← 大马士革的圣约翰

巴兰和约萨法特

§11.93-11.95

受洗后的罪过与悔改之功及浪子的比喻

针对约阿萨夫对受洗后若违背诫命是否会丧失一切希望的担忧,巴兰阐明了神浩瀚的怜悯以及眼泪与悔改的洁净之功,并引出浪子的比喻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.93

διδάσκειν τοὺς πιστούς· καὶ ταῦτα πάντα ὀφείλομεν φυλάττειν, εἴπερ ποθοῦμεν τῆς τελειότητος ἐπιτυχεῖν καὶ τῶν ἀφθάρτων στεφάνων ἀξιωθῆναι τῆς δικαιοσύνης, οὓς ἀποδώσει Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτὴς πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Λέγει ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα· Ταύτης οὖν τῆς ἀκριβείας τῶν δογμάτων χρῃζούσης καὶ τὴν ἀκραιφνῆ ταύτην πολιτείαν,1 ἐὰν μετὰ τὸ βάπτισμα συμβῇ με ἑνὸς ἢ δύο τῶν ἐντολῶν τούτων διαμαρτεῖν, ἆρα διαμαρτάνων ἔσομαι ὅλου τοῦ σκοποῦ,2 καὶ ματαία ἔσται πᾶσα ἡ ἐλπίς; Ὁ δὲ Βαρλαὰμ ἔφη· Μὴ οὕτως ὑπολάμβανε ταῦτα. ὁ γὰρ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας Θεὸς Λόγος, εἰδὼς τὴν πολλὴν ἀσθένειαν καὶ ταλαιπωρίαν τῆς φύσεως ἡμῶν, οὐδὲ ἐν τούτῳ τῷ μέρει ἀφῆκεν ἡμᾶς ἀνιάτρευτα νοσεῖν· ἀλλ’ ὡς πάνσοφος ἱατρὸς τῇ ὀλισθηρᾷ ἡμῶν καὶ φιλαμαρτήμονι γνώμῃ συνέμιξε τὸ φάρμακον τῆς μετανοίας, κηρύξας ταύτην εἰς ἄφεσιν ἁμαρτιῶν. μετὰ γὰρ τὸ λαβεῖν ἡμᾶς τὴν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἁγιασθῆναι δι’ ὕδατος καὶ πνεύματος, πάσης τε ἁμαρτίας καὶ παντὸς ῥύπου ἀμογητὶ καθαρθῆναι, ἐὰν συμβῇ ἔν τισι παραπτώμασιν ἡμᾶς ἁμαρτημάτων ἐμπεσεῖν, οὐκ ἔστι μὲν διὰ βαπτίσματος δευτέρα ἀναγέννησις ἐν ὕδατι τῆς κολυμβήθρας διὰ τοῦ πνεύματος ἐγγινομένη καὶ τελείως ἡμᾶς ἀναχωνεύουσα. τοῦτο γὰρ τὸ δώρημα ἅπαξ δέδοται· ἀλλὰ διὰ μετανοίας ἐμπόνου καὶ θερμῶν δακρύων, κόπων τε καὶ ἱδρώτων, γίνεται καθαρισμὸς καὶ συγχώρησις τῶν πταισμάτων διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. βάπτισμα γὰρ ἐκλήθη καὶ ἡ τῶν δακρύων πηγή, κατὰ χάριν τοῦ Δεσπότου, ἀλλὰ πόνου καὶ χρόνου δεόμενον·3 καὶ πολλοὺς τῶν πολλῶν διεσώσατο πταισμάτων· καθότι οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, εἴπερ φθάσομεν μετανοῆσαι καὶ δάκρυσι πταισμάτων αἶσχος ἀπονίψασθαι, καὶ μὴ προλαβὼν ὁ θάνατος ῥερυπωμένους ἡμᾶς ἐκβαλεῖ τῶν ἐντεῦθεν· οὐκ ἔστι γὰρ ἐν τῷ ᾅδῃ ἐξομολόγησις, οὐδὲ μετάνοια· ἕως δὲ ἐν τοῖς ζῶσιν ὦμεν, τοῦ θεμελίου τῆς ὀρθοδόξου πίστεως ἀρραγοῦς διαμένοντος, κἄν τι τῆς δοκώσεως ἢ τῆς ἐνδομήσεως παραλυθῇ, ἔξεστι τὸ σαθρωθὲν τοῖς πταίσμασι τῇ μετανοίᾳ αὖθις ἀνακαινίσαι. πλῆθος γὰρ οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι καὶ μέγεθος ἐλέους αὐτοῦ μετρῆσαι ἀδύνατον· ἁμαρτήματα δὲ οἷά περ ἂν ὦσι καὶ πταίσματα μέτρῳ ὑπόκεινται καὶ ἀριθμητὰ εἶναι συμβαίνει. τὰ οὖν μέτρῳ καὶ ἀριθμῷ ὑποκείμενα πταίσματα ἡμῶν τὸ ἀμέτρητον ἔλεος καὶ τοὺς ἀναριθμήτους οἰκτιρμοὺς τοῦ Θεοῦ νικῆσαι οὐ δύναται. Διὸ οὐ προσετάχθημεν ἐπὶ τοῖς ἡμαρτημένοις ἀπογινώσκειν, ἀλλ’ ἐπιγινώσκειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ καταγινώσκειν τῶν ἁμαρτημάτων ὧν ἡ ἄφεσις πρόκειται διὰ φιλανθρωπίαν τοῦ Χριστοῦ, ὃς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τὸ ἴδιον ἐξέχεεν αἷμα. πολλαχόθεν δὲ τῆς γραφῆς διδασκόμεθα τὴν δύναμιν τῆς μετανοίας, καὶ μάλιστα ἐκ τῶν προσταγμάτων καὶ παραβολῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπὸ τότε γάρ, φησίν, ἤρξατο ὁ Ἰησοῦς διδάσκειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. ἀλλὰ καὶ ἐν παραβολῇ υἱόν τινα εἰσηγεῖται, λαβόντα τὴν τοῦ πατρὸς οὐσίαν καὶ εἰς χώραν ἀποδημήσαντα μακράν, κἀκεῖ ἐν ἀσωτίᾳ πάντα καταναλώσαντα, εἶτα, λιμοῦ κατὰ τὴν χώραν ἐκείνην γενομένου, ἀπελθόντα καὶ κολληθέντα ἑνὶ τῶν πονηρῶν πολιτῶν τῆς πολυαμαρτήτου χώρας ἐκείνης· ὃς καὶ ἔπεμψεν αὐτόν, φησίν, εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· τὴν τραχυτάτην καὶ βδελυρὰν ἁμαρτίαν οὕτω καλέσας. πολλὰ οὖν μογήσας, καὶ εἰς ἐσχάτην ἐληλακὼς ταλαιπωρίαν, ὡς μηδὲ τῆς βρομώδους τῶν χοίρων τροφῆς τὴν ἰδίαν ἰσχύειν ἐμπλῆσαι γαστέρα,4 εἰς συναίσθησιν ὀψέ ποτε ἐλθὼν τῆς τοιαύτης αἰσχύνης, θρηνῶν ἑαυτὸν ἔλεγε·

教导信徒们;我们若切望达到完全,配得公义的不朽冠冕——那公义的审判者主在那日要赐给凡爱慕祂显现的人的——我们就应当谨守这一切。” 约阿萨夫对长老说:“既然教义的这种严谨也要求这种纯全无瑕的行为操守,那么在受洗之后,若发生我违背了这些诫命中的一条或两条之事,我岂不是将完全错失目标,而一切指望都归于徒然了吗?” 巴兰说:“你不要这样看待这些事。因为为了拯救我们人类而成肉身的神之道,深知我们本性的极大软弱与困苦,甚至在这一方面也没有任凭我们患病而无可医治;反倒如同极有智慧的医生,在我们易于失足且偏爱犯罪的意念中调和了悔改的良药,宣扬悔改以得罪的赦免。因为在我们领受了真理的真知、借着水与圣灵得成圣洁、并不费力地洗净了一切罪恶和一切污秽之后,若发生我们陷入了罪恶的某些过犯之中,诚然不再有借着洗礼、在洗礼池的水中由圣灵生成且使我们全然重塑的第二次重生——因为这一恩赐是一次性赐下的;然而借着痛苦的悔改与滚烫的热泪、劳苦与汗水,因着我们神怜悯的心肠,也能实现对过犯的洗净与赦免。因为泪水之泉因着主的恩典亦被称为洗礼,但它需要劳苦与时间;它曾将许多人从诸多过犯中拯救出来;因为并没有任何罪能胜过神爱人的仁慈,只要我们赶快悔改并以泪水洗去过犯的羞耻,而不至被抢先而至的死亡驱逐离开此世时仍处于污秽之中。因为在阴间没有承认与宣罪,也没有悔改;但只要我们尚在生者之中,正统信仰的根基只要坚固不裂,即使梁木架设或内部构建的某些部分松弛瓦解,仍可以通过悔改使因过犯而朽坏者重新归于更新。因为神的慈悲之多不可胜数,祂的怜悯之大不可测度;而无论何样的罪恶与过犯都是受制于度量且是可数的。因此,受制于度量与数目的我们的过犯,断不能胜过神无可度量的怜悯与 不可胜数的慈悲。所以我们受命不可对所犯的罪失望,倒要认识神的良善,定罪那些因基督爱人的仁慈而摆在我们面前得以赦免的罪,因基督为我们的罪流出了自己的宝血。我们从圣经的许多地方受教得知悔改的能力,尤其是从我们主耶稣基督的诫命和比喻中。因为经上说:‘从那时候,耶稣就开始教导,说:“天国近了,你们应当悔改!”’而且祂还在一个比喻中引出某个儿子,他拿了父亲的产业,往远方去,在那里任意放荡,耗尽了一切;随后,那地方遭了饥荒,他就去投靠了那罪恶深重的国家的一个邪恶公民;经上说,那人打发他到自己的田里去放猪——主以此来称呼最残酷且可憎的罪恶。因此他历尽艰辛,沦落到极度悲惨的境地,以致连猪所吃的发臭的食物都无法用来填饱自己的肚腹,他终于意识到了这样的羞耻,便哀叹着自己说:

语法注4 条
  1. 11.93Ταύτης οὖν τῆς ἀκριβείας τῶν δογμάτων χρῃζούσης καὶ τὴν ἀκραιφνῆ ταύτην πολιτείαν

    属格独立结构(genitive absolute)。动词 χρῄζω 通常支配属格,但此处直接带宾格补足语 τὴν ἀκραιφνῆ ταύτην πολιτείαν,表示原因或前提背景:“既然教义的这种严谨也要求这种纯全无瑕的行为操守”。

  2. 11.93ἆρα διαμαρτάνων ἔσομαι ὅλου τοῦ σκοποῦ

    迂回未来时(periphrastic future),由系动词未来时 ἔσομαι 与现在分词 διαμαρτάνων 结合构成,代替简单未来时。动词 διαμαρτάνω 意为“偏离目标、错失”,后接属格宾语 ὅλου τοῦ σκοποῦ。

  3. 11.94βάπτισμα γὰρ ἐκλήθη καὶ ἡ τῶν δακρύων πηγή, κατὰ χάριν τοῦ Δεσπότου, ἀλλὰ πόνου καὶ χρόνου δεόμενον

    中性分词 δεόμενον 在性数上并未与其语法主语(阴性名词 ἡ πηγή)一致,而是受表语中性名词 βάπτισμα 的吸引而作中性一致(述语吸引):“泪水之泉亦被称为洗礼……但这一洗礼却需要劳苦与时间”。

  4. 11.95ὡς μηδὲ τῆς βρομώδους τῶν χοίρων τροφῆς τὴν ἰδίαν ἰσχύειν ἐμπλῆσαι γαστέρα

    由 ὡς 引导的结果从句接不定式(ἰσχύειν)。动词 ἐμπίπλημι 支配被填满之物的宾格(τὴν ἰδίαν γαστέρα)以及填满之物的材料属格(τῆς βρομώδους τῶν χοίρων τροφῆς):“以致连猪的发臭食物都无法用来填饱自己的肚子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:11.93-11.95