

    动词 ἔσχον 带有直接宾语 τήν τε θεωρίαν ... 与宾语补足语(述语宾格)ἀχώριστον,构成双重宾格句式,意为“使对……的默想与自己的心灵不可分离”。形容词 ἀχώριστος 后接表示分离的属格(τῆς ἑαυτῶν ... καρδίας)。

  2. 12.109κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως

    κατὰ τὸ ἐνόν 是使用动词 ἔνειμι 的中性现在分词构成的惯用短语,意为“在可能范围内”或“尽力所及”,其范围由后接的属格短语(τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως)加以限定。

  3. 12.109προαίρεσις πνεύματος

    承袭自七十士译本《训道篇》(传道书)中反复出现的固定短语(对应希伯来语 רְעוּת רוּחַ),意为“捕风”或“追逐虚风”,与前面的 ματαιότης(虚空)相呼应,强调世俗事物的虚妄与空无益处。

  4. 12.110ἐκείνων δὲ ἀγνωμονησάντων

    独立属格结构(genitive absolute)。动词 ἀγνωμονέω 意为“行事不智”、“不知感恩”或“行事乖张”。在此处以时间或条件的方式,表示那些愚昧人(ἐκείνων)受世俗诱惑后行事轻率盲动的转折时刻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:12.108-12.110