← 斯密那的昆图斯

荷马史诗续集

§9.480-9.546

阿伽门农与菲洛克忒忒斯和解及希腊联军出征

痊愈的菲洛克忒忒斯受到阿伽门农盛宴与丰厚礼物的迎候,二人化解昔日遗怨达成和解。翌日清晨,在菲洛克忒忒斯的誓师激励下,阿开奥斯全军列阵紧密,向战场进发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
480

Ἀτρεῖδαι δʼ ὁρόωντες ἅτʼ ἐκ θανάτου ἀνιόντα

阿特柔斯之子们见这男子宛若起死回生,

ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον

皆惊叹不已;

ἀθανάτων· τὸ δʼ ἄρʼ ἦεν ἐτήτυμον, ὡς ἐνόησαν·καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν

因他们认定此乃不死诸神的作为。事实确如他们所想,

ἐσθλὴ Τριτογένεια· φάνη δʼ ἄφαρ, οἷος ἔην περ

因高贵的特里托革尼亚为他注入了魁梧的身躯与耀眼的光彩。他顿时现出昔日未曾屈服于灾厄前、

485

τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.

在阿耳戈斯人当中的威严身姿。

καὶ τότʼ ἄρʼ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο

随后,众英雄齐聚,

πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα·

引着波亚斯之子步入富足的阿伽门农的营帐;

καί μιν κυδαίνοντες ἐπʼ εἰλαπίνῃσι γέραιρον.

他们在宴席上盛情款待,向他致敬。

ἀλλʼ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,

待到众人享尽美酒与佳肴,

490

δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·

手持梣木枪的阿伽门农便向他开口道:“挚友啊,

ὦ φίλʼ, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε

昔日我们二人心智受蔽,

Λήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα,

依诸神意旨将你留于海环的楞诺斯岛,

μὴ δὴ νῦν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι·1

如今请勿在心中积蓄残酷的愤怒。

οὐ γάρ ἄνευ μακάρων τάδʼ ἐρέξαμεν, ἀλλά που αὐτοὶ

我们行此非无福佑诸神之意,

495

ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι

想必是不死诸神自身意欲在你远离之际,

σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς

将诸多祸患降于我们二人之身;

δυσμενέας δάμνασθαι, ὅτʼ ἀντία σεῖο μάχονται.

因你深知如何于敌人与你交战之际以弓矢破敌。

ἀνδράσι γὰρ βιότοιο πολυπλάγκτοιο κέλευθοι

只因凡人漂泊一生的道路,

πᾶσαν ἀνʼ ἤπειρον πέλαγός τʼ ἀνὰ μακρὸν ἄϊστοι

依命运女神之旨,纵贯一切陆地与浩瀚重洋,

500

Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται,

幽暗难测,分歧交错,

πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·

密如蛛网,曲折回环,各奔异途。

τῶν δὲ διʼ αἰζηοὶ φορέονθʼ2 ὑπὸ δαίμονος Αἴσῃ

青年凡人受制于神定宿命,

εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο

穿行其中,

σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ

恰似狂风劲吹下卷动的落叶。善者屡遭凶途,

505

πολλάκις, οὐκ ἐσθλὸς δʼ ἀγαθῇ· τὰς δʼ οὔτʼ ἀλέασθαι

恶者常逢吉径;然而地上绝无一人能避开这些道路,

οὔτʼ ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατʼ ἀνήρ·

亦无法任由己意择路而行。

χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθʼ ὑπʼ ἀέλλαις

明哲之士纵被暴风卷入苦难之途,

οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.

亦当以坚定之心隐忍哀伤。

ἀλλʼ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,

但既然我们昔日昏聩犯下此错,

510

ἐξαῦτις δώροισιν ἀρεσσόμεθʼ ἀπλήτοισι,

来日若攻陷特洛伊这坚固的城郭,

Τρώων ἤν ποθʼ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον·

定当以丰厚重礼予以赔补。

νῦν δὲ λάβʼ ἑπτὰ γυναῖκας ἐείκοσί τʼ ὠκέας ἵππους

如今且收下七名女子、

ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν

二十匹善奔的赛马及十二座三脚鼎,使你的心魂得获长久之慰;

τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν

在我的营帐中,

515

αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.

宴享之际亦将永为你保留王者特赐的尊荣。”

ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα.

说罢,他将华美礼品赠予这位英雄。

τὸν δʼ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·

坚韧的波亚斯之子随即应答道:“挚友啊,

ὦ φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ

我不再对你动怒,

Ἀργείων, τῶν εἴ τις ἔτʼ ἤλιτεν εἵνεκʼ ἐμεῖο·

亦不对阿耳戈斯人中任何昔日曾因我而有过之人怀怨。

520

οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,

因我知晓,善士之心通达知变,

οὐδʼ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδʼ ἀσύφηλον,

终日暴戾刚硬并非正理,

ἀλλʼ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δʼ ἤπιον εἶναι.

唯当时而威严,时而宽仁。

νῦν δʼ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι

如今且就寝歇息,盖因渴望征战之人,

βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.

安眠实胜于长久宴乐。”

525

ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε

言毕,他翻身而起,

σφῶν ἑτάρων· οἱ δʼ αἶψα φιλοπτολέμῳ βασιλῆι

前往同伴的营帐;同伴们满心欢喜,

εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·

急忙为好战的主公铺设床榻;

αὐτὰρ ὅ γʼ ἀσπασίως κατελέξατο μέχρις ἐπʼ ἠώ.

他亦欣然卧下,直至黎明。

νὺξ δʼ ἀνεχάσσατο δῖα· φάος δʼ ἐρύθηνε κολώνας

神圣的黑夜悄然退去;朝阳染红了重重丘峦,

530

ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.

凡人亦开始操劳各项营生。

Ἀργεῖοι δʼ ὀλοοῖο μέγʼ ἱέμενοι πολέμοιο

渴望残酷决战的阿耳戈斯战士们,

οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,

有的磨砺精细削制的枪矛,有的砺箭,

ἄλλοι δʼ αἰγανέας· ἅμα δʼ ἠοῖ δαῖτα πένοντο

有的磨锐标枪;破晓时分,

αὐτοῖς ἠδʼ ἵπποισι· πάσαντο δὲ πάντες ἐδωδήν.

他们为自己与战马备好干粮,众人饱食充饥。

535

τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός

此时,无可指摘的波亚斯英勇之子,

τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·

在众人中高声激励他们奋战:

εἰ δʼ ἄγε νῦν πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων

“来吧,如今当专念战事;

μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι

在我们摧毁高塔特洛伊的巍峨城墙、焚尽其城邑之前,

Τροίης εὐπύργοιο, καταπρῆσαί τε πόληα.

绝不可有一人滞留船旁!”

540

ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη·

他言罢,众人胸中豪情顿生。

δῦσαν δʼ ἐν τεύχεσσι καὶ ἀσπίσιν· ἐκ δʼ ἄρα νηῶν

他们披挂甲胄与盾牌;

πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο

全军各备梣木长矛、牛皮盾牌与附有双脊的头盔,

καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν·

自船队中倾巢而出。

ἄλλος δʼ ἄλλον ἔρειδε κατὰ στίχας· οὐδέ κε φαίης

战阵之中彼此摩肩接踵;见其冲锋之势,

545

κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπʼ ἄλλου·3

无人会说有一人脱离同列;

ὣς ἄρʼ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισι

他们便是如此密密层层、紧密相连地向前挺进。

语法注3 条
  1. 9.493μὴ δὴ νῦν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι

    否定小词 μή 与不定式 βαλέσθαι 连用,构成不定式表命令(此处为禁止命令),作用相当于第二人称单数的祈使句(“切勿在心中积蓄”)。

  2. 9.502τῶν δὲ διʼ αἰζηοὶ φορέονθʼ

    介词 διά 后置于其支配的关系代词 τῶν 之后(介词后置 anastrophe,读作 διὰ τῶν),先行词承接上文的 κέλευθοι(道路),意为“青年们穿行于这些道路之中”。

  3. 9.544οὐδέ κε φαίης / κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπʼ ἄλλου

    假托第二人称的潜势希求法(κε φαίης,“你绝不会说”),后接带宾格不定式结构(ἄλλον ... ἑκὰς ἔμμεναι ἀπʼ ἄλλου),并伴有属格绝对结构(κείνων ἐσσυμένων,“在他们冲锋之际”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.480-9.546