- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:10.81-10.82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夜莺揭露捕鸟人完全没有领会自己传授的三条诫命并嘲笑其愚顽;巴拉安借此比喻痛斥偶像崇拜者的盲目荒谬,劝勉约阿萨法脱离邪恶世代、弃绝虚假神明。
ἡ δὲ ἀηδὼν ἔφη αὐτῷ· Νῦν ἔγνων ἰσχυρῶς ἀνοηταίνειν σε· δεξάμενος γὰρ τὰ λεχθέντα σοι προθύμως καὶ ἡδέως ἀκούσας, οὐδεμίαν ἐξ αὐτῶν ὠφέλειαν ἐπεκτήσω. εἶπόν σοι μὴ μεταμελεῖσθαι ἐπὶ πράγματι παρελθόντι· καὶ ἰδοὺ συνεχύθης τῇ λύπῃ ὅτι σου τὰς χεῖρας ἐξέφυγον, μεταμελόμενος ἐπὶ πράγματι παρελθόντι. ἐνετειλάμην σοι μὴ ἐπιχειρεῖν τῶν ἀνεφίκτων ἐφικέσθαι, καὶ πειρᾷ κατασχεῖν με, μὴ δυνάμενος τῆς ἐμῆς ἐφικέσθαι πορείας. πρὸς τούτοις δὲ καὶ ἄπιστον ῥῆμα μὴ πιστεύειν σοι διεστειλάμην· ἀλλ’ ἰδοὺ ἐπίστευσας ὑπάρχειν ἐν τοῖς ἐγκάτοις μου μαργαρίτην ὑπερβαίνοντα τὸ μέτρον τῆς ἡλικίας μου,1 καὶ οὐκ ἐφρόνησας συνιέναι ὅτι ὅλη ἐγὼ οὐκ ἐφικνοῦμαι τῷ μεγέθει τῶν τοῦ στρουθοκαμήλου ὠῶν, καὶ πῶς μαργαρίτην τοιοῦτον ἐχώρησα ἐν ἐμοί; Οὕτως οὖν ἀνοηταίνουσι καὶ οἱ πεποιθότες ἐπὶ τοῖς εἰδώλοις· εἰργάσαντο γὰρ ταῦτα ταῖς χερσὶν αὐτῶν, καὶ προσκυνοῦσιν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, λέγοντες· Οὗτοι οἱ πλαστουργοὶ ἡμῶν. πῶς οὖν πλαστουργοὺς τοὺς ὑπ’ αὐτῶν δημιουργηθέντας καὶ διαπλασθέντας νομίζουσιν; ἀλλὰ καὶ τηροῦντες αὐτὰ ἐν ἀσφαλείᾳ, τοῦ μὴ ὑπὸ κλεπτῶν συληθῆναι, φύλακας ἀποκαλοῦνται τῆς σφῶν σωτηρίας· καὶ τοί γε πόσης ταῦτα ἀφροσύνης, καὶ τὸ μὴ γινώσκειν ὅτι, οὐκ ἐξαρκοῦντες ἑαυτοὺς φυλάσσειν καὶ βοηθεῖν, πῶς ἄλλοις γένοιντο φύλακες καὶ σωτῆρες;2 τί γάρ, φησίν, ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κατακενοῦσι χρήματα, στήλας τοῖς δαίμοσι καὶ ἀγάλματα ἐγεῖραι, καὶ φληναφοῦσιν ἀγαθῶν παρόχους αὐτοὺς ὑπάρχειν, αἰτοῦντες παρ’ αὐτῶν λαβεῖν ἅπερ οὔτε πώποτε ἐκτήσαντο, οὔτε μὴν ἔτι κτήσονται. διὸ γέγραπται· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ̓ αὐτοῖς· οἵτινες, φησί, μισθωσάμενοι χρυσοχόον, ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτοῖς. αἴρουσιν αὐτὰ ἐπὶ τῶν ὤμων καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτὰ ἐπὶ τοῦ τόπου, μενεῖ ἐν αὐτῷ, οὐ μὴ κινηθῇ. καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτά, οὐ μὴ εἰσακούσῃ αὐτοῦ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Διὸ αἰσχύνθητε αἰσχύνην αἰώνιον, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· Ὑμεῖς ἐστὲ θεοὶ ἡμῶν. Ἔθυσαν γάρ, φησί, δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, ὅτι γενεὰ ἐξεστραμμένη ἐστὶ καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ἐκ ταύτης οὖν τῆς πονηρᾶς γενεᾶς καὶ ἀπίστου προσκαλεῖταί σε Κύριος, λέγων σοι· Ἔξελθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητι, καὶ ἀκαθάρτου μὴ ἅψῃ, ἀλλὰ σώθητι ἐκ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης· ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· ἡ γὰρ πολυαρχία τῶν παῤ ὑμῖν θεῶν καὶ ἄτακτον καὶ στασιῶδες καὶ παντελῶς ἀνύπαρκτον.
夜莺对他说:“如今我知道你极其愚蠢;因为你虽欣然领受并乐意聆听了对你说的话,却未从中得到丝毫益处。我曾告诉你不要为过去的事后悔;看哪,你却因我逃脱了你的手而悲痛混乱,为过去的事后悔。我曾吩咐你不要企图追求不可企及之事;你却试图捉住我,而根本无法企及我的飞翔。此外,我还告诫你不可相信不可信之语;但看哪,你竟然相信我的腹中有一颗超过我体形大小的珍珠,却不用心领会我整只鸟都比不上鸵鸟蛋的大小,又怎能在体内容纳这样的珍珠呢?那些信靠偶像的人,也正是如此愚蠢;因为他们亲手造了这些,敬拜自己手指所作之物,并说:‘这些是我们的造物主。’他们怎能把由自己创造和塑造之物认作造物主呢?不仅如此,他们将它们稳妥地看管,免得被贼偷窃,却反称它们为自己得救的守护者;这该是何等的愚蠢,竟不知它们连看守和帮助自己都不足,又怎能成为别人的守护者和拯救者呢?经上说:‘为活人,岂可求问死人呢?’他们挥霍钱财,为魔鬼立石柱塑雕像,胡言乱语称它们为诸善的赐予者,向它们乞求得到它们从未拥有、也绝不可能拥有的事物。因此经上记着:‘愿造它们的和一切信靠它们的,都与它们一样。’经上说:‘他们雇用了金匠,制造出人手所造之物,便俯伏敬拜它们。他们把它们抬在肩上行走;若把它们安置在某处,它们就留在那里,绝不挪移。无论谁向它们呼求,它们绝不垂听,也不能救他脱离祸患。’因此,信靠雕刻之像、对铸造之像说‘你们是我们的神’的人哪,你们要受永远的羞辱!因为经上说:‘他们献祭给鬼魔,并非给神,给他们列祖所不认识的神;新的、近代的神来到,因为他们是邪恶的世代,心里毫无诚实。’因此,主正从这邪恶而不信的世代中召你,对你说:‘你务要从他们中间出来,与他们分别,不要沾不洁净的物;倒要从这弯曲的世代中得救;起来去吧,因为这里不是你安息之所’;因为你们那些神明的多头统治,既混乱又纷争,且全然虚无。”
- 10.81τὸ μέτρον τῆς ἡλικίας μου
名词 ἡλικία 视语境可指“年龄”或“体形、身材”;在此处与鸟体内珍珠的物理大小及鸟蛋相对比,显然取“体形大小”之意。
- 10.81ὅτι, οὐκ ἐξαρκοῦντες ἑαυτοὺς φυλάσσειν καὶ βοηθεῖν, πῶς ἄλλοις γένοιντο φύλακες καὶ σωτῆρες;
这是一种混合句式(破格文法):由连词 ὅτι 引出的宾语从句内部插入了分词短语 οὐκ ἐξαρκοῦντες...,并直接接续了疑问句 πῶς ... γένοιντο。整句承接前面的 τὸ μὴ γινώσκειν,意为“不知它们连保全自己尚且不足,又怎能成为别人的看守者”。
