← 大马士革的圣约翰

巴兰和约萨法特

§11.90-11.92

摩西律法与基督诫命的对照

巴拉姆继续列举信徒应履行的美德,将摩西律法与基督在登山宝训中的崇高诫命进行对照,向约阿萨法详述应当恪守的准则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.90

καθαροὺς τῇ καρδίᾳ,1 ἀπεχομένους ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, εἰρηνοποιοὺς πρός τε τοὺς πλησίον καὶ πρὸς τὴν ἑαυτῶν ψυχήν, ὑποτάξαντας δηλονότι τὸ χεῖρον τῷ κρείττονι καὶ τὸν μεταξὺ αὐτῶν διηνεκῆ πόλεμον ὀρθῇ κρίσει εἰρηνοποιήσαντας, ὑπομένειν τε2 πάντα διωγμὸν καὶ πᾶσαν θλῖψιν καὶ ὀνειδισμόν, ἕνεκεν δικαιοσύνης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἡμῖν ἐπαγόμενον, ἵνα τῆς αἰωνίου χαρᾶς ἐν τῇ λαμπρᾷ τῶν δώρων διανομῇ ἀξιωθῶμεν. ἀλλὰ καὶ ἐν τῷ κόσμῳ οὕτως παρακελεύεται λάμπειν τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι, φησί, τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁ μὲν γὰρ τοῦ Μωσέως νόμος, ὁ πάλαι δοθεὶς τοῖς Ἰσραηλίταις, Οὐ φονεύσεις, λέγει, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· ὁ δὲ Χριστός φησιν, ὅτι Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. ὃς δ’ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός·3 καὶ ὅτι, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ ὅτι Πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· τὸν μολυσμὸν τῆς ψυχῆς καὶ τὴν τοῦ πάθους συγκατάθεσιν μοιχείαν καλέσας. ἀλλὰ καὶ τοῦ νόμου τὴν ἐπιορκίαν κωλύοντος, ὁ Χριστὸς οὐδὲ ὅλως ὀμνύειν, πλὴν τοῦ Ναὶ καὶ τοῦ Οὔ, ἐνετείλατο. ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκεῖ· ἐνταῦθα δέ· Ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ, φησί, καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο· τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν. μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων· ὃς οὖν τὴν ψυχὴν δοὺς καὶ τὸ σῶμα, δώσει πάντως καὶ τροφὴν καὶ ἔνδυμα,4 ὁ τὰ πετεινὰ τοῦ οὐρανοῦ τρέφων καὶ τὰ κρίνα τοῦ ἀγροῦ τοιαύτῃ κοσμῶν ὡραιότητι. ζητεῖτε δέ, φησί, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. μὴ μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον τὰ ἑαυτῆς μεριμνήσει. πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. ἰδοὺ ταῦτα καὶ τὰ τούτοις ὅμοια ἐνετείλατο ὁ Σωτὴρ τοῖς ἀποστόλοις

并且清心,远离肉身与灵的一切玷污,既向邻舍亦向自己的灵魂缔造和平——也就是将那较卑下的顺服于较尊贵的,并以正确的判断使二者之间持续不断的争战归于和睦——还要忍受为义、为祂的名而加于我们的一切迫害、患难和羞辱,好使我们在那辉煌的恩赐分发中配得永远的喜乐。不仅如此,祂还吩咐我们的光在世上当在人面前这样照耀,正如祂所说:好叫他们看见你们的好行为,便归荣耀给你们在天上的父。因为古时颁给以色列人的摩西律法虽说:‘不可杀人,不可奸淫,不可偷盗,不可作假见证’;基督却说:‘凡无故向弟兄发怒的,必难免受审判;凡说“蠢子”的,必难免受火狱之刑。若是你在祭坛上献礼物,在那里想起弟兄向你怀怨,就把你的礼物留在那里的祭坛上,先去与弟兄和好’;又说:‘凡看见妇女就动淫念的,心里已经与她犯奸淫了’,将灵魂的玷污和对情欲的顺从称作奸淫。此外,律法虽禁止背誓,基督却吩咐根本不可起誓,除了‘是’与‘否’之外。律法上说‘以眼还眼,以牙还牙’;在此处却说:‘有人打你的右脸,连另一边也转过来由他打;有人想要告你,要拿你的里衣,连外衣也由他拿去;有人强逼你走一里路,你就同他走二里;有求你的,就给他;有向你借贷的,不可推辞;要爱你们的仇敌,祝福咒诅你们的人,善待恨你们的人,为那凌辱你们、迫害你们的人祷告;这样就可以作你们天父的儿子,因为祂叫日头照恶人,也照好人;降雨给义人,也给不义的人。你们不要论断人,免得你们被论断;要饶恕人,就必蒙饶恕。不要为自己积攒财宝在地上,地上有虫子咬,能锈坏,也有贼挖窟窿来偷;只要积攒财宝在天上,天上没有虫子咬,不能锈坏,也没有贼挖窟窿来偷;因为你们的财宝在哪里,你们的心也在哪里。不要为生命忧虑吃什么,喝什么;也不要为身体忧虑穿什么;因为你们的天父知道你们是需要这一切的;因此,那赐予生命和身体的,必定也赐予饮食和衣服,祂喂养天空的飞鸟,以这样的美丽装扮田野的百合花。但你们要先求,’祂说,‘神的国和祂的义,这些东西都要加给你们了。不要为明天忧虑,因为明天自有明天的忧虑。凡你们所愿人怎样待你们,你们也要怎样待人。你们要进窄门;因为引到灭亡,那门是宽的,路是大的,进去的人也多;引到生命,那路是狭窄艰难的,找着的人也少。凡称呼我“主啊,主啊”的人,不能都进天国;唯独遵行我天父旨意的人,才能进去。爱父亲或母亲胜过爱我的,配不上我;爱儿子或女儿胜过爱我的,配不上我;不背着自己的十字架跟从我的,也配不上我。’看哪,救主吩咐使徒的,正是这些事以及诸如此类的事,”

语法注4 条
  1. 11.90καθαροὺς τῇ καρδίᾳ

    承接上一段落末尾的动词 ὑποτίθεται(指示)及此前的 Ἐνετείλατο(吩咐),作为其带有的宾语补足语(宾格)的连续列举。随后的 ἀπεχομένους, εἰρηνοποιούς, ὑποτάξαντας, εἰρηνοποιήσαντας 等分词与形容词均在此统合格位中与之保持一致。

  2. 11.90ὑπομένειν τε

    通过连词 τε,统语结构从前文一系列宾格形容词/分词的并列过渡至不定式补足语。它同样作为主导动词(Ἐνετείλατο / ὑποτίθεται)的补足不定式,指示所吩咐的内容。

  3. 11.90ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός

    形容词 ἔνοχος 通常接表示罪名或刑罚的与格或属格,但此处遵循了《马太福音》5:22的经文句法,与介词 εἰς 加宾格结合,指示受罚的归宿之地。

  4. 11.92ὃς οὖν τὴν ψυχὴν δοὺς καὶ τὸ σῶμα, δώσει πάντως καὶ τροφὴν καὶ ἔνδυμα

    关系代词 ὅς 包含了先行词,实质性地充当句子的主语(“那位……者”)。不定过去时分词 δοὺς 阐明了先前的赐予,主动词 δώσει 则引出“由大及小”的推论结果(既然赐了生命与身体,必定也赐饮食与衣服)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:11.90-11.92