- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:praef.1-praef.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者依据使徒与教父的传统,阐明记载圣徒生平以勉励人们行走崎岖美德之路的意义,并说明自己记录由埃塞俄比亚内地虔敬之人传述的有益心灵之故事的缘由。
Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος· τὸ δὲ Πνεύματος ἁγίου ἀξιωθῆναι καὶ υἱοὺς Θεοῦ γενέσθαι τῶν ὀρεκτῶν ὑπάρχει τὸ ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις, καθὼς γέγραπται. τῆς οὖν ὑπερφυοῦς ταύτης καὶ τῶν ἐφετῶν ἀκροτάτης μακαριότητος ἠξιώθησαν ἐπιτυχεῖν οἱ ἀπ’ αἰῶνος ἅγιοι διὰ τῆς τῶν ἀρετῶν ἐργασίας· οἱ μὲν μαρτυρικῶς ἀθλήσαντες καὶ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαταστάντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ τὴν στενὴν βαδίσαντες ὁδόν, καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι. ὧν τὰς ἀριστείας καὶ τὰ κατορθώματα, τῶν τε δι’ αἵματος τελειωθέντων καὶ τῶν δι’ ἀσκήσεως τὴν ἀγγελικὴν πολιτείαν μιμησαμένων, γραφῇ παραδιδόναι, καὶ ἀρετῆς ὑπόδειγμα ταῖς μετέπειτα παραπέμπειν γενεαῖς, ἐκ τῶν θεηγόρων Ἀποστόλων καὶ μακαρίων Πατέρων ἡ τοῦ Χριστοῦ παρείληφεν Ἐκκλησία, ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν τοῦτο νομοθετησάντων.1 ἡ γὰρ πρὸς ἀρετὴν φέρουσα ὁδὸς τραχεῖά τίς ἐστι καὶ ἀνάντης καὶ μάλιστα τοῖς μήπω μεταθεμένοις ὅλους ἑαυτοὺς ἐπὶ τὸν Κύριον, ἀλλ’ ἐκ τῆς τῶν παθῶν τυραννίδος ἔτι πολεμουμένοις. διὰ τοῦτο καὶ πολλῶν δεόμεθα τῶν πρὸς αὐτὴν παρακαλούντων ἡμᾶς, τοῦτο μὲν παραινέσεων, τοῦτο δὲ2 καὶ βίων ἱστορίας τῶν ἐκείνην προωδευκότων, ὃ καὶ μᾶλλον ἀλύπως ἐφέλκεται πρὸς αὐτὴν καὶ μὴ ἀπογινώσκειν παρασκευάζει τῆς πορείας τὸ δύσκολον. ἐπεὶ καὶ τῷ μέλλοντι βαδίζειν ὁδὸν δύσπορον καὶ τραχεῖαν παραινῶν μέν τις καὶ προτρεπόμενος ἧττον πείσειεν· ὑποδεικνύων δὲ πολλοὺς αὐτὴν ἤδη διελθόντας, εἶτα κἀν τῷ τέλει καλῶς καταλύσαντας, οὕτω πείσειε μᾶλλον καὶ αὐτὸν ἂν τῆς πορείας ἅψασθαι. τούτῳ οὖν ἐγὼ στοιχῶν τῷ κανόνι, ἄλλως δὲ καὶ τὸν ἐπηρτημένον τῷ δούλῳ κίνδυνον ὑφορώμενος, ὅς, λαβὼν παρὰ τοῦ δεσπότου τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξε καὶ τὸ δοθὲν πρὸς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον, ἐξήγησιν ψυχωφελῆ ἕως ἐμοῦ καταντήσασαν οὐδαμῶς σιωπήσομαι· ἥνπερ μοι ἀφηγήσαντο ἄνδρες εὐλαβεῖς τῆς ἐνδοτέρας τῶν Αἰθιόπων χώρας, οὕστινας Ἰνδοὺς οἶδεν ὁ λόγος καλεῖν,3 ἐξ ὑπομνημάτων ταύτην ἀψευδῶν μεταφράσαντες, ἔχει δὲ οὕτως.
“凡被神的灵引导的,都是神的儿子,”神圣的使徒如此说;而得以配受圣灵并成为神的儿子,乃是诸般所企求者中最极致的,并且正如经上所记,对达到此境者而言,乃是一切观照的安歇之处。因此,自古以来的圣徒们,通过诸般美德的实践,得蒙配受获得这超凡脱俗且在诸愿求中最崇高的福乐:有的作为殉道者奋战,抵挡罪恶以至于流血;有的则以修道之志搏击,行走窄路,并在心志上成为殉道者。他们的英勇事迹与功勋,无论是那些因流血得以完全者,还是那些藉修道操练仿效天使生活方式者,将之笔之于书,并作为美德的范例流传给后世,基督的教会正是从宣讲神言的使徒们与蒙福的教父们那里领受了此项传统,他们为我们人类的得救而设立了这项规矩。因为通向美德之路乃是坎坷崎岖的陡途,尤其是对那些尚未全心归向主、仍遭受诸般情欲暴虐攻击的人而言更是如此。为此,我们也需要诸多事物来激励我们趋向它:其一为劝戒,其二则是那些先行者的生平纪事,这更能使人毫无痛苦地被吸引向它,并不致因途中的艰难而陷于绝望。因为若有人仅仅向即将行走险阻艰难之道的人规劝勉励,恐难以说服;但若向其指示许多人已经走过此途,并且最终安抵善处,便能更有力地说服他也亲身起程踏上这趟旅程。因此,我遵循这规条,且另一方面也深恐临到那个仆人的危险——他从主人那里领受了他连得,却将其掘地埋藏,把本赐予用以劳作经商之资原封未动地隐匿起来,我决不默然隐瞒传至于我这里的这篇有益心灵的记叙;这是埃塞俄比亚内地的虔敬之人——即世人惯称之为印度人者——从真实无误的记录中译出并讲述给我的,其详情如下。
- praef.2τοῦτο νομοθετησάντων
呼应前文属格短语 ἐκ τῶν θεηγόρων Ἀποστόλων καὶ μακαρίων Πατέρων 的分词短语。既可视为与 ἐκ 所接属格补足语一致的修饰性分词,亦可视为以使徒和教父为逻辑主语的独立属格结构,表述使徒与教父们为了人类的得救而设立此项规矩。
- praef.2τοῦτο μὲν ... τοῦτο δὲ ...
表示对照的副词性宾格结构,意为“一方面……另一方面……”或“其一……其二……”。此处用以并列修饰后随的属格名词(παραινέσεων 与 βίων ἱστορίας)。
- praef.3οὕστινας Ἰνδοὺς οἶδεν ὁ λόγος καλεῖν
由 οἶδεν(表示“惯于、常于”)支配带双重宾格(οὕστινας 与 Ἰνδούς)的不定词结构,意为“世人(通常的话语习惯)惯称他们为印度人者”。
