← 斯密那的昆图斯

荷马史诗续集

§9.341-9.409

菲罗克忒忒斯的发现与怒火平息

奥德修斯与狄俄墨得斯在楞诺斯岛找到了身披鸟羽、饱受饥饿与蛇毒折磨的菲罗克忒忒斯。后者因被遗弃之恨企图射杀二人,但在雅典娜的平息下化解了怒火,并向他们倾诉自己的苦难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
341

ἀλλʼ ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ

因为男人们与色雷斯的俘虏女奴同宿,

Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν

那是他们昔日劫掠好战的色雷斯人之邦时,

πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων·

凭长矛与武勇获取的女子;

αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος

而原配妇人们心中因落入极度的嫉妒,

345

θυμὸν ἀνοιδήσαντο, φίλους δʼ ἀνὰ δώματʼ ἀκοίτας

胸中怒火膨胀,在宅邸各处亲手

κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐδʼ ἐλέησαν

毫无怜悯地杀害了自己深爱的丈夫,

κουριδίους περ ἐόντας· ἐπεὶ μέγα μαίνεται ἦτορ

即便那是明媒正娶之夫也未曾垂怜;因为当嫉妒的疫病

ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ

袭来之时,无论男女,胸膛都会剧烈狂暴;

ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι·

因为强烈的剧痛催迫着他们;

350

ἀλλʼ αἵ γε σφετέροισιν ἐπʼ ἀνδράσι πῆμʼ ἐβάλοντο

于是她们在一个夜晚把灾难加在自家的男人身上,

νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα

使整座城邦陷入孤孀之境,

παρθέμεναι φρεσὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.

在胸中树立起无畏的意气与巨大的勇力。

οἱ δʼ ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον

而当两位英雄来到神圣的楞诺斯岛以及

λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ,

显赫的波亚斯之子所卧的石窟前,

355

δὴ τότʼ ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτʼ ἐσίδοντο

那时他们一见到那在凄惨的剧痛中呻吟、

ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντʼ ὀδύνῃσι

横卧在坚硬地面上的男子,

κεκλιμένον στυφελοῖο κατʼ οὔδεος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

心中顿生惊异。 在他卧榻的四周,散落着许多飞鸟的羽毛;

οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·

另一些羽毛被缝合在他肌体周围,用以御挡

ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ

凄厉的严冬;因为每当难耐的饥饿袭来,

360

λευγαλέου· δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής,βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε·

他便顺着心意射出难御之箭,

καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε.

吃下鸟肉,而将羽毛裹在身上。

φύλλα δέ οἱ παρέκειτο, τά θʼ ἕλκεος οὐλομένοιο

在他身旁放着草叶,他将它们敷在溃烂的伤口上,

ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.

用以抵御漆黑的苦痛。

αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο

枯焦的乱发披散在他头颅四周,

365

θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης

宛如一头凶猛的野兽,在夜间行进时被险恶捕猎的机关捉住捷足,

μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δʼ ὑπʼ ἀνάγκης

在困厄的驱迫下,用残暴的牙齿

τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι

咬断脚掌而返回自己的巢穴,

κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται,1 ἀμφὶ δέ οἱ κῆρ

饥饿与剧烈的焦灼一同折磨着它的心魂;

τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·

同样,邪恶的苦痛在宽阔的岩洞深处压垮了他;

370

ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατʼ ἀνίη·

他全身干枯憔悴,骨头外唯余一层

καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δʼ ὀστέα μοῦνον

干皮,凄惨肮脏的脸颊上覆满可怕的污垢;

ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτʼ αὐχμὴ

折磨人的剧痛将他征服;在这饱受摧残的男子额眉之下,

λευγαλέον ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος,

眼眶深陷;呜咽与哀鸣从未离他而去,

δάμνατο· κοῖλαι δʼ ἔσκον ὑπʼ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶαἰνῶς τειρομένοιο· γόος δέ μιν οὔποτʼ ἔλειπεν,οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι,

因为那漆黑的伤口深达白骨,

πυθόμενον καθύπερθε λυγραὶ ὑπέρεπτον ἀνῖαι.2

自表面溃烂,凄惨的剧痛从下方啃噬。

ὡς δʼ ὅτʼ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης

正如在怒潮汹涌的海角之上,

πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη

无垠大海的咸潮削切着陡峭的岩石,

380

δάμναθʼ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,

即便那石头极其坚硬也终被攻破,

θεινομένης δʼ ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ

在狂风与烈暴风雨的击打下,

χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ·

被海水侵蚀的空洞逐渐凹陷;

ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο

同样,他足底的伤口也因那腐烂的毒液而不断蔓延——

ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατʼ ὀδοῦσι

那是阴森的水蛇用锯齿般的利齿抹在他身上的,

385

λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε

据说当烈日的神威晒干在陆上爬行的水蛇时,

ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα

其毒性便变得无药可医且令人憎恶;

ἠελίοιο μένος· τῷ καὶ μέγα φέρτατον ἄνδρα

正因如此,它折磨着这名极其非凡的壮士,

τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντʼ ὀδύνῃσιν·

使他屈服在难以疗愈的剧痛之下;

ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο

伤口中不断滴落在大地上的脓血,

390

ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου

溅染了那深邃岩洞的地面,

θαῦμα μέγʼ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.

即便对后世的人们而言也是一件骇人的奇观。

καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ

在他的床榻旁放着一只装满箭矢的

ἰῶν πεπληθυῖα· πέλοντο δʼ ἄρʼ οἱ μὲν ἐπʼ ἄγρην,

修长箭筒;其中有些用于狩猎,

οἱ δʼ ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου

有些则用于对付仇敌,上面涂抹着凶恶水蛇的

395

φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον

致命毒药;而在他跟前不远处,

κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι

横放着那张安有弯角的大弓,

χερσὶν ὑπʼ ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.

那是赫拉克勒斯不倦的双手所制。

τοὺς δʼ ὁπότʼ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,

当他察觉二人正向宽阔的岩洞走来时,

ἐσσυμένως οἴμησεν ἐπʼ ἀμφοτέροισι τανύσσαι

他念及往日可怕的怨恨,急欲向二人

400

ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,

张弓射出令人痛楚的箭矢,

οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο

因为他们昔日竟将发出剧烈悲号的他

μοῦνον ἐρημαίοισιν ἐπʼ αἰγιαλοῖσι θαλάσσης.

孤零零遗弃在荒凉的海滩上。

καί νύ κεν αἶψʼ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός,

若非雅典娜在他注视这两位熟识的男子时,

εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη3

自他心中驱散了那悲痛的怒火,

405

ἀνέρας εἰσορόωντος ὁμήθεας· οἱ δέ οἱ ἄγχι

他此刻早已完成了悍勇之心所欲之事;

ἤλυθον ἀχνυμένοισιν ἐοικότε· καί ῥά μιν ἄμφω

而二人面带悲色走近前去,

ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν

在凹陷的洞穴内坐在他的两侧,

ἕλκεος ἀμφʼ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων

探问那致命的伤口与难熬的剧痛;

εἴροντʼ· αὐτὰρ ὁ τοῖσιν ἑὰς διεπέφραδʼ ἀνίας.

他便向二人细细道出自己所受的苦难。

语法注3 条
  1. 9.366ὃς δʼ ὑπʼ ἀνάγκης / τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι / κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται

    从前文宾格关系代词引出的从句(θηρὸς ὅπως ὀλοοῖο, τὸν ...)转变为以主格关系代词 ὃς δέ 引导的句子,生动刻画了猛兽为脱困咬断足掌返回洞穴的情景。主格分词 τειρόμενος 与 κόψας 均修饰主动词 ἀφίκεται。

  2. 9.376οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι, / πυθόμενον καθύπερθε λυγραὶ ὑπέρεπτον ἀνῖαι.

    连词 ἄχρι(ς) 搭配不定词 ἱκέσθαι 表示限度(“直达白骨”)。主句以 λυγραὶ ... ἀνῖαι 为主语,动词为 ὑπέρεπτον,与格代词 οἱ 表示受损者,分词短语 μέλαν ἕλκος ... πυθόμενον 表明了苦痛蔓延的腐烂伤口。

  3. 9.403καί νύ κεν αἶψʼ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός, / εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη

    过去反事实条件句。主句使用 κεν 搭配直陈式过去不定时(ἐτέλεσσεν),表示“本就会立刻完成”;从句由 εἰ μή 引导直陈式未完成过去时(διέχευεν),表示“若非雅典娜驱散其怒火”这一在过去正在进行的干预动作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.341-9.409