- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:10.1-10.71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在城外火化阵亡者的特洛伊人中,波吕达玛斯提议退守城墙进行长期抵抗,但埃涅阿斯警告此举将招致饥荒并主张出城决战,全军齐声响应。争斗女神厄里斯随即现身煽动双方,特洛伊人与阿开奥斯人在雷鸣般的巨响中奔赴鏖战。
Τρῶες δʼ αὖτʼ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
特洛伊人则都在普里阿摩斯的城外,
πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις
带着武器、战车和迅捷的骏马;
ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ
因为他们正在火化阵亡于沙场的死者,
δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
恐惧着阿开奥斯人的军队会压境而至。
τοὺς δʼ ὡς οὖν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
然而,他们一看见敌人朝着城池奔袭而来,
ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο1
便急切地在死者周围,匆忙堆起土冢;
σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες
因为目睹这番景象令他们心惊胆战。
τοῖσι δʼ ἄρʼ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
在他们心怀哀伤之时,波吕达玛斯向他们开口说话,
Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
因为他极富远见且明达事理:
ὦ φίλοι, οὐκέτʼ ἀνεκτὸς ἐφʼ ἡμῖν μαίνεται Ἄρης·
“朋友们,阿瑞斯的狂怒加诸我们身上,已叫人无法忍受。
ἀλλʼ ἄγε δὴ φραζώμεθʼ, ὅπως πολέμοιό τι μῆχος
来吧,让我们商议如何寻得退敌的计策;
εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
因为丹奈人坚守阵地,占据了上风。
νῦν δʼ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες
如今来吧,让我们登上筑造坚固的城楼,
μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
在此昼夜抵抗坚守,
εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,
直到丹奈人返回丰饶的斯巴达,
ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
抑或在此城墙旁徒劳无功地坐守,
ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
失去斗志;因为他们没有力量破开这高大的城墙,
ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν·
纵使他们费尽心力;
οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
神明所造的不朽造物绝非脆弱之物。
οὐδέ τί που βρώμης ἐπιδευόμεθʼ οὐδὲ ποτῆτος·
而且我们想必既不缺乏食物,
πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
也不缺乏饮水;因为在黄金充盈的普里阿摩斯宫殿中,
ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις
长存着充足的粮食,
πολλὸν ἐπὶ χρόνον ἔσσετʼ ἀγειρομένοισιν ἐδωδὴ
即便再有聚集而来的众人,
ἐς κόρον, εἰ καὶ ἔτʼ ἄλλος ἐελδομένοισιν ἵκηται
即便再有渴望支援我们热切心愿的兵众增援至如今的三倍,
τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.
也足够长久饱食无虞。”
ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο·
他这样说完,安喀塞斯的勇武之子便斥责他道:
Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
“波吕达玛斯,人们何以称你为深谋远虑之人?
ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
你竟然命令我们在城中长久忍受苦痛!
οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδʼ Ἀχαιοί,
阿开奥斯人决不会在这里久久无所事事,
ἀλλʼ ἄρʼ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·
而是一见我们退避躲藏,便会大举扑来。
νῶιν δʼ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,2
若他们在此久久围攻我们,
ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται·
我们死于祖国之中必将是沉痛的灾殃。
οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
因为一旦我们被围困在城中,
ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
便无人会从忒拜运送甘美的谷物给我们,
οἶνον Μαιονίηθεν· ἀνιηρῷ δʼ ὑπὸ λιμῷ
也无人会从迈奥尼亚送来美酒;纵使城墙防御得再好,
φθισόμεθʼ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει.
我们也将在痛苦的饥饿中凄惨地死去。
ἀλλʼ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι,
但是,倘若我们打算避开厄运与死亡,
μηδʼ ἄρʼ ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ
不愿在沉重的饥荒中悲惨丧命,
μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι
就让我们披挂铠甲,
καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς
与我们的孩子和年迈的父亲们一同奋战;或许宙斯会在某处施以援手,
χραισμήσει· κείνου γὰρ ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ·
因为我们流淌着他尊贵的血脉。
εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,
纵然我们命中注定为他所弃绝,
εὐκλειῶς, τάχʼ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
那么为了保卫祖国光荣地战死,
βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι.
也远胜过坐守城中凄惨地灭亡!”
ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
他这样说完,众人听闻皆齐声高呼赞同。
αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
他们迅疾以头盔、
φράχθεν ἐπʼ ἀλλήλους· ἐπὶ δʼ ἀκαμάτου Διὸς ὄσσεδέρκετʼ ἀπʼ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
盾牌和长矛相互紧密列阵。不倦的宙斯从奥林匹斯山上垂顾,
Τρῶας ἐπʼ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
注视着特洛伊人披甲迎战阿尔戈斯人。他激起每个人的斗志,
ὄφρα μάχην ἀλίαστον ἐπʼ ἀμφοτέροισι τανύσσῃ
好让他在两军之间铺展不可调和的鏖战;
λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
因为亚历山大确实注定要在为妻子争夺的鏖战中,
χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφʼ ἀλόχοιο.
毙命于菲罗克忒忒斯之手。
τοὺς δʼ ἄγεν εἰς ἕνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν
主宰混乱的厄里斯引他们来到同一处战场,
οὔτινι φαινομένη· περὶ γὰρ νέφος ἄμφεχεν ὤμους
却无人能得见其身形;
αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
因为一团血色的云雾笼罩在她的肩头。她四处巡行,掀起巨大的骚乱,
ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτʼ Ἀχαιῶν·
时而穿梭于特洛伊人的队伍中,时而没入阿开奥斯人之中。
τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
无畏的福波斯与得摩斯追随身侧,
πατροκασιγνήτην3 κρατερόφρονα κυδαίνοντες·
尊崇着他们父亲的这位刚毅姐妹。
ἡ δὲ μέγʼ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
她怀着狂暴的热望,
τεύχεα δʼ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ·
由微小之躯骤然耸立至庞然巨形;她的铠甲由坚钢铸就,
πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δʼ ὑπὸ ποσσὶ
浸染着污血;她向虚空中挥舞毁灭性的长矛,
κίνυτο γαῖα μέλαινα· πυρὸς δʼ ἄμπνειεν ἀϋτμὴνσμερδαλέον· μέγα δʼ αἰὲν ἀΰτεεν ὀτρύνουσα
黑土在她足下颤抖,口中吐出骇人的烈焰之息,
αἰζηούς· οἱ δʼ αἶψα συνήιον ἀρτύνοντες
不断高声呼喊着激励年轻勇士。他们立刻汇聚在一起,布设阵线;
ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
因为这位可怕的女神将他们引向了宏大的杀戮。
τῶν δʼ ὡς ἢ ἀνέμων ἰαχὴ πέλε4 λάβρον ἀέντων
他们的咆哮声,
εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
宛如初春高大的树木与丛林抽出新叶时狂风暴烈吹拂的呼啸,
φύλλα φύει, ἢ ὡς ὅτʼ ἀνʼ ἀζαλέην ξύλοχον πῦραἰθόμενον βρομέει, ἢ ὡς μέγα πόντος ἀπείρων
又如烈火穿过干枯的灌木丛熊熊燃烧的轰鸣,
μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
亦如无垠的大海在凄厉的风暴下狂暴翻腾,四周涌起无尽的巨响,
γίνετʼ ἀπειρέσιος, τρομέει δʼ ὕπο γούνατα ναυτέων·
令水手们的双膝为之战栗颤抖。
- 10.6ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο
此处为词分离(tmesis)结构,περὶ...βάλοντο 意为“在四周堆起”。与格 κταμένοισι(死者)既可理解为利益与格(“为死者”),亦可视为受介词 περὶ 的语义统辖;在此理解为建造土冢(χυτὸν σῆμα)所针对的对象(利益与格)最为自然。
- 10.31νῶιν δʼ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ
第一人称双数代词与格 νῶιν(本义“给我们二人”)在此承袭史诗晚期习惯,代指复数(“给我们”),后接的属格复数分词 ἀποφθιμένων 则根据代词所蕴含的领属意义(“我们死去的”)发生依意呼应(constructio ad sensum)。
- 10.58πατροκασιγνήτην
此词为复合名词(πατήρ + κασιγνήτη),字面意为“父亲的姐妹(姑母)”。由于福波斯与得摩斯皆为阿瑞斯之子,而厄里斯在神话传统中为阿瑞斯之妹,故此处准确地指代二神与厄里斯之间的姑侄关系。
- 10.66τῶν δʼ ὡς ἢ ἀνέμων ἰαχὴ πέλε
句首的属格 τῶν 可以理解为表示出处或领属的属格(指代战士们所发出的声响),亦可视为涉及属格(“关于他们而言”),其后引出主语 ἰαχή(呼啸、轰鸣)以及风、火、风暴之海的三重比喻。
