- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:1.3-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在交代了印度的地理方位及其昔日陷于偶像崇拜的状态后,本节叙述了基督道成肉身与升天派遣门徒,至圣使徒托马斯赴印度宣教使全境归信,继而埃及修道运动的兴起激励了许多印度人弃世隐修荒漠。
Ἡ τῶν Ἰνδῶν λεγομένη χώρα πόρρω μὲν διάκειται τῆς Αἰγύπτου, μεγάλη οὖσα καὶ πολυάνθρωπος· περικλύζεται δὲ θαλάσσαις καὶ ναυσιπόροις πελάγεσι τῷ κατ’ Αἴγυπτον μέρει· ἐκ δὲ τῆς ἠπείρου προσεγγίζει τοῖς ὁρίοις Περσίδος, ἥτις πάλαι μὲν τῷ τῆς εἰδωλομανίας ἐμελαίνετο ζόφῳ, εἰς ἄκρον ἐκβεβαρβαρωμένη καὶ ταῖς ἀθέσμοις ἐκδεδιῃτημένη τῶν πράξεων.1 ὅτε δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, τὸ ἑαυτοῦ πλάσμα μὴ φέρων ὁρᾶν ἁμαρτίᾳ δουλούμενον, τοῖς οἰκείοις περὶ τοῦτο σπλάγχνοις ἐπικαμφθείς, ὤφθη καθ’ ἡμᾶς ἁμαρτίας χωρίς, καί, τὸν τοῦ Πατρὸς θρόνον μὴ ἀπολιπών, Παρθένον ᾤκησε δι’ ἡμᾶς, ἵν’ ἡμεῖς κατοικήσωμεν τοὺς οὐρανούς, τοῦ τε παλαιοῦ πτώματος ἀνακληθῶμεν, καὶ τῆς ἁμαρτίας ἀπαλλαγῶμεν, τὴν προτέραν υἱοθεσίαν ἀπολαβόντες, καί, πᾶσαν μὲν τὴν διὰ σαρκὸς ὑπὲρ ἡμῶν τελέσας οἰκονομίαν, σταυρόν τε καὶ θάνατον καταδεξάμενος καὶ τοῖς ἐπουρανίοις παραδόξως ἑνοποιήσας τὰ ἐπίγεια, ἀναστὰς δὲ ἐκ νεκρῶν καὶ μετὰ δόξης εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ ἐν δεξιᾷ τῆς τοῦ Πατρὸς μεγαλωσύνης καθίσας, τὸ παράκλητον Πνεῦμα τοῖς αὐτόπταις αὐτοῦ καὶ μύσταις, κατὰ τὴν ἐπαγγελίαν, ἐν εἴδει γλωσσῶν πυρίνων ἐξαπέστειλε, καὶ ἔπεμψεν αὐτοὺς εἰς πάντα τὰ ἔθνη φωτίσαι τοὺς ἐν σκότει τῆς ἀγνοίας καθημένους, καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ὡς ἐντεῦθεν τοὺς μὲν αὐτῶν τὰς ἑῴας λήξεις, τοὺς δὲ τὰς ἑσπερίους λαχόντας περιέρχεσθαι,2 βόρειά τε καὶ νότια διαθέειν κλίματα, τὸ προστεταγμένον αὐτοῖς πληροῦντας διάγγελμα,3 τότε καὶ ὁ ἱερώτατος Θωμᾶς,4 εἷς ὑπάρχων τῆς δωδεκαρίθμου φάλαγγος τῶν μαθητῶν τοῦ Χριστοῦ, πρὸς τὴν τῶν Ἰνδῶν ἐξεπέμπετο, κηρύττων αὐτοῖς τὸ σωτήριον κήρυγμα.
被称为印度之邦的地域远隔埃及,幅员广大且人口繁盛;在朝向埃及的一侧,它被海洋与可通航的大洋环绕,在陆地一侧则邻接波斯边界。这片土地古时曾被狂热偶像崇拜的幽暗所笼罩,极度野蛮化,且沉溺于违理非法的行径之中。然而,当居于父怀里的神的独生子,不忍坐视自己所造的人沦为罪恶的奴仆,因对受造物油然而生的深切怜悯而动心,除罪之外取了与我们相同的形像显现,并在未离弃父之宝座的情形下,为了我们而寄居于童贞女的胎中,使我们得以居于诸天,自古时的堕落中蒙召挽回,脱离罪恶,重新获得往昔做儿子的名分;并且,在按肉身为我们完成了整套救恩经纶、受纳十字架与受死、并奇妙地将地上之物与属天之物归为一体之后,他从死里复活,在荣耀中被接升天,坐在父之尊威的右边,依其应许以火舌之形将安慰者圣灵差遣降临至亲眼目睹其事迹的亲传弟子身上,并差遣他们往普天下去,光照那些坐在愚昧黑暗中的人,奉父、子、圣灵的名给他们施洗,以致自此他们当中抽签抽中东方封疆者遍历东方,抽中西方者巡游西方,驰骋于南北各邦,履行加给他们的诫命——那时,身列基督十二弟子队列之一的至圣托马斯,亦被差遣前往印度之邦,向他们宣讲救世的福音。
τοῦ Κυρίου δὲ συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων, τὸ μὲν τῆς δεισιδαιμονίας ἀπηλάθη σκότος καί, τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων ἀπαλλαγέντες, τῇ ἀπλανεῖ προσετέθησαν πίστει, καί, οὕτω ταῖς ἀποστολικαῖς μεταπλασθέντες χερσί, Χριστῷ διὰ τοῦ βαπτίσματος ᾠκειώθησαν, καί, ταῖς κατὰ μέρος προσθήκαις αὐξανόμενοι, προέκοπτον ἐν τῇ ἀμωμήτῳ πίστει, ἐκκλησίας τε ἀνὰ πάσας ᾠκοδόμουν τὰς χώρας. Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ ἤρξατο μοναστήρια συνίστασθαι καὶ τὰ τῶν μοναχῶν ἀθροίζεσθαι πλήθη, καὶ τῆς ἐκείνων ἀρετῆς καὶ ἀγγελομιμήτου διαγωγῆς ἡ φήμη τὰ πέρατα διελάμβανε τῆς οἰκουμένης, καὶ εἰς Ἰνδοὺς ἧκε, πρὸς τὸν ὅμοιον ζῆλον καὶ τούτους διήγειρεν, ὡς πολλοὺς αὐτῶν, πάντα καταλιπόντας, καταλαβεῖν τὰς ἐρήμους καὶ ἐν σώματι θνητῷ τὴν πολιτείαν ἀνειληφέναι τῶν ἀσωμάτων.
随着主与他同工,以伴随的神迹证实所传的道,迷信的黑暗遂被驱散;他们既摆脱了拜偶像的奠祭与可憎之事,便归入了纯全无妄的信仰;如此经由使徒的双手重塑,他们藉着洗礼归于基督,因陆续增加的人数而日渐兴盛,在无可指摘的信仰中长进,并在全地建立教会。及至埃及也开始建立起修道院,修士的群体汇聚聚集,他们圣德与效法天使生活的声名传遍普天之下,亦传到了印度人那里,激发起他们同样的狂热追求,以致他们当中的许多人舍弃了一切,退隐于荒漠之中,在必死之身躯里承当起那无肉体者的生活方式。
- 1.3ταῖς ἀθέσμοις ἐκδεδιῃτημένη τῶν πράξεων
动词 ἐκδιαιτάομαι(偏离正轨、放荡失检)的完成时被动分词,与与格形容词 ταῖς ἀθέσμοις 及属格名词 τῶν πράξεων 相接。属格 τῶν πράξεων 作为部分属格依附于 ταῖς ἀθέσμοις,结构上等同于 ταῖς ἀθέσμοις πράξεσιν(“不法的诸行为”)。
- 1.4ὡς ἐντεῦθεν τοὺς μὲν αὐτῶν τὰς ἑῴας λήξεις, τοὺς δὲ τὰς ἑσπερίους λαχόντας περιέρχεσθαι
由 ὡς 接不定词(περιέρχεσθαι 与 διαθέειν)构成的结果从句。宾格的 τοὺς μὲν ... τοὺς δέ 作为不定词的逻辑主语,并由分词 λαχόντας 修饰,表示由此引出的结果:“以致他们当中抽中东方者巡游东方,抽中西方者巡游西方……”。
- 1.4τὸ προστεταγμένον αὐτοῖς πληροῦντας διάγγελμα
此处理解为定冠词 τὸ 与其所修饰的名词 διάγγελμα 被分词句 πληροῦντας 分割隔开的倒装移位(hyperbaton)。语序应梳理为「πληροῦντας τὸ προστεταγμένον αὐτοῖς διάγγελμα」(履行交托给他们的命令/通告)。
- 1.3ὅτε δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός... τότε καὶ ὁ ἱερώτατος Θωμᾶς
由 ὅτε 引导的长大时间从句统摄了基督降生、受难、复活、升天、赐下圣灵及遣发门徒(ἔπεμψεν αὐτοὺς...)等一系列救恩事件,并与主句的「τότε καὶ ὁ ἱερώτατος Θωμᾶς... ἐξεπέμπετο」形成相关呼应(ὅτε... τότε)。把握此长句的关键在于理清该从属从句与主句主语(Θωμᾶς)及主动词(ἐξεπέμπετο)之间的对应框架。
