← 斯密那的昆图斯

荷马史诗续集

§9.203-9.269

阿波罗解救德伊福玻斯与特洛伊军败退

涅俄普托勒摩斯驱车驰援受创的希腊军,直逼德伊福玻斯并对其发起挑衅与冲锋;但阿波罗降下黑云将德伊福玻斯掠回城下,涅俄普托勒摩斯刺空后愤然怒斥,旋即追击溃退的特洛伊人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
203

Τυδείδης δʼ ἑτέρωθεν ἐϋμμελίης τʼ Ἀγαμέμνων

在战场的另一侧,堤丢斯之子与善使梣木矛的阿伽门农,

ἄλλοι τʼ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο

以及达奈俄斯人中的其他首领们,

205

προφρονέως ἀνὰ δῆριν ἀμείλιχον· οὐδὲ μὲν ἐσθλοῖς

都在这冷酷无情的激战中奋力拼杀;特洛伊人高贵的领袖们

Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ

心中也毫无惧意,他们同样

ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον

全心战斗,始终遏止着后退的兵士;

χαζομένους· πολέες γε μὲν οὐκ ἀλέγοντες ἀνάκτων

然而许多人并不理会君王们的喝令,

ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.

因畏惧阿开奥斯人的神勇而逃离战阵。

210

ὀψὲ δʼ ἄρʼ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου

终于,埃阿科斯后裔勇猛的儿子发觉

ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο

在斯卡曼德罗斯河的入海处,达奈俄斯人

αἰὲν ἐπασσυτέρους· λίπε δʼ οὓς πάρος αὐτόθʼ ἔναιρε,

正接连不断地成群灭亡;他丢下刚才在当地斩杀的那些正逃向城邦的敌人,

φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε

命令奥托墨冬

κεῖσʼ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.

将战车驱向阿开奥斯大军被重创之地。

215

αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων

奥托墨冬迅即遵命,挥鞭策动神驹的神力,

σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἱ δʼ ἐπέτοντο

直扑战乱;神马自死者丛中疾飞而过,

ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.

载着他们强悍的主人。

οἷος δʼ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης

正如阿瑞斯登上战车,奔赴毁灭凡人的战阵,

ἐμβεβαὼς ἵπποισι, περιτρομέει δʼ ἄρα μαῖα

在他疾冲时大地在脚下震颤,在神明胸前

220

ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖοτεύχεʼ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·

神造的铠甲铿锵作响,闪烁如烈火——

τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντηνἐσθλοῦ Δηιφόβοιο·1 κόνις δʼ ἐπαείρετο πολλὴ

勇猛阿喀琉斯之子正是如此直冲向高贵的德伊福玻斯;

ἵππων ἀμφὶ πόδεσσιν· ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ

大群尘埃在马蹄下腾起。 勇武的奥托墨冬定睛望去,认出了那人是谁;

225

Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν· αἶψα δʼ ἄνακτι

随即对他的主君说出这样一番话,指出了那位赫赫有名的勇士:

τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων·

“我主,那是德伊福玻斯的军伍,他本人此前

ὦ ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅς τε καὶ αὐτὸςσεῖο πάροιθε τοκῆος ὑπέτρεμε· νῦν δέ οἱ ἐσθλὸν

每见您的父王都战栗不已;而今定是某位天神或神灵

ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.

将非凡的勇气注入了他的心扉。”

230

ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι προσέννεπεν, ἀλλʼ ἔτι μᾶλλον

他这般说着;而主君未置一词,只是一味

ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα

催赶战马疾驰,好尽快

ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.

为濒死的达奈俄斯人扫除屈辱的厄运。

ἀλλʼ ὅτε δή ῥʼ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,

然而当他们彼此已逼得极近时,

δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο

就在那时,德伊福玻斯尽管极度渴望战斗,

235

ἔστη, ὅπως πῦρ αἰνόν, ὅθʼ ὕδατος ἐγγὺς ἵκηται·

却停了下来,宛如可怕的烈火逼近了水流;

θάμβεε δʼ εἰσορόων κρατερόφρονος Αἰακίδαο

他惊骇地凝望着勇毅的埃阿科斯之裔的神马

ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος

和他魁梧的儿子,

μείονα. τοῦ δʼ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν

其人丝毫不逊于他的父王。 他的心在胸膛中翻腾思忖,

ἄλλοτε μὲν φεύγειν, ὁτὲ ὁτὲ δʼ2 ἀνέρος ἄντα μάχεσθαι·

一时想逃跑,一时又想直面迎战那人。

240

ὡς δʼ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων

宛如深山中一头野猪正从初生的幼崽身旁

θῶας ἀποσσεύῃσι, λέων δʼ ἑτέρωθι φανείη

驱逐胡狼,另一侧却见一头狮子从不知何处奔跃而来,

ἔκποθεν ἐσσύμενος, τοῦ δʼ ἵσταται ἄσπετος ὁρμὴ

野猪无边的狂猛之势骤然停顿,

οὔτε πρόσω μεμαῶτος ἔτʼ ἐλθέμεν οὔτʼ ἄρʼ ὀπίσσω,

既不敢再前冲,又不敢退后,

θήγει δʼ ἀφριόωντας ὑπὶ γναθμοῖσιν ὀδόντας·

只能在双颚下磨砺泛着泡沫的獠牙——

245

ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις

普里阿摩斯之子正是这般伴着战车神马驻足,

πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.

心中翻江倒海,双手摸索着长矛。

τὸν δʼ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·

冷酷无情的阿喀琉斯之子对他喝道:

Πριαμίδη, τί νυ τόσσον ἐπʼ Ἀργείοισι μέμηνας

“普里阿摩斯之子,为何你如此冲向比你弱小的阿尔戈斯人狂暴施威?

χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴνφεῦγον ἐπεσσυμένοιο, σὺ δʼ ἔλπεο πολλὸν ἄριστος

他们见你扑来,因惧怕你的呼喝而溃逃,

ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν,

你便自以为远为绝伦了? 不,若你胸中尚有胆魄,

ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.

便在纷乱的战阵中试一试我难当的锋芒吧!”

ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντʼ ἐλάφοιο

说罢,他便如扑向野鹿的雄狮一般跃出,

ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο·

乘着他父亲的骏马与战车。

255

καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,

若非阿波罗迅疾从奥林匹斯的某处向他倾泻一团黑云,

εἰ μή3 οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων

将他从毁灭的战乱中掠走,

ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιοἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι

安置在城邦附近——其他特洛伊人正逃奔向那里——

Τρῶες ἴσαν φεύγοντες· ὁ δʼ ἐς κενεὴν δόρυ τύψας

他早在此刻连同御者被矛贯穿毙命了。 珀琉斯之子的儿子一矛刺入虚空,

260

ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν·

高声怒喝道:

ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ

“恶犬,你逃脱了我的怒火!哪怕你一心迎战,

ἱεμένῳ περ4 ἄλαλκε, θεῶν δέ τις, ὅς σʼ ἐκάλυψε

救你的也不是你的武勇,

νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.

而是某位从上方抛下黑夜遮蔽你的神明,将你从危难中救走!”

ὣς ἄρʼ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων

他这般说着;克罗诺斯之子自上方将阴郁的云雾

265

εὖτʼ ὀμίχλην διέχευε· λύθη δʼ εἰς ἠέρα μακρήν·

如薄岚般驱散,它消融在辽阔的长空;

αὐτίκα δʼ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.

平原与周遭的整片大地顿时重现于眼前。

Τρῶας δʼ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας

他望见特洛伊人已远远退到了斯开亚门周围;

Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δʼ ἄρα πατρὶ ἐοικὼς

他便宛如其父一般,

ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα·

迈步迎击那些畏惧他前来的仇敌。

语法注4 条
  1. 9.223ἐσθλοῦ Δηιφόβοιο

    副词 ἄντην 在此起介词作用,支配属格 ἐσθλοῦ Δηιφόβοιο(“迎面冲向高贵的德伊福玻斯”)。

  2. 9.239ὁτὲ ὁτὲ δʼ

    与前面的 ἄλλοτε μέν 相应,构成“一时……一时又……”的交替表达。此处 ὁτέ 的重复强化了内心在逃跑与迎战之间的反复摇摆。

  3. 9.255καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν, εἰ μή

    过去反事实条件句:归结节由 κεν 加不定过去时直陈式(κατέπεφνεν)构成,条件节由 εἰ μή 加不定过去时直陈式(κατέχευεν)构成,意为“若非阿波罗倾泻黑云……他早已将其击杀”。

  4. 9.262ἱεμένῳ περ

    分词 ἱεμένῳ 带让步小词 περ,为与格并修饰代词 σοί(受动词 ἄλαλκε 支配),意为“纵使你渴望战斗,你的勇武也未能保护你”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.203-9.269