- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.410-9.479
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥德修斯与狄俄墨得斯劝抚菲洛克忒忒斯消除怨忿,并乘船将他带回特洛伊的前线营地。在那里,波达利里俄斯施药疗愈了他的沉疾,使他瞬间重获昔日的健壮体魄。
οἱ δέ ἑ θαρσύνεσκον· ἔφαντο δέ οἱ λυγρὸν ἕλκος
二人抚慰着他;他们对他说,只要他来到阿开奥斯人的军营,
ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,1
他的恶疾伤痛便能从那致命的折磨与痛苦中得以痊愈。
ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸνφάντο μέγʼ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς
他们还说,全军将士在战船旁都极为悲痛,
Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔτινʼ Ἀχαιῶν
阿特柔斯的儿子们亦与众人一同哀伤。他们表示,
αἴτιον ἔμμενʼ ἔφαντο κατὰ στρατόν, ἀλλʼ ἀλεγεινὰς
军中绝无任何一个阿开奥斯人是他苦难的肇因,
μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,2ἀλλʼ αἰεὶ μογεροῖσιν ἐπʼ ἀνδράσιν ἀπροτίοπτοι
唯有残酷的命运女神才是罪魁——世上无人能远离她们而行于大地之上,
στρωφῶντʼ ἤματα πάντα, βροτῶν γένος ἄλλοτε μέν που
她们始终在暗中盘旋于苦难之人的头顶,终其一生,
βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
有时依其无情的意向降祸于凡人,
ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι
有时又不知从何处赐予荣光;
κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται
因为凡人的一切悲楚与安抚,
αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δʼ εἰσαΐων Ὀδυσῆος
皆由她们随心所欲地安排谋划。
ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
听了奥德修斯与宛如天神般的狄俄墨得斯的话语,
ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
他此前虽因自身所遭受的一切而极度愤怒,
ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσʼ ἐπεπόνθει.
此刻却立刻轻易地平息了心中的怨火。
οἱ δέ μιν αἶψʼ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
二人满心欢喜,
καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις·
随即将他连同武器一同带至战船与波涛喧腾的海滩上。
καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
他们用多孔的海绵擦拭他的身体与无情的伤口,
σπόγγῳ ἐϋτρήτῳ, κατὰ δʼ ἔκλυσαν ὕδατι πολλῷ.
并用大量的清水清洗冲净。
ἀμπνύνθη δʼ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες
他稍稍缓过气来;二人急忙动作,
δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ
为急切欲食的他备下一顿美餐;
δαίνυντʼ ἔνδοθι νηός. ἐπήλυθε δʼ ἀμβροσίη νύξ,
他们亦在船舱内与他一同进食。神圣的黑夜降临,
τοῖσι δʼ ἐφʼ ὕπνος ὄρουσε· μένον δʼ ἄχρις Ἠριγενείης
睡意向他们袭来;他们在海环的楞诺斯岛岸边停留,
ἀμφιάλου Λήμνοιο παρʼ ᾐόσιν· αὐτὰρ ἅμʼ ἠοῖ
直至黎明女神升起。破晓时分,
πείσμαθʼ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν
二人在外忙碌,将缆绳与弯曲的锚石一同收起;
ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δʼ Ἀθήνη
雅典娜送来一阵顺风,
ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.
从长首战船的后方吹拂而至。
ἱστία δʼ αἶψʼ ἐτάνυσσαν ὑπʼ ἀμφοτέροισι πόδεσσι,
他们随即拉紧两侧的帆索扬起风帆,
νῆα κατιθύνοντες ἐΰζυγον· ἡ δʼ ὑπʼ ἰωῇ
引导着设有平整桨座的战船径直向前。
ἔσσυτʼ ἐπὶ πλατὺ χεῦμα· μέλαν δʼ ἀμφέστενε κῦμα
战船在风声呼啸下疾驰于辽阔的巨浪之上;
ῥηγνύμενον· πολιὸς δὲ περίζεε πάντοθεν ἀφρός·
破碎的黑浪在四周轰鸣,白色的泡沫在四方沸腾。
ἀμφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο
成群的海豚聚集在船舷四周,
ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.
飞快地穿行于苍茫大海的通道之中。
οἱ δʼ ἄφαρ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντʼ ἀφίκοντο,
不多时,他们抵达了游鱼丰饶的赫勒斯滂,
ᾗχι καὶ ἄλλαι νῆες ἔσαν· κεχάροντο δʼ Ἀχαιοί,
其余的战船皆停泊于彼处;
ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δʼ ἄρα νηὸς
阿开奥斯人望见全军所渴盼的归客,皆欢欣鼓舞。
ἀσπασίως ἀπέβησαν· ἔχεν δʼ ἄρα χεῖρας ἀραιὰς
他们欣喜地走下战船;
Ποίαντος θρασὺς υἱὸς ἐπʼ ἀνέρας, οἵ ῥά μιν ἄμφω
波亚斯勇猛的儿子将枯瘦的双手搭在二人肩头,
λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον
二人任由他倚靠着他们强健的双臂,
ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν·
搀扶着悲惨跛行的他踏上神圣的大地。
ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν
宛如在树林中,
φηγὸν ὑφʼ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην3
一株被伐木者的蛮力砍伐至半的橡树或油脂充沛的松树,
τυτθὸν ἔθʼ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ
尚余些许立在原处,
πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται
即伐木工在山间削砍油脂饱满的树干底部以备火炼松脂作火炬时所留下的残桩,
πίσσα πυρὶ δμηθεῖσα κατʼ οὔρεα, τὴν δʼ ἀλεγεινῶςἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ
那沉重不堪的树木在狂风与自身虚弱的摧折下倒向繁茂的枝丛,
ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·
枝丛便承受着这沉重的负担;勇敢的英雄们亦是如此,
ὣς ἄρʼ ὑπʼ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα
搀扶着这位被难以忍受的剧痛所压垮、
θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον
倚靠着〔他们〕的勇士,
Ἀργείων ἐς ὅμιλον ἀρήιον· οἱ δʼ ἐσιδόντεςᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ
将他带入阿耳戈斯人的善战人群之中。众人见状,
ἕλκεϊ τειρόμενον· τὸν δὲ στερεὸν καὶ ἄνουσον
皆极力怜悯这位遭受致命创伤折磨的神箭手。 宛如天上诸神的波达利里俄斯,
ὠκύτερον ποίησε νοήματος αἰψηροῖο
以疾于迅捷思绪之势,
ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε
使他重获康健、祛除疾病;
πάσσων φάρμακα πολλὰ καθʼ ἕλκεος, εὖ δὲ κικλήσκων
他娴熟地将诸多药剂敷撒在伤口之上,虔诚地呼唤着自己父亲的名号;
οὔνομα πατρὸς ἑοῖο· θοῶς δʼ ἰάχησαν Ἀχαιοὶ
阿开奥斯全体将士迅速齐声高呼,
πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.
一同赞颂阿斯克勒庇俄斯之子。
καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ
众人欣然将他清洗洁净,周身涂抹橄榄油;
προφρονέως· ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς
在不死诸神的旨意下,
ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δʼ ἀνὰ θυμὸν
致命的憔悴与凄惨皆化为乌有。他们注视着他,
τέρποντʼ εἰσορόωντες· ὁ δʼ ἄμπνυεν ἐκ κακότητος·
心中充满了喜悦;而他亦从厄运中重获新生。
ἀχροίῃ δʼ ἄρʼ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ
苍白的脸色泛起了红润,难以忍受的虚弱化作了巨大的力量,
ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δʼ ἅψεα πάντα.
所有的肢体皆重新饱满丰盈。
ὡς δʼ ὁπότʼ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα,
宛如麦田之中的麦穗逐渐饱满,
ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
此前在枯萎凋零之际遭逢严冬暴雨的倾泻重压,
ὄμβρος ἐπιβρίσας, ἡ δʼ ἀλδομένη ἀνέμοισι
如今却在清风的滋养下,
μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·
于辛勤耕耘的田亩之中欣然绽放微笑;
ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε
此前备受折磨的菲洛克忒忒斯,
πᾶν δέμας αἶψʼ ἀνέθηλεν· ἐϋτροχάλῳ δʼ ἐνὶ κοίλῃ
周身肢体亦同样迅速焕发生机;在那圆润幽深的洞穴之中,
κάλλιπε κήδεα πάντα,4 τά οἱ περιδάμνατο θυμόν.
他留下了昔日压垮他心魂的全部哀愁。
- 9.410ἔφαντο δέ οἱ λυγρὸν ἕλκος / ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι
在由 ἔφαντο 引出的间接引语中,不定式 ἰήσασθαι(源自异态动词 ἰάομαι)以 λυγρὸν ἕλκος 作为直接宾语,其逻辑主语根据上下文省略(即“营中的医者们/他们”)。虽亦可将 ἕλκος 视为主语作被动态理解(“伤口得以痊愈”),但由于 ἰάομαι 常规用法为及物动词,故将其视为省略施动主语的及物结构更为严谨。
- 9.416ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν
属格关系代词 ὧν(先行词为前行的 ἀλεγεινὰς μοίρας)受表示分离的副词 ἑκάς(“远离……”)支配。主干结构为 οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν(“无人行于大地之上”),其中 αἶαν 为受位移动词 ἐπινίσσεται 支配的空间范围宾格。
- 9.451ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν / φηγὸν ὑφʼ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην
荷马式长篇博喻的骨架结构。前置宾格 φηγὸν ... ἤ ... πεύκην(带有修饰分词 κοπεῖσαν 与 ἑστηυῖαν)是后行虚拟语气动词 ποτικλίνῃ 的直接宾语;在插入的关系从句之后,通过复指宾格 τὴν δʼ ἀλεγεινῶς ἀχθομένην 重新引出。其主语为 ἄνεμός τε καὶ ἀδρανίη,句子通过倒装与大跨度隔置得到了充分的延展。
- 9.478ἐϋτροχάλῳ δʼ ἐνὶ κοίλῃ / κάλλιπε κήδεα πάντα
关于 ἐϋτροχάλῳ ... κοίλῃ 的理解。阴性与格形容词 κοίλῃ 省略了修饰的名词,存在两种可能:(1) 指代此前居住的楞诺斯岛“圆凹的洞穴”,表示将多年受难之处连同昔日的痛苦彻底留在身后;(2) 指代所乘坐的“圆弧凹陷的战船”(κοίλῃ [νηΐ])。结合上下文叙事终局,将其解读为将折磨心灵的忧患留在了楞诺斯的石窟(第 1 案)更能凸显与前文十年苦难的诗学对照。
