- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.135-9.202
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
特洛伊城墙前双方鏖战正酣,德伊福玻斯斩杀涅斯托耳的御者并将阿开奥斯人驱入克珊托斯河,而阿喀琉斯之子涅俄普托勒摩斯则在另一侧大肆歼灭特洛伊军。
θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δʼ ὑπʼ ἀκόντων
被击打时发出不可遏止的铿锵声,
καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
另一些盾牌则在标枪与利剑下轰鸣;
ἀνέρες οὐτάζοντο· φορύνετο δʼ ἔντεα φωτῶν
许多战士也被迅疾的战斧砍伤,
αἵματι. Τρωιάδες δʼ ἀπὸ τείχεος ἐσκοπίαζον
勇士们的铠甲被鲜血玷污。
αἰζηῶν στονόεντα μόθον· πάσῃσι δὲ γυῖα
特洛伊的妇女们从城墙上凝望着年轻战士们令人痛心的搏杀,
ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν
人人都在为子嗣、丈夫和兄弟祈祷,
ἠδὲ κασιγνήτων· πολιοὶ δʼ ἅμα τῇσι γέροντες
四肢颤抖;
ἕζοντʼ εἰσορόωντες· ἔδον δʼ ὑπὸ κήδεσι θυμὸν
白发苍苍的老人们坐在她们身旁一同观望,
παίδων ἀμφὶ φίλων· Ἑλένη δʼ ἐν δώμασι μίμνεν
因担忧爱子而忧心如焚。海伦则同侍女们独留深宫,
οἴη ἅμʼ ἀμφιπόλοισιν·1 ἔρυκε γὰρ ἄσπετος αἰδώς.
因无边的羞耻阻拦了她。
οἱ δʼ ἄμοτον πονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες
战士们在城墙前惨烈鏖战;
γήθεον· οὐλομένη δʼ ἐπαΰτεεν ἀμφοτέροισι
死神们在四周欢跃,毁灭性的厄里斯高声呼喊,
μακρὸν Ἔρις βοόωσα· κόνις δʼ ἐρυθαίνετο λύθρῳ
向着双方大肆叫阵;
κτεινομένων· ὀλέκοντο δʼ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
尘土被被杀者的污血染红,众人在战乱中相继阵亡。
Ἔνθʼ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
此时德伊福玻斯斩杀了涅斯托耳勇猛的御者、
[Νέστορος,] Ἱππασίδην, ὁ δʼ ἀφʼ ἅρματος αἰψηροῖο
希帕索斯之子;
ἤριπεν ἀμφὶ νέκυσσιν· ἄχος δέ οἱ ἔσχεν ἄνακτα·2δείδιε γάρ, μὴ δή μιν ἐφʼ ἡνία χεῖρας ἔχοντα
他自疾驰的战车上跌落于尸丛之中。悲痛抓住了他的主人;
υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·
因他唯恐普里阿摩斯的英子会趁自己手执缰绳之际将自己一并斩杀。
ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλʼ ἐπὶ δίφρον
但墨兰提奥斯并未弃他不顾,
ἆλτο θοῶς, ἵπποισι δʼ ἐκέκλετο μακρὰ τινάσσων
而是敏捷地跃上战车,抖动长缰向马匹呼喝;
εὔληρʼ, οὐδʼ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
他手中无鞭,便用长矛抽打战马前驱。
καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δʼ ἄλλων
普里阿摩斯之子撇下他们,
ἐς πληθύν· πολέεσσι δʼ ὀλέθριον ὤπασεν ἦμαρ
冲入其他敌军的人群,
ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
迅疾地将毁灭之日赐予众人。
θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δʼ ὑπὸ χερσὶ
因他如致命的风暴般始终勇敢地扑向仇敌;
μυρίοι ἐκτείνοντο· πέδον δʼ ἐστείνετο νεκρῶν.
无量敌军在他手下丧命,原野被尸首塞满。
ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
宛如一名伐木者跃入高山间的林谷深处,
δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
急忙砍伐新绿的树木,
ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
好在土下将众多木料与火一同掩埋来烧制木炭,
σὺν πυρὶ δούρατα πολλά· τὰ δʼ ἄλλοθεν ἄλλα πεσόντα
东倒西歪的树木自上方覆满山脊,
πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δʼ ἐπιτέρπεται ἔργῳ·
而那人因自己的劳作而满心欢喜;
ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
阿开奥斯人也正是这样在德伊福玻斯迅捷的双手下成群灭亡,
ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
相枕藉而倒。
καί ῥʼ οἱ μὲν Τρώεσσιν ὁμίλεον, οἱ δʼ ἐφέβοντο
有些人正与特洛伊人厮杀,
εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δʼ ὕδατος εἴσω
另一些人则逃向克珊托斯河的宽阔水流;
Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο·
德伊福玻斯将他们赶入水中,杀戮不休。
ὡς δʼ ὁπότʼ ἰχθυόεντος ἐπʼ ᾐόσιν Ἑλλησπόντου
又宛如在鱼产丰富的赫勒斯滂海滨,
δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
筋疲力尽的渔夫们将膨胀的渔网拖向陆地,
κολπωθὲν ποτὶ γαῖαν, ἔσω δʼ ἁλὸς εἰσέτʼ ἐόντος
趁网还在海中之际,
ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς
一名健壮的青年手持弯曲的矛跃入水中,
αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δʼ ἄλλον
向剑鱼降下可怕的屠戮,
δάμναται, ὅν κε κίχῃσι, φόνῳ δʼ ἐρυθαίνεται ὕδωρ·
撞见何者便斩杀何者,水流被鲜血染红;正是这样,
ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα
在他的手下,
αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
克珊托斯河的溪流四周被鲜血染红,充塞着死者。
οὐδὲ μὲν οὐδʼ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς
特洛伊人也绝非未流鲜血而战;
ἀμφʼ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα
阿喀琉斯勇猛之子在其他战阵中将他们肆意砍杀。我想忒提斯凝望此景,
τέρπετʼ ἐφʼ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι·
为孙儿感到喜悦,正如她曾为珀琉斯之子感到悲伤一般。
τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
因在他的梣木矛下,
πίπτεν ὁμῶς ἵπποισιν· ὁ δʼ ἑσπόμενος κεράϊζεν.
大群军队连同战马仆倒于尘土之中,而他在后追击扫荡。
ἔνθʼ Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
在此处他斩杀了著名的阿米得斯,
ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητʼ ἐρατεινῆς
此人骑马迎面与他相撞,却未能在心爱的骑术中得享益处;
ἱππασίης· δὴ γάρ μιν ὑπʼ ἔγχεϊ τύψε φαεινῷ
因〔涅俄普托勒摩斯〕以闪亮的矛刺中他的肚腹,
ἐς νηδύν· αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν.
矛尖直穿脊柱。
ἔγκατα δʼ ἐξεχύθησαν· ἕλεν δέ μιν οὐλομένη Κὴρ
肠脏流淌出来;
ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
致命的死神迅疾将跌落在快马足边的他捉获。
εἶλε δʼ ἄρʼ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
他又斩杀了阿斯卡尼俄斯与俄诺普斯,
δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὸν δʼ ὑπὸ λαιμόν,
一矛深刺入前者的食道咽喉,
καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
另一矛刺中后者的咽喉下方——那正是对凡人而言最致命的要害之处。
ἄλλους δʼ ἔκτανεν αἰέν, ὅσους κίχε· τίς κεν ἐκείνουςἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
凡他遭遇的其余之人,他皆不断斩杀。
χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα·3
谁人能道尽在涅俄普托勒摩斯手下丧身沙场的全部男儿?他的四肢从未感到疲倦。
ὡς δʼ ὁπότʼ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι
宛如一名青年在繁茂的田庄里以强健的双手整日劳作,
πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
挥动长杆催打,
ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης
将无尽的橄榄果倾泻于大地上,
ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·
从上方覆满了田野;
ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος,
众多的人群也正是这样在他手下倾覆仆倒。
- 9.144οἴη ἅμʼ ἀμφιπόλοισιν
形容词 οἴη(阴性单数主格,“独自一人”)与介词短语 ἅμʼ ἀμφιπόλοισιν(“同侍女们一起”)结合,表达了一种限定性的留守状态,即与聚集在城墙上的特洛伊妇女隔离,“仅与侍女为伴”留在居所。
- 9.151ἄχος δέ οἱ ἔσχεν ἄνακτα
代词 οἱ 为所有格性与格(或关涉与格),名词 ἄνακτα(宾格)作及物动词 ἔσχεν 的直接宾语,意为“悲痛抓住了他的主人”。这是史诗中常见的与格代词与宾格名词呼应以表示所属关系的惯用句式。
- 9.197κάμεν δέ οἱ οὔποτε μυῖα
手抄本所载的 μυῖα(苍蝇)在语境中通常被校勘学者视为 γυῖα(肢体、四肢)的抄写讹误。按 γυῖα 理解,则其为主格中性复数(配合单数动词 κάμεν),οἱ 为所有格性与格,整句构成“他的四肢从未感到倦怠”这一标准的史诗英雄程式化表达。
