← 大马士革的圣约翰

巴兰和约萨法特

§11.86-11.89

约阿萨法求受洗与受洗后美德的实行

约阿萨法信服主教导并求受洗,询问受洗后为得救还当行何事。巴拉姆解释信心必须配合美德的实行,借污鬼重返的比喻警告受洗后再陷罪恶的危险,并劝勉他遵行主的诫命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.86

Λέγει πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Πάντα σου τὰ ῥήματα καλὰ καὶ θαυμαστά εἰσι, κἀγὼ ἐπίστευσα καὶ πιστεύω, πᾶσαν μὲν εἰδωλολατρείαν ἀπὸ καρδίας μισήσας· καί, πρὸ τοῦ εἰσελθεῖν γάρ σε1 πρός με, πλαγίως πως καὶ διστάζων πρὸς ταύτην διέκειτό μου ἡ ψυχή· νυνὶ δὲ τέλειον μῖσος ἐμίσησα, μαθὼν παρὰ σοῦ τὴν ματαιότητα τούτων καὶ τὴν ἀφροσύνην τῶν αὐτοῖς λατρευόντων. Ποθῶ δὲ τοῦ ἀληθινοῦ Θεοῦ δοῦλος γενέσθαι, εἴπερ οὐκ ἀπώσεταί με τὸν ἀνάξιον διὰ τὰς ἐμὰς ἀνομίας, ἀλλὰ συγχωρήσει μοι πάντα, φιλάνθρωπος ὢν καὶ εὔσπλαγχνος, καθὰ διδάσκεις, καὶ ἀξιώσει με δοῦλον αὐτοῦ γενέσθαι. ἤδη οὖν ἑτοίμως ἔχω καὶ τὸ βάπτισμα δέξασθαι, καὶ πάντα ὅσα εἴπῃς μοι φυλάξαι. τί δὲ χρή με ποιεῖν μετὰ τὸ βάπτισμα; καὶ εἰ ἀρκεῖ τοῦτο μόνον πρὸς σωτηρίαν, τὸ πιστεῦσαι καὶ βαπτισθῆναι, ἢ καὶ ἄλλα τινὰ δεῖ προστιθέναι; Καί φησι πρὸς αὐτὸν ὁ Βαρλαάμ· Ἄκουσον τί δεῖ ποιεῖν μετὰ τὸ βάπτισμα· πάσης μὲν ἁμαρτίας καὶ παντὸς πάθους ἀπέχεσθαι, ἐποικοδομεῖν δὲ ἐπὶ τῷ θεμελίῳ τῆς ὀρθοδόξου πίστεως τὴν τῶν ἀρετῶν ἐργασίαν, ἐπειδὴ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα πίστεως δίχα. φησὶ γὰρ ὁ Ἀπόστολος· Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε· φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστι, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, ἀσέλγειαι, εἰδωλολατρείαι, φαρμακεῖαι, ἔχθραι, ἔρις, ζῆλοι, θυμοί, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, φιλαργυρίαι, λοιδορίαι, φιληδονίαι, μέθαι, κῶμοι, ὑπερηφανίαι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἁγιασμὸς ψυχῆς καὶ σώματος, ταπείνωσις καρδίας καὶ συντριβή, ἐλεημοσύνη, ἀμνησικακία, φιλανθρωπία, ἀγρυπνία, μετάνοια ἀκριβὴς πάντων τῶν προγεγονότων σφαλμάτων, δάκρυον κατανύξεως, πένθος ὑπέρ τε τῶν ἰδίων ἁμαρτιῶν καὶ τῶν τοῦ πλησίον, καὶ τὰ τούτοις ὅμοια, ἅτινα, ὥσπερ τινὲς βαθμίδες καὶ κλίμακες ἀλλήλων ἐχόμεναι καὶ ὑπ’ ἀλλήλων συγκροτούμεναι, εἰς οὐρανὸν τὴν ψυχὴν ἀναφέρουσιν. ἰδοὺ τούτων ἐντετάλμεθα, μετὰ τὸ βάπτισμα, ἀντέχεσθαι, τῶν δ’ ἐναντίων ἀπέχεσθαι. Εἰ δὲ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, τῶν προτέρων αὖθις ἐπιληψόμεθα νεκρῶν ἔργων, καὶ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψομεν, συμβήσεται ἡμῖν τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον. Ὅταν γάρ, φησί, τὸ ἀκάθαρτον Πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ʽτῇ χάριτι δηλαδὴ τοῦ βαπτίσματοσ̓, διέρχεται δι’ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· μὴ φέρον δὲ ἐπὶ πολὺ ἄοικον καὶ ἀνέστιον περιπλανᾶσθαι, λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. καί, ἐλθόν, εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, κενὸν δὲ καὶ σχολάζοντα, μὴ ὑποδεξάμενον τὴν ἐργασίαν τῆς χάριτος, μηδὲ πληρώσαντα ἑαυτὸν τῷ πλούτῳ τῶν ἀρετῶν. τότε πορεύεται καὶ λαμβάνει μεθ’ ἑαυτοῦ ἕτερα ἑπτὰ Πνεύματα πονηρότερα ἑαυτοῦ· καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. τὸ γὰρ βάπτισμα τῶν μὲν προημαρτημένων πάντων τὰ χειρόγραφα, τῷ ὕδατι ἐνθάπτον, παντελεῖ ἀφανισμῷ παραδίδωσι, καὶ εἰς τὸ ἑξῆς τεῖχος ἡμῖν ἐστιν ἀσφαλὲς καὶ προπύργιον καὶ ὅπλον κραταιὸν εἰς τὴν τοῦ ἐχθροῦ παράταξιν· οὐ μὴν δὲ ἀναιρεῖ τὸ αὐτεξούσιον, οὔτε τῶν μετὰ τὸ βάπτισμα ἁμαρτανομένων ἔχει συγχώρησιν, οὔτε δευτέρας κολυμβήθρας κατάδυσιν.2 ἓν γὰρ ὁμολογοῦμεν βάπτισμα· καὶ χρὴ πάσῃ φυλακῇ τηρεῖν ἑαυτούς, μὴ δευτέροις ἐμπεσεῖν μολυσμοῖς,3 ἀλλὰ τῶν ἐντολῶν ἐπιλαβέσθαι τοῦ Κυρίου. εἰπὼν γὰρ πρὸς τοὺς Ἀποστόλους, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οὐ μέχρι τούτου ἔστη· ἀλλὰ προσέθετο, Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἐνετείλατο δὲ πτωχοὺς μὲν εἶναι τῷ πνεύματι, οὓς μακαρίζει καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξίους ἀποκαλεῖ. εἶτα πενθεῖν ἐν τῷ παρόντι ὑποτίθεται βίῳ, ἵνα τῆς μελλούσης παρακλήσεως ἀξιωθῶμεν, πραεῖς τε εἶναι καὶ ἀεὶ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, ἐλεήμονάς τε καὶ εὐμεταδότους, οἰκτίρμονας καὶ συμπαθεῖς,

约阿萨法对他说:“你的话语无不美好而奇妙,我早已相信,如今依然深信,从心底厌恶一切偶像崇拜。确实,甚至在你来到我这里之前,我的灵魂对它便已存有某种偏见和疑虑;而如今,因从你那里得知了这些东西的虚妄以及侍奉它们之人的愚昧,我更对它们怀着全然的恨意。我切望成为真神的仆人,只要祂不因我的诸般不法而弃绝我不配之人,反而因其仁慈与满有怜悯,如你所教导的那样宽恕我的一切,并使我配作祂的仆人。因此,我现在就准备好领受洗礼,并恪守你所吩咐我的一切。然而,受洗之后我应当行什么呢?单单凭这—— 即相信并受洗——就足以得救了吗?抑或还必须加上某些别的事?”巴拉姆对他说:“听听受洗之后当行何事:应当远离一切罪恶与一切私欲,在正统信仰的根基上建立美德的实行,因为没有行为的信心是死的,正如没有信心的行为也是死的一样。因为使徒说:‘你们当顺着圣灵而行,就绝不放纵肉体的情欲了。肉体的行为是显而易见的,就是:奸淫、苟合、污秽、邪荡、拜偶像、邪术、仇恨、争竞、忌恨、恼怒、结党、纷争、异端、嫉妒、凶杀、贪财、辱骂、贪爱享乐、醉酒、荒宴、傲慢以及诸如此类的事。我从前告诉你们,现在又预先告诉你们,行这样事的人必不能承受神的国。圣灵所结的果子,乃是仁爱、喜乐、和平、忍耐、恩慈、良善、信实、温柔、节制、身心的圣化、心灵的谦卑与悔碎、施舍、不念旧恶、爱人、警醒、对过往一切过犯的切实悔改、痛悔的眼泪、为自己与邻舍之罪的哀恸,以及诸如此类的事;这些事宛如相互连接、彼此支撑的阶梯与梯子,将灵魂引向天堂。’看哪,我们受命在受洗之后坚守这些,远离与之相反的事。但我们若在领受真理的真知之后,再次重拾先前的死行,如狗转去吃自己所吐的,主所说的话就必应验在我们身上。因为祂说:‘污鬼离了人身(即藉着洗礼的恩典),便在无水之地过来过去,寻求安歇之处,却寻不着;由于耐不住长久无家可归、流离失所,便说:“我要回到我所出来的屋里去。”到了,见里面打扫干净,修饰整齐,却空置闲置着,既未领受恩典的作为,亦未以美德的财富充满自己。于是去另带了七个比自己更恶的鬼来,进去住在那里;那人末后的景况比先前更坏了。’因为洗礼将先前所犯诸罪的字据埋入水中,交付于彻底的毁灭,此后便成了我们抵御仇敌军阵的稳固城垣、壁垒与强有力的武器;然而它并未废除人的自由意志,对于受洗后所犯的罪,它既不含有赦免之恩,亦无第二次浸入洗礼池之举。因为我们承认只有一次洗礼;我们必须竭尽警醒保守自己,免得陷入第二次的玷污,而要坚守主的诫命。因为主向使徒们说了‘你们要去,使万民作我的门徒,奉父、子、圣灵的名给他们施洗’之后,并没有就此止步;反而补充道:‘凡我所吩咐你们的,都教训他们遵守。’祂吩咐人应当在心灵上贫穷,祂称这样的人是有福的,且配得天国;接着祂指示在今世应当哀恸,好使我们配得将来的安慰,并要温柔,常常饥渴慕义,怜恤人且慷慨施舍,满怀仁慈与同情,”

语法注3 条
  1. 11.86πρὸ τοῦ εἰσελθεῖν γάρ σε

    介词 πρό 接带定冠词的中性单数属格不定式结构(τοῦ εἰσελθεῖν),宾格代词 σε 作不定式的逻辑主语。后置连词 γάρ 插入在该介词短语内部(紧随不定式短语之后)。

  2. 11.89οὔτε τῶν μετὰ τὸ βάπτισμα ἁμαρτανομένων ἔχει συγχώρησιν, οὔτε δευτέρας κολυμβήθρας κατάδυσιν.

    动词 ἔχει 的主语承接前句的主语 τὸ βάπτισμα(洗礼)。属格 τῶν ... ἁμαρτανομένων 是依附于名词 συγχώρησιν 的宾格性属格(‘对受洗后所犯之罪的赦免’),而 κατάδυσιν 则与 συγχώρησιν 并列,同作 ἔχει 的直接宾语(‘洗礼并不具备……’)。

  3. 11.89μὴ δευτέροις ἐμπεσεῖν μολυσμοῖς

    依附于表警诫的短语 τηρεῖν ἑαυτούς(‘保守自己’)之后的否定不定式结构(μή 搭配不定过去时不定式 ἐμπεσεῖν)。其功能等同于带有 ἵνα μή 或 ὅπως μή 的从属从句,表‘免得/以免落入……’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:11.86-11.89