- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:10.83-10.86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉姆阐明了三位一体独一真神的教义,应许凡信而受洗者必获拯救与永恒福乐,同时警告固执不信者必面临死亡与炼狱的永罚。
ἡμῖν δὲ οὐχ οὕτως ἐστίν, οὐδὲ πολλοὶ θεοὶ καὶ κύριοι· ἀλλ’ εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος ἁπάσης τῆς κτίσεως καὶ πάντων τῶν αἰώνων, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι· Τὰ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα, τὸν Κύριον καὶ ζωοποιόν, Θεὸν καὶ θεοποιοῦν, Πνεῦμα ἀγαθόν, Πνεῦμα εὐθές, Πνεῦμα παράκλητον, Πνεῦμα υἱοθεσίας. τούτων Θεὸς μὲν ἕκαστον καθ’ ἑαυτὸ θεωρούμενον·1 ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς δὲ Θεὸς ἐν τρισί, μία φύσις, μία βασιλεία, μία δύναμις, μία δόξα, μία οὐσία, διαιρετὴ ταῖς ὑποστάσεσι καὶ μόνον. εἷς γὰρ ὁ Πατήρ, ᾧ καὶ ἴδιον ἡ ἀγεννησία· εἷς δὲ ὁ μονογενὴς Υἱός, καὶ ἴδιον αὐτῷ ἡ γέννησις· ἓν δὲ τὸ Ἅγιον Πνεῦμα, καὶ ἴδιον αὐτῷ ἡ ἐκπόρευσις.
但对我们而言却非如此,也没有许多的神与主;而只有独一的父神,万物出乎祂,我们也归于祂;并有独一的主耶稣基督,万物藉着祂,我们也藉着祂存在;祂是那不能见之神的像,在一切受造之物和万代之先受生,因为万有都是在祂里面创造的,无论是天上的、地上的,能见的、不能见的,或是有位的、主治的、执政的、掌权的;万物都是藉着祂造的,凡被造的,没有一样不是藉着祂造的;并有独一的圣灵,万物都在祂里面,为主、为赐生命者,为神、且能使人神化,为善灵、正直的灵、保惠师之灵、得嗣子名分的灵。这些位格,若各自独立观照,每一位皆为神;父如何,子亦如何,子如何,圣灵亦如何;然而在三位中为独一的神,同有一性、一国、一能、一荣、一实体,仅在位格上有别。因为父独一,其特质为非受生;独生子独一,其特质为受生;圣灵亦独一,其特质为发出。
οὕτω γὰρ ἡμεῖς, ἐκ φωτὸς τοῦ Πατρὸς φῶς περιλαμφθέντες τὸν Υἱὸν2 ἐν φωτὶ τῷ Ἁγίῳ Πνεύματι, μίαν δοξάζομεν θεότητα ἐν τρισὶν ὑποστάσεσι· καὶ αὐτός ἐστιν ἀληθινὸς καὶ μόνος Θεός, ὁ ἐν Τριάδι γινωσκόμενος, ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Τούτου τῇ χάριτι τὰ κατὰ σὲ γνοὺς κἀγὼ ἀπεστάλην διδάξαι σε ἃ μεμάθηκα καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν. εἰ οὖν πιστεύσεις καὶ βαπτισθῇς, σωθήσῃ· εἰ δὲ ἀπιστήσεις, κατακριθήσῃ. ταῦτα γὰρ ἃ σήμερον ὁρᾷς καὶ οἷς σεμνύνῃ, ἥ τε δόξα καὶ τρυφὴ καὶ ὁ πλοῦτος καὶ πᾶσα ἡ τοῦ βίου ἀπάτη, ὅσον οὔπω3 παρέρχεται, ἐκβαλοῦσι δέ σε καὶ μὴ βουλόμενον ἐντεῦθεν.4 καὶ τὸ μὲν σῶμα κατακλεισθήσεται σμικροτάτῳ μνήματι μονώτατον καταλειφθέν, πάσης τε ἀποστερηθὲν φίλων καὶ συγγενῶν ἑταιρείας· οἰχήσεται δὲ τὰ τερπνὰ τοῦ κόσμου, καὶ πολλὴ ἀηδία καὶ δυσώδης φθορά, ἀντὶ τῆς νυνὶ καλλονῆς καὶ εὐοσμίας, περιχυθήσεται· τὴν δὲ ψυχήν σου βαλοῦσιν ἐν τοῖς καταχθονίοις τῆς γῆς, ἐν τῇ καταδίκῃ τοῦ ᾅδου, ἕως τῆς τελευταίας ἀναστάσεως, ἡνίκα πάλιν ἀπολαβοῦσα ἡ ψυχὴ τὸ ἑαυτῆς σῶμα ἐκριφθήσεται ἐκ προσώπου Κυρίου, καὶ παραδοθήσεται πυρὶ γεέννης ἀτελεύτητα φλογιζούσης. ταῦτά σοι συμβήσεται καὶ πολλῷ τούτων χείρονα, εἰ ἐμμείνῃς τῇ ἀπιστίᾳ. Εἰ δὲ προθύμως ὑπακούσεις τῷ καλοῦντί σε εἰς σωτηρίαν, καί, προσδραμὼν αὐτῷ πόθῳ καὶ χαρᾷ, τῷ φωτὶ αὐτοῦ σημειωθήσῃ, καὶ ἀμεταστρεπτὶ αὐτῷ ἀκολουθήσεις, πάντα μὲν ἀπαρνησάμενος, αὐτῷ μόνῳ κεκολλημένος, ὁποίας τεύξῃ ἀσφαλείας καὶ εὐφροσύνης ἄκουσον· Ἐὰν κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς τῶν ἀσεβῶν δαιμόνων ἐπερχομένας· ἀλλὰ πορεύσῃ πεποιθὼς ὡς λέων, καὶ ζήσῃ μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς σου ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεταί σε· ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός·
因为我们如此受父之光照耀,在圣灵之光中得见子之光,遂在三个位格中荣耀独一的神性;祂正是那在三位一体中所被认识的、真实且独一的神,因为万物皆本于祂、藉着祂、归于祂。我因祂的恩典得知你的处境,亦奉差来教导你我从起初直到这白发之年所学并坚守之道。因此,你若信而受洗,必得拯救;若不信,必被定罪。因为你今日所见并引以为傲的这一切——荣耀、奢华、财富与今生的一切虚妄欺骗——转瞬即逝,人们也将违背你的意愿将你从此处驱逐。你的身体将被禁闭于极狭小的坟墓中,被弃为孤寂无依,丧失朋友与亲族的一切陪伴;世间的诸般欢愉将消逝,极大的厌恶与恶臭的腐朽将取代现今的娇美与馨香而倾倒其上;而你的灵魂将被投入大地的阴府,受地狱的刑罚,直到末日的复活,届时灵魂必重新得回自己的身体,从主的面容前被逐出,交付于无尽燃烧的欣嫩谷之火中。你若固执于不信之中,这些事以及比这远为可怕的灾祸必临到你。但你若热切顺从那召你得救的主,怀着渴慕与喜乐奔向祂,受祂真光的印记,撇下万物、单单依附于祂并不回首地跟随祂,且听你将获得何等的安宁与喜悦吧:‘你若坐下,必无所惧怕;你若躺卧,必睡得香甜,既不怕临到的惊恐,也不怕涌来的邪恶魔鬼之侵袭;反而如狮子般充满笃信而行,在永恒的喜乐与踊跃中生活;因为喜乐与赞美必在你头上,欢欣必临到你;在那里,痛苦、悲哀与叹息都已逃遁。’
τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· ἐγὼ γάρ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μνησθῶ· σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς. καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι σου ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
‘那时,你的光必如黎明破晓,你的医治必迅速发旺,你的公义必在你前头行,神的荣耀必环绕护庇你。那时你呼求,神必垂听;你尚在说话,祂必说:“看哪,我在这里;因为我是涂抹你过犯、不再纪念它们的主。但你要纪念,让我们一同受审;述说你的罪过,使你得以称义。你的罪虽像朱红,我必使它变成雪白;虽红如丹颜,我必使它白如羊毛。”’因为这是主亲口说的。
- 10.83τούτων Θεὸς μὲν ἕκαστον καθ’ ἑαυτὸ θεωρούμενον
τούτων 为表示总体的属格(部分属格,“在这些当中”)。主语为中性单数代词 ἕκαστον,分词 θεωρούμενον(中性单数主格)与其一致,表条件或状态(“若各自独立观照”)。整句为省略系词 ἐστί 的名词性谓语句,Θεός 作表语/谓语。
- 10.84ἐκ φωτὸς τοῦ Πατρὸς φῶς περιλαμφθέντες τὸν Υἱὸν
περιλαμφθέντες 是动词 περιλάμπω(四面照亮)的过去被动分词(阳性主格复数,与主语 ἡμεῖς 一致)。τὸν Υἱόν 作宾格,表示被照亮的内容/对象,与前面的宾格 φῶς 构成同位语(“在圣灵之光中,受父之光照耀得见作为光之子”)。这是被动分词保留宾格补足语的句法结构。
- 10.84ὅσον οὔπω
意为“转瞬即逝”、“顷刻之间”或“即刻”(all but, very soon)的固定副词短语。与紧随其后的现在时动词 παρέρχεται 连用,生动地突显尘世荣华与生命的消逝迫在眉睫。
- 10.84ἐκβαλοῦσι δέ σε καὶ μὴ βουλόμενον ἐντεῦθεν
第三人称复数动词 ἐκβαλοῦσι 的主语既可指前文列举的事物(荣耀、财富、世俗欺骗的拟人化表达),也可作不定人称的第三人称复数使用(“人们”、“他们将把你驱逐”)。后者在语意上更为顺畅。καὶ μὴ βουλόμενον 为表让步的副词性分词短语(“即便非你所愿”)。
