- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:12.111-12.113
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉姆谴责了世俗的无常与欺瞒,随后讲述了著名的独角兽寓言:一人逃避猛兽而坠入深坑,身处重重死难之中却因几滴蜂蜜的甘甜而忘却危险;巴拉姆随即阐明了该比喻的寓意。
αὔριον προσαίτην καὶ οἰκοτρίβων οἰκότριβα. σήμερον στέφανον δόξης αὐτοῦ τῇ κορυφῇ ἐπιτίθησιν· αὔριον τὸ πρόσωπον τῇ γῇ καταράσσει. σήμερον κοσμεῖ τὸν τράχηλον αὐτοῦ λαμπραῖς ἀξιωμάτων τιμαῖς· αὔριον ταπεινοῖ σιδηροῖς κλοιοῖς δεσμούμενον. ποθητὸν πρὸς μικρὸν τοῖς πᾶσι τοῦτον ἐργάζεται, μισητὸν δὲ μετ’ ὀλίγον ἰσχυρῶς καὶ ἐβδελυγμένον. σήμερον εὐφραίνει, καὶ αὔριον θρήνοις αὐτὸν καὶ κοπετοῖς κατατήκει. ὁποῖον δὲ τούτων καὶ τὸ τέλος ἐπιτίθησιν ἄκουσον· οἰκήτορας γεέννης τοὺς ἠγαπηκότας αὐτὸν ἐλεεινῶς ἀπεργάζεται. τοιαύτην ἔχει γνώμην ἀεί, τοιαύτην πρόθεσιν ἀτεχνῶς. οὔτε τοὺς παρελθόντας θρηνεῖ, οὔτε τοὺς καταλειφθέντας οἰκτείρει. ἐκείνους γὰρ δεινῶς ἀπατήσας καὶ τοῖς ἄρκυσιν αὐτοῦ κατακλείσας, πρὸς τούτους αὖθις τὰ τῆς ἐπιστήμης μετενεγκεῖν πειρᾶται, μὴ θέλων τινὰ τῶν χαλεπῶν αὐτοῦ ἐκφυγεῖν παγίδων. Τοὺς μὲν οὖν τοιούτῳ δουλεύοντας ἀπηνεῖ καὶ πονηρῷ δεσπότῃ τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου φρενοβλαβῶς ἑαυτοὺς μακρύναντας, εἰς τὰ παρόντα δὲ κεχηνότας πράγματα καὶ τούτοις προστετηκότας, μηδόλως τῶν μελλόντων λαμβάνοντας ἔννοιαν, καὶ εἰς μὲν τὰς σωματικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπειγομένους, τὰς δὲ ψυχὰς ἐῶντας λιμῷ κατατήκεσθαι καὶ μυρίοις ταλαιπωρεῖσθαι κακοῖς, ὁμοίους εἶναι δοκῶ ἀνδρὶ1 φεύγοντι ἀπὸ προσώπου μαινομένου μονοκέρωτος, ὅς, μὴ φέρων τὸν ἦχον τῆς αὐτοῦ βοῆς καὶ τὸν φοβερὸν αὐτοῦ μυκηθμόν, ἀλλ’ ἰσχυρῶς ἀποδιδράσκων τοῦ μὴ γενέσθαι τούτου κατάβρωμα,2 ἐν τῷ τρέχειν αὐτὸν ὀξέως μεγάλῳ τινὶ περιπέπτωκε βόθρῳ· ἐν δὲ τῷ ἐμπίπτειν αὐτῷ, τὰς χεῖρας ἐκτείνας, καὶ φυτοῦ τινος δραξάμενος, κραταιῶς τοῦτο κατέσχε, καὶ ἐπὶ βάσεώς τινος τοὺς πόδας στηρίξας, ἔδοξεν ἐν εἰρήνῃ λοιπὸν εἶναι καὶ ἀσφαλείᾳ. βλέψας δὲ ὁρᾷ δύο μῦας, λευκὸν μὲν τὸν ἕνα, μέλανα δὲ τὸν ἕτερον, διεσθίοντας ἀπαύστως τὴν ῥίζαν τοῦ φυτοῦ, οὗ ἦν ἐξηρτημένος, καὶ ὅσον οὔπω ἐγγίζοντας ταύτην ἐκτεμεῖν. κατανοήσας δὲ τὸν πυθμένα τοῦ βόθρου, δράκοντα εἶδε φοβερὸν τῇ θέᾳ, πῦρ πνέοντα καὶ δριμύτατα βλοσυροῦντα, τὸ στόμα τε δεινῶς περιχάσκοντα καὶ καταπιεῖν αὐτὸν ἐπειγόμενον. ἀτενίσας δὲ αὖθις τῇ βάσει ἐκείνῃ, ἐφ’ ᾗ τοὺς πόδας εἶχεν ἐρηρεισμένους, τέσσαρας εἶδε κεφαλὰς ἀσπίδων τοῦ τοίχου προβεβληκυίας, ἐφ’ οὗ ἐπεστήρικτο. ἀναβλέψας δὲ τοὺς ὀφθαλμούς, ὁρᾷ ἐκ τῶν κλάδων τοῦ φυτοῦ ἐκείνου μικρὸν ἀποστάζον μέλι. ἐάσας οὖν διασκέψασθαι3 περὶ τῶν περιεχουσῶν αὐτῷ συμφορῶν, ὅπως ἔξωθεν μὲν ὁ μονόκερως δεινῶς ἐκμανεὶς ζητεῖ τοῦτον καταφαγεῖν, κάτωθεν δὲ ὁ πικρὸς δράκων κέχηνε καταπιεῖν, τὸ δὲ φυτὸν ὃ περιεδέδρακτο ὅσον οὔπω ἐκκόπτεσθαι ἔμελλε, τούς τε πόδας ἐπ’ ὀλισθηρᾷ καὶ ἀπίστῳ βάσει ἐπεστήρικτο· τῶν τοσούτων οὖν καὶ τοιούτων φρικτῶν θεαμάτων ἀλογίστως ἐπιλαθόμενος, ὅλῳ νοῒ μέλιτος ἐκείνου τοῦ μικροῦ γέγονε τῆς ἡδύτητος ἐκκρεμής. Αὕτη ἡ ὁμοίωσις τῶν τῇ ἀπάτῃ τοῦ παρόντος προστετηκότων βίου, ἧσπερ τὴν σαφήνειαν αὐτίκα λέξω σοι. ὁ μὲν μονόκερως τύπος ἂν εἴη τοῦ θανάτου, τοῦ διώκοντος ἀεὶ καὶ καταλαβεῖν ἐπειγομένου τὸ Ἀδαμιαῖον γένος· ὁ δὲ βόθρος ὁ κόσμος ἐστὶ πλήρης ὑπάρχων παντοίων κακῶν καὶ θανατηφόρων παγίδων· τὸ φυτὸν δὲ τὸ ὑπὸ τῶν δύο μυῶν ἀπαύστως συγκοπτόμενον, ὃ περιεδέδρακτο, ὁ δίαυλος ὑπάρχει τῆς ἑκάστου ζωῆς, ὁ δαπανώμενος καὶ ἀναλισκόμενος διὰ τῶν ὡρῶν τοῦ ἡμερονυκτίου καὶ τῇ ἐκτομῇ κατὰ μικρὸν προσεγγίζων· αἱ δὲ τέσσαρες ἀσπίδες τὴν ἐπὶ τεσσάρων σφαλερῶν καὶ ἀστάτων στοιχείων σύστασιν τοῦ ἀνθρωπείου σώματος αἰνίττονται, ὧν ἀτακτούντων καὶ ταραττομένων ἡ τοῦ σώματος καταλύεται σύστασις· πρὸς τούτοις καὶ ὁ πυρώδης ἐκεῖνος καὶ ἀπηνὴς δράκων τὴν φοβερὰν εἰκονίζει τοῦ ᾅδου γαστέρα, τὴν μαιμάσσουσαν ὑποδέξασθαι τοὺς τὰ παρόντα τερπνὰ τῶν μελλόντων ἀγαθῶν προκρίνοντας. ὁ δὲ τοῦ μέλιτος σταλαγμὸς τὴν γλυκύτητα ἐμφαίνει τῶν τοῦ κόσμου ἡδέων, δι’ ἧς ἐκεῖνος ἀπατῶν τοὺς ἑαυτοῦ φίλους οὐκ ἐᾷ τῆς σφῶν προνοήσασθαι σωτηρίας.
明日便使之成为乞丐与奴仆中的奴仆。今日它将荣耀的冠冕戴在其头上,明日便将其面孔猛撞于地;今日以辉煌显赫的爵位尊荣装饰其颈项,明日便以铁链锁铐将其降卑拘禁。它使此人一时为众人所渴慕,稍后却变得极受憎恨与厌恶。今日它使之欢愉,明日便以哀歌与号哭将其消磨耗尽。且听它为这些事定下了怎样的结局:它悲惨地将那些爱它的人变成了地狱的居民。它始终怀着这般意图,确乎抱着这般谋算。它既不哀悼已逝去之人,亦不可怜遗留下来之人;因它在残酷地欺骗了前者并将其封闭于罗网之中后,又试图再度将那些机巧施加于后者身上,不愿有任何人逃脱其险恶的陷阱。因此,那些服侍如此残酷恶劣的主人、发疯似地使自己远离至善仁爱之神、对眼前的事物垂涎且执迷不悟、对来世之事全然不加思索的人,以及那些不休止地奔向肉体享乐,却任由灵魂在饥馑中消磨并受无尽祸患折磨的人,依我看来,恰似一个在狂暴的独角兽面前逃跑的人。此人无法承受其吼叫的声音与可怖的咆哮,为了不成为它的吞噬之物而竭力逃奔,在疾跑中跌入了一个巨大的深坑。当他跌入其中时,伸出双手抓住了某种灌木,紧紧地抓住不放,并将双脚踏在某处支台上,便以为自己从此进入了平安与稳妥之中。然而他定睛观看,只见两只老鼠,一只白色,另一只黑色,正在不停地啃咬他所悬挂的那株灌木的根部,眼看就要将其咬断。他又凝视坑底,看见一条在相貌上极其可怖的龙,口吐烈火,目光极为凶狠,可怕地大张着嘴,急切地要将他吞下。他再次凝视他双脚所倚靠的那个支台,看见有四只毒蛇的头从他所依托的岩壁上探出。但他抬眼上望,看见从那株植物的枝条上正滴下少许蜂蜜。于是,他不再思索围绕在他身边的灾难——即外有狂暴凶猛的独角兽企图将其吞吃,下有凶恶的巨龙张嘴欲将其咽下,所抓住的植物转瞬间将被咬断,双脚又踏在湿滑不可靠的支台上——他浑然忘却了如此繁多且可怕的景象,全心全意地沉溺于那少许蜂蜜的甘甜之中。这就是那些执迷于今生虚妄之人的比喻,我现在就将其中清晰的含义告诉你。独角兽乃是死亡的预表,它时刻追逐并急切要擒获亚当的后裔;深坑便是世界,充满着各样的邪恶与致命的陷阱;那被两只老鼠不停啃咬、为他所抓住的植物,便是每个人生命的历程,它被昼夜的时辰所耗费消磨,正一步步走向被斩断;四只毒蛇暗喻人体由四种动荡而不稳定的元素构成,当它们失调紊乱时,肉体的构成便瓦解崩溃;此外,那条喷火而残酷的巨龙象征着阴间可畏的巨腹,它狂暴地渴望接纳那些偏爱眼前欢愉胜过未来福乐之人。而那滴落的蜂蜜则表明属世之乐的甘甜,世界借此欺骗自己的朋友,不容他们去为自己的得救深思熟虑。
- 12.111Τοὺς μὲν οὖν τοιούτῳ δουλεύοντας ... ὁμοίους εἶναι δοκῶ ἀνδρὶ
动词 δοκῶ(“我认为、视作”)支配带不定式的宾格句结构(Τοὺς ... δουλεύοντας ... ὁμοίους εἶναι ἀνδρί,即“我认为那些服侍……之人宛如一个……人”)。在宾格主语(Τοὺς ... δουλεύοντας)与不定式(ὁμοίους εἶναι)及主句动词之间插入了长串的分词从句,构成了显著的语序倒错与离隔(hyperbaton)。此处未用非人称的 δοκεῖ μοι,而用主动语态第一人称单数。
- 12.112τοῦ μὴ γενέσθαι τούτου κατάβρωμα
带有定冠词的属格不定式(τοῦ + 不定式),并带有否定词 μή。此结构既可解释为表示目的的属格(“为了不成为其吞噬之物”),亦可视为依附于表示逃跑、回避的动词 ἀποδιδράσκων 的分离或防止性补足成分(“逃避成为其猎物”)。无论何种分析,最终表达的意思均一致。
- 12.112ἐάσας οὖν διασκέψασθαι
分词 ἐάσας(动词 ἐάω 的不定过去时主动分词)与不定式 διασκέψασθαι 连用,构成“放弃去思索 / 不顾……”之意。动词 ἐάω 本义为“允许、任由”,但与不定式搭配时常形成习语,意为“放弃/搁置做某事”。
