- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:12.105-12.107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了修道者们深切的谦逊,以及隐修、半独修和共修这三种修道生活形态,并颂扬了以修道始祖圣安东尼为代表的修道士如天使般的崇高德行与神赐的报偿。
διὰ σωματικὴν ἴσως ἀσθένειαν, ἐξευτέλιζε ταλανίζων ἑαυτόν, ῥᾳθυμίᾳ γνώμης, οὐχὶ φύσεως ἀσθενείᾳ, τὸ ὑστέρημα λογιζόμενος.1 οὕτως οὖν ἄλλος ἄλλου καὶ πάντες ἁπάντων ἦσαν μετριώτεροι· κενοδοξίας δὲ πάθος ἢ ἀνθρωπαρεσκείας ποῦ ἐν ἐκείνοις; οἵτινες, τὴν οἰκουμένην φυγόντες, διὰ τοῦτο οἰκοῦσι τὴν ἔρημον, οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ τὰ κατορθώματα δεικνύναι βουλόμενοι, παρ’ οὗ καὶ τῶν κατορθωμάτων τὰς ἀμοιβὰς ἐλπίζουσι, καλῶς ἐπιστάμενοι ὅτι αἱ διὰ κενοδοξίαν ἐπιτελούμεναι ἀσκήσεις ἄμισθοι, δι’ ἔπαινον γὰρ ἀνθρώπων, καὶ οὐ διὰ τὸν Θεὸν γίνονται· ὅθεν καὶ διπλῶς οἱ τοιοῦτοι ἀδικοῦνται, τὸ σῶμα κατατήκοντες καὶ μισθὸν μὴ λαμβάνοντες. οἱ δὲ τῆς ἄνω δόξης ὀρεγόμενοι καὶ πρὸς ταύτην ἐπειγόμενοι πάσης τῆς ἐπιγείου καὶ ἀνθρωπίνης κατεφρόνησαν. Ἔχουσι δὲ τὰς οἰκήσεις οἱ μὲν ἐν παντελεῖ ἀναχωρήσει καὶ μονίᾳ τὸν ἀγῶνα διανύοντες, μακρύναντες ἑαυτοὺς τῆς τῶν ἀνθρώπων συναυλίας παρ’ ὅλον αὐτῶν τὸν τῆς ζωῆς χρόνον καὶ Θεῷ πλησιάσαντες· οἱ δέ, πόρρωθεν ἀλλήλων τὰς οἰκήσεις πηξάμενοι, ταῖς Κυριακαῖς εἰς ἐκκλησίαν μίαν φοιτῶσι, καὶ τῶν θείων μυστηρίων κοινωνοῦσι, τῆς ἀναιμάκτου φημὶ θυσίας, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ, ἃ τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν, φωτισμόν τε καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος ὁ Κύριος ἐδωρήσατο· καί, ἑστιῶντες ἀλλήλους γυμνασίᾳ τῶν θείων λόγων καὶ ταῖς ἠθικαῖς παραινέσεσι, τούς τε κρυπτοὺς τῶν ἀντιπάλων δημοσιεύοντες πολέμους, ὥστε μὴ ἁλῶναι τούτοις τινὰ τῆς πάλης ἀγνοοῦντα τὴν μέθοδον, οἴκαδε πάλιν ἕκαστος ἐπανέρχονται,2 τὸ τῆς ἀρετῆς μέλι τοῖς σίμβλοις τῶν καρδιῶν φιλοτίμως ἐναποτιθέντες, καὶ γεωργοῦντες καρπὸν γλυκύτατον καὶ τῆς ἐπουρανίου τραπέζης ἐπάξιον. Ἄλλοι δὲ κοινοβιακὸν μετέρχονται βίον· οἵτινες, πλήθη πολυάνθρωπα ἐπὶ τὸ αὐτὸ ἀθροισθέντες, ὑφ’ ἑνὶ ταξιάρχῃ καὶ προεστῶτι, τῷ πάντων διαφορωτάτῳ, ἑαυτοὺς ἔταξαν, πᾶν θέλημα ἑαυτῶν μαχαίρᾳ τῆς ὑπακοῆς ἀποσφάξαντες· καὶ δούλους ὠνητοὺς ἑαυτοὺς ἑκουσίως λογισάμενοι, οὐκ ἔτι ἑαυτοῖς ζῶσιν,3 ἀλλ’ ᾧ διὰ τὸν τοῦ Χριστοῦ πόθον ἑαυτοὺς καθυπέταξαν· οἰκειότερον δὲ μᾶλλον εἰπεῖν, ζῶσιν οὐκ ἔτι ἑαυτοῖς, ζῇ δὲ ἐν αὐτοῖς ὁ Χριστός, ᾧ ἠκολούθησαν πάντα ἀπαρνησάμενοι. τοῦτο γάρ ἐστιν ἀναχώρησις, κόσμου ἑκούσιον μῖσος, καὶ ἄρνησις φύσεως πόθῳ τῶν ὑπὲρ φύσιν. οὗτοι τοίνυν ὡς ἄγγελοι ἐπὶ τῆς γῆς πολιτεύονται, ψαλμοὺς καὶ ὕμνους ὁμοθυμαδὸν τῷ Κυρίῳ ᾅδοντες, καὶ ὁμολογηταὶ τοῖς ἄθλοις τῆς ὑπακοῆς χρηματίζοντες· ἐφ’ οἷς καὶ τὸ δεσποτικὸν πληροῦται λόγιον. φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν, οὐκ εἰς τοῦτο τὸ μέτρον τὴν ἐπὶ τῷ ὀνόματι αὐτοῦ συναγωγὴν περικλείσας, ἀλλὰ διὰ τῶν δύο ἢ τριῶν ἀδιόριστον τὸν ἀριθμὸν δηλώσας. εἴτε γὰρ ὀλίγοι, εἴτε πολλοὶ διὰ τὸ ἅγιον αὐτοῦ συναχθῶσιν ὄνομα, αὐτῷ διαπύρῳ λατρεύοντες πόθῳ, ἐκεῖ παρεῖναι τοῦτον πιστεύομεν ἐν μέσῳ τῶν αὐτοῦ δούλων. Τούτοις τοῖς τύποις καὶ ταῖς τοιαύταις ἀγωγαῖς οἱ γήϊνοι καὶ χοϊκοὶ τὸν βίον ἐζήλωσαν τῶν οὐρανίων, ἐν νηστείαις καὶ εὐχαῖς καὶ ἀγρυπνίαις, ἐν δάκρυσι θερμοῖς καὶ ἀμετεωρίστῳ πένθει, ἐν ξενιτείᾳ καὶ μνήμῃ θανάτου, ἐν πραότητι καὶ ἀοργησίᾳ, ἐν σιωπῇ χειλέων, ἐν ἀκτημοσύνῃ καὶ πτωχείᾳ, ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ, ἐν ταπεινόφρονι γνώμῃ καὶ ἡσυχίᾳ, ἐν ἀγάπῃ τελείᾳ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, τὸν παρόντα ἐκτελέσαντες βίον καὶ ἄγγελοι τοῖς τρόποις γενόμενοι. ὅθεν Θεὸς θαύμασι καὶ σημείοις καὶ ποικίλαις δυνάμεσιν αὐτοὺς κατεκόσμησε, καὶ τὸν φθόγγον τῆς θαυμαστῆς αὐτῶν πολιτείας εἰς τὰ πέρατα διηχεῖσθαι τῆς οἰκουμένης πεποίηκε. καὶ εἴπερ σοι τὸν βίον ἑνὸς αὐτῶν ἐπὶ στόματος φέρων κατὰ μέρος διηγήσομαι, ὃς καὶ ἀρχηγὸς γεγενῆσθαι τῆς κατὰ μοναχοὺς πολιτείας λέγεται (Ἀντώνιος δὲ ὄνομα αὐτῷ), γνώσῃ πάντως ἐκ τοῦ ἑνὸς δένδρου τῶν ὁμογενῶν καὶ ὁμοειδῶν καρπῶν τὴν γλυκύτητα, καὶ οἵαν ἐκεῖνος ἔθετο τῆς ἀσκήσεως ὑποβάθραν, οἵαν δὲ τὴν ὀροφὴν ἐπήξατο, καὶ ὁποίων ἠξιώθη παρὰ τοῦ Σωτῆρος τυχεῖν χαρισμάτων. πολλοὶ δὲ καὶ ἄλλοι μετ’ ἐκεῖνον τὸν ἴσον ἀγωνισάμενοι ἀγῶνα τῶν ὁμοίων ἔτυχον στεφάνων τε καὶ γερῶν. Μακάριοι οὗτοι καὶ τρισμακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες, καὶ διὰ τὴν ἀγάπην αὐτοῦ καταφρονήσαντες πάντων. ἐδάκρυσαν γὰρ πενθοῦντες ἡμέρας καὶ νυκτός, ἵνα τῆς ἀλήκτου τύχωσι παρακλήσεως· ἐταπείνωσαν ἑαυτοὺς ἑκουσίως, ἵν̓ ἐκεῖ ὑψωθῶσι· κατέτηξαν τὰς ἑαυτῶν σάρκας πείνῃ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ ἵν’ ἐκεῖ διαδέξηται αὐτοὺς ἡ τρυφὴ καὶ ἀγαλλίασις τοῦ παραδείσου·
至于那或许因肉体软弱而在修道上有所不足之人,也自叹薄命而轻看自己,将那不足归咎于心志的懈怠,而非天然本性的软弱。如此,一人较另一人更为谦逊,众人较众人更为逊退;在他们当中,虚荣与取悦于人的情欲又何处寻得?他们逃离人居之地,正是为此才栖身旷野,因他们所愿的不是将成就彰显给世人,而是彰显给神,且也盼望从神那里领受成就的赏赐;他们深知为虚荣所行的苦修全无报偿,因为那是为了博取世人的称赞,而非为了神;因此这类人蒙受双重亏损,既销蚀了身体,又得不到赏赐。而那些渴望属天荣耀并竭力奔赴之人,便蔑视了地上一切属人的荣耀。有些人全生涯远离世人的交往,亲近神,在彻底的退隐与独居中完成这一争战并安设居所;另有些人居所彼此相距甚远,每逢主日聚集在同一间教堂,领受神圣的奥秘,我是指无血的祭献,基督无瑕的身体与宝血,那是主为赦罪以及身心的启明与成圣赐予信徒的;他们借着神圣言语的砥砺与道德的规劝彼此款待,揭示仇敌隐秘的争战伎俩,以免有人因不谙搏击之法而受其俘获,随后各自返回家中,将美德之蜜热切地储存于心之蜂巢,耕耘出极甘甜且堪配天国筵席的果子。又有些人过着修道院共修的生活;他们化为众多的人群聚集在一处,归属于一位在众人中最为卓越的首领与长上麾下,用顺从的利刃斩断自己的一切私愿;他们甘愿自居为被买来的奴仆,不再为自己活着,而是为因着对基督的爱慕而使自己顺服于他的那人活着;或者更贴切地说,他们不再为自己活着,而是基督在他们里面活着,因他们舍弃一切跟从了基督。这便是退隐:自愿厌弃尘世,并因渴慕超自然之物而舍绝自然本性。因此,他们在地上生活如同天使,同心合意向主歌唱诗篇与颂歌,因顺从的奋战而被称为宣信者;在他们身上主的圣言得以成全,因为主说:“无论在哪里,有两三个人奉我的名聚会,那里就有我在他们中间。”这并非将奉祂名所作的聚会局限于这一数额,而是以“两三个”表明不定的数目。因为不论是少数人还是多数人因祂的圣名聚集,并以热切的渴慕事奉祂,我们都坚信祂正临在祂的仆人中间。凡尘属土的人借着这些典范与这等行径,效法了属天之人的生命,借着禁食、祈祷与守夜,借着热泪与无旁骛的哀恸,借着寄居作客与念念不忘死亡,借着温柔与不怒,借着言语的缄默,借着无产与贫困,借着纯洁与克制,借着谦逊的心志与宁静,借着对神及对邻舍完全的爱,度尽了今生的岁月,在行事为人上成了天使。因此,神用神迹、奇事与各样异能妆点他们,使他们奇妙操行的声音远播至地极。若我将他们其中一位的生平形诸唇齿、详加叙述——据说他亦是修道操行的始祖,其名唤作安东尼——你必定能从这一棵树领略到同类同形之果实的甘甜,得见他立下了何等修道之根基,搭起了何等穹顶,又蒙救主赐予何等恩赐。在他之后,亦有许多其他人进行了同样的争战,赢得了同样的冠冕与奖赏。这些爱神并为爱祂而轻看万事的人是有福的,且是享三重福分的。因为他们昼夜哀恸落泪,为要得着永不止息的安慰;他们甘愿降卑自己,为要在彼处得升高;他们以饥渴与守夜销蚀自己的肉体,为要在彼处蒙受乐园的福乐与欢欣迎接;
- 12.105ῥᾳθυμίᾳ γνώμης, οὐχὶ φύσεως ἀσθενείᾳ, τὸ ὑστέρημα λογιζόμενος
名词短语 ῥᾳθυμίᾳ γνώμης 与 φύσεως ἀσθενείᾳ 作分词 λογιζόμενος(归咎于、视作)所支配的原因与格(或归属与格),表示修道者将直接宾语 τὸ ὑστέρημα(不足)归咎于心志的怠惰,而非肉体或本性的软弱。
- 12.106οἴκαδε πάλιν ἕκαστος ἐπανέρχονται
根据意义一致的语法破格(constructio ad sensum)。主语虽为单数代词 ἕκαστος,但承接前文分词(ἑστιῶντες, δημοσιεύοντες)所指代的一众修道士,主要动词采用了第三人称复数形式 ἐπανέρχονται。
- 12.106οὐκ ἔτι ἑαυτοῖς ζῶσιν
ἑαυτοῖς 为关涉与格或利益与格(dativus commodi)。此句化用了《加拉太书》2:20“现在活着的不再是我,乃是基督在我里面活着”的语式,意为“不再为自己(的利益/目的)活着”。
