← 斯密那的昆图斯

荷马史诗续集

§9.270-9.340

波塞冬制止阿波罗与遣使迎菲罗克忒忒斯

涅俄普托勒摩斯激励阿开奥斯人奋勇冲锋,阿波罗亲降战场欲斩杀之,但遭波塞冬出面威吓而退去;随后阿开奥斯人遵从卡尔坎斯的预言,遣狄俄墨得斯与奥德修斯远赴楞诺斯岛迎回菲罗克忒忒斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
270

ἠΰτε κῦμʼ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι

正如水手们因风暴掀起、变得极为宽阔而高耸的

ναῦται, ὅ τʼ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται

险恶波涛扑来而惊骇颤栗,

εὐρὺ μάλʼ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·

大海在狂风中肆虐咆哮;

ὣς τοῦ ἐπερχομένοιο1 κακὸν δέος ἄμφεχε Τρῶας.

同样,当他冲上前去时,险恶的恐惧笼罩了特洛伊人。

τοῖον δʼ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·

他高声喝道,激励着身旁的同伴:

275

κλῦτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε

“听我说,朋友们,把毫无战栗的英勇 注入胸中吧!

ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺςνίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι

这正是那些渴望亲手夺取显赫胜利、

καὶ κλέος ἐκ πολέμοιο δυσηχέος· ἀλλʼ ἄγε θυμὸν

在悲号的征战中赢得威名的高尚勇士所当具备的气魄。 来吧,

παρθέμενοι πονεώμεθʼ ὑπὲρ μένος, εἰσόκε Τροίης

让我们把生死置之度外,倾尽全力拼杀,直到我们

280

πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·

攻陷特洛伊名城,达成宿愿!

αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας

因为在此驻留这般长久的时日,

ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·

若像妇人一样无所建树、毫无勇气,实为可耻;

τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.2

我宁可战死,也不愿被称为不能征战的怯夫!”

ὣς φάτο· τοὶ δʼ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν

他这般说着;众人更加英勇果决地奔赴阿瑞斯的战阵,

285

θαρσαλέως, Τρώεσσι δʼ ἐπέδραμον· οἱ δὲ καὶ αὐτοὶ

扑向特洛伊人;而特洛伊人也同样

προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δʼ αὖτε

围绕着城池拼死抵御,时而又

ἔντοσθεν πυλέων ἀπὸ τείχεος· οὐδʼ ἀπέληγε

退入城门、依凭城墙而战。可怕的阿瑞斯

δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι

未曾停息,特洛伊人一心想要阻遏

δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δʼ Ἀργείων

仇敌可怕的军旅,雄健的阿尔戈斯人则渴望将城邦彻底摧毁;

290

ἄστυ διαπραθέειν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς.

毁灭性的灾难降临在众人身上。

καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων

就在那时,勒托之子渴望援助特洛伊人,

ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι

以云雾掩去身躯,自奥林匹斯山飞扑而下;

Λητοΐδης· τὸν δʼ αἶψα θοαὶ φορέεσκον ἄελλαι

迅疾的狂风刹那间裹挟着

τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ

身被黄金铠甲的神明;当他降临时,

295

μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι·

漫长的神径如同闪电般四下辉耀;

ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν· ἔβραχε δʼ αἰθὴρ

箭筒在他身侧铿锵作响;当他不倦的双足踏立在

θεσπέσιον καὶ γαῖα μέγʼ ἴαχεν, εὖτʼ ἀκάμαντας

克珊托斯河的激流之畔时,长空发出奇异的轰鸣,

θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας· ἐκ δʼ ἐβόησε

大地发出巨大的回响;他发出凄厉的咆哮,

σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δʼ Ἀχαιοῖς

将凶悍注给特洛伊人,

300

μίμνειν αἱματόεντα κατὰ κλόνον.3 οὐδʼ Ἐνοσίχθων

却将血腥乱军中坚守战阵的恐惧投给阿开奥斯人。 强悍的震地之神并未忽视这一切;

ὄβριμος ἠγνοίησε· μένος δʼ ἐνέπνευσεν Ἀχαιοῖς

他将神威吹拂进已然力竭的阿开奥斯人体内;

ἤδη τειρομένοισι· μάχη δʼ ἀΐδηλος ἐτύχθηἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα

不死诸神的神意造就了惨烈的杀伐;

αἰζηῶν ἑκάτερθε. κοτεσσάμενος δʼ ἄρʼ Ἀπόλλων

两侧无数健儿的方阵纷纷覆灭。对阿尔戈斯人怒火中烧的阿波罗

305

Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷʼ Ἀχιλῆος

打算击杀阿喀琉斯凶悍的儿子,

αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δʼ ἄρα θυμὸν

就在此前斩杀阿喀琉斯的同一地点;然而自左方悲鸣的飞鸟

οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες,ἄλλα τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτʼ ἔμελλε

与诸多其他凶兆遏止了他的心念;

πείθεσθαι τεράεσσι· τὸ δʼ οὐ λάθε Κυανοχαίτην·

但他的怒火已不愿再听从预兆的警示。 这一切并未逃过黑发之主的双眼;

310

ἠέρι θεσπεσίῃ κεκαλυμμένος·4 ἀμφὶ δὲ ποσσὶ

他被神妙的云霭笼罩,在这位进发的主君足下,

νισσομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα·

阴沉的大地微微震动;

τοῖον δʼ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι·

他渴望遏止阿波罗,遂吐露这番言辞:

ἴσχε κότον, καὶ μήτι πελώριον υἷʼ Ἀχιλῆος

“平息你的怒火吧,

κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο

切莫斩杀阿喀琉斯魁伟的儿子! 因为即便他丧命,奥林匹斯的主宰自己也绝不会欢喜;

315

γηθήσει· μέγα δʼ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν

这对于我,以及海中所有的神明而言,

ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφʼ Ἀχιλῆα·

都将是一场巨大的悲痛,正如当初阿喀琉斯陨落一般。

ἀλλʼ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,

退回到神圣的虚空去吧,莫要激怒我,

αἶψα δʼ ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον

否则我必立即撕开浩瀚大地的险峻深渊,

αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν

当即将整座伊利昂本身连同其城墙

320

θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.

沉入无垠的幽冥深处,届时悔恨必属于你自己!”

ὣς φάθʼ· ὁ δʼ ἁζόμενος μέγʼ ἀδελφεὸν οἷο τοκῆος

他这般说着;阿波罗因深深敬畏其父的兄弟,

δείσας τʼ ἀμφὶ πόληος ἐϋσθενέων θʼ ἅμα λαῶν

又为城池与雄强的军旅担忧,

χάσσατʼ ἐς οὐρανὸν εὐρύν, ὁ δʼ εἰς ἅλα. τοὶ δʼ ἐμάχοντο

便退向辽阔的青天,震地之神则退入大海。众人继续交战,

ἀλλήλους ὀλέκοντες, Ἔρις δʼ ἐπετέρπετο χάρμῃ,

彼此屠戮,厄里斯因厮杀而喜悦,

325

μέσφʼ ὅτε δὴ Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ

直到阿开奥斯人遵从卡尔坎斯的指引,

ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·

退回舟师,暂息战伐;

οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,

因为命运早已注定,伊利昂城绝不可被攻破,

πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν

除非通晓惨烈战阵的英武菲罗克忒忒斯

ἐλθέμεναι5 πολέμοιο δαήμονα δακρυόεντος.

亲临阿开奥斯大军之中。

330

καὶ τὸ μὲν ἢ ἀγαθοῖσιν ἐπεφράσατʼ οἰωνοῖσιν,

卡尔坎斯或是从吉利的飞鸟中参透此事,

ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν· οὐ γὰρ ἄϊδρις

或是在牺牲的脏腑中洞察其意;因为他绝非不谙

μαντοσύνης ἐτέτυκτο· θεὸς δʼ ὣς ᾔδεε πάντα.

占卜之术的人,而是如神明般通晓一切。

τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο

信赖其神谕的阿特柔斯之子们,离开了悲叹的战阵,

Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον

派遣堤丢斯强悍的儿子与坚韧的奥德修斯,

335

Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα

乘着快船前往筑造坚固的楞诺斯岛;

νηὶ θοῇ τοὶ δʼ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο

穿过爱琴海辽阔的波涛,他们迅即抵达赫淮斯托斯的城邦,

ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,

来到葡萄丰茂的楞诺斯岛——在那里,昔日妇人们

Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρονἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες

因极度痛恨毫无敬意对待她们的结发夫君,

340

ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον,

曾策划了降临在男人们身上的可怕毁灭,

语法注5 条
  1. 9.273τοῦ ἐπερχομένοιο

    该属格分词短语既可作属格绝对结构解释,表示伴随的时间或情状(“正当他进逼之际”),亦可视为受 δέος 支配的属格(“对他的进逼所产生的恐惧”)。鉴于承接上文比喻句的时序性描写,取属格绝对结构在叙事流转上更为自然贴切。

  2. 9.283τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην

    希求语气动词 τεθναίην 与 καλεοίμην 未带小词 ἄν,系史诗中表示强烈意愿或抉择的惯用表达(“宁可死,也不愿被称作……”)。由比较连词 ἤ 连接两个希求形式,体现了言者决绝的态度。

  3. 9.299δεῖμα δʼ Ἀχαιοῖς μίμνειν αἱματόεντα κατὰ κλόνον

    不定式 μίμνειν 为说明性不定式(epexegetical infinitive),用以补充名词 δεῖμα 的具体内容(“在血腥战乱中坚守战阵的恐惧”),由前一分句承接而来的动词 βάλε 所统辖。

  4. 9.310ἠέρι θεσπεσίῃ κεκαλυμμένος

    该分词形式为阳性主格(κεκαλυμμένος),指代上文宾格的 Κυανοχαίτην(波塞冬)。此处理论上发生了主格悬置(nominativus pendens)或句式转折(anacoluthon),以便直接使波塞冬过渡为后文限定动词 ἔκφατο 的主语。

  5. 9.328πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν ἐλθέμεναι

    承接前文否定式主句(οὐ γὰρ δὴ πέπρωτο,“因为尚未注定……直到”)的 πρίν 引导“宾格+不定式”的时间从句。短语 Φιλοκτήταο βίην 为荷马史诗常见的代称修辞(periphrasis),意即“英武的菲罗克忒忒斯(本人)”,作不定式 ἐλθέμεναι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.270-9.340