- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.434-8.504
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙斯应伽倪墨得斯的恳求降下浓云与雷电掩护特洛伊城墙,涅斯托耳遂建议希腊联军收殓阵亡者后撤回战船,双方随后各自设防过夜。
τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·1
因此,请您如今垂听我心中深切的悲痛吧;
οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι
因为我绝不能忍受亲眼看见这城池被烈火焚烧,
οὐδʼ ἄρʼ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
也不能忍受我的族人在惨烈的战乱中灭绝,
λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος·
再没有比这更深重的悲苦了。
σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,
即使您的心中决意要筹划这些事,
ἔρξον ἐμεῦ ἄπο νόσφιν· ἐλαφρότερον δέ μοι ἄλγος
也请远离我而行;若我未能亲眼目睹,
ἔσσεται, ἢν μὴ ἔγωγε μετʼ ὄμμασιν οἷσιν ἴδωμαι·
我的悲痛或许还能减轻一些。
κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
因为当一个人目睹祖国在敌人的手中倾覆瓦解,
δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.
实乃最可悲悯、最残忍之事。”
ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.καὶ τότʼ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
伽倪墨得斯高贵的心灵沉重地呻吟着,如是说道。
νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα·
于是宙斯亲自用无尽的云雾将普里阿摩斯名满天下的城池久久笼罩。
ἠχλύνθη δὲ μάχη φθισίμβροτος· οὐδέ τις ἀνδρῶν
屠戮生灵的战阵陷入了一片阴霾;
ἐξιδέειν ἐπὶ τεῖχος ἔτʼ ἔσθενεν, ᾗχι τέτυκτο·
再没有人能够看清城墙筑在何方,
ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο·ἀμφὶ δʼ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
因它已全然被浓密的云层遮蔽。
οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
伴随着雷鸣与电闪从天穹四面轰然炸响。达奈俄斯人听见宙斯的巨响,
θάμβεον· ἐν δʼ ἄρα τοῖσι μέγʼ ἴαχε Νηλέος υἱός·
尽皆惊骇莫名;此时,涅琉斯之子在他们当中高声呼喊:
ὦ κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν
“阿耳戈斯人的英名领袖们啊,
ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
既然宙斯在庇佑着勇悍的特洛伊人,
Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει
我们的四肢便再难以站稳脚跟;
ἡμῖν· ἀλλʼ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
因为他正将莫大的灾难推向我们。来吧,让我们快快退回自己的战船,
παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
止息劳顿与惨烈的厮杀,
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
免得他在狂怒之中将我们尽数焚尽。
τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε
如今且让我们遵从他的征兆吧;
πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
因人人理应永远顺从于他,
ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τʼ ἀνθρώπων·
皆因在刚毅的神明与孱弱的凡人之中,他至高无上。
καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
昔日他向狂妄的提坦诸神发怒时,
οὐρανόθεν κατέχευε πυρὸς μένος· ἡ δʼ ὑπένερθε
曾从天穹倾泻下烈火的暴威;
καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
下界的大地处处燃起大火,
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατʼ ἄχρις ἱκέσθαι·2
大洋的宽阔洪流自深渊沸腾直至天涯海角,
καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων·
奔流不息的长河水流干涸枯竭;
δάμνατο δʼ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
繁育生灵的大地所滋养的一切生类、无垠大海所哺育的一切、
ἠδʼ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδʼ ὁπόσʼ ὕδωρ
永流不息的江河之水所养育的一切,
ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
尽皆遭毁灭;
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ· τείρετο δὲ χθών·
漫漫天际被灰烬与浓烟所笼罩,大地备受摧折。
τοὔνεκʼ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε.
正因如此,我在此日深深畏惧宙斯的愤怒。
ἀλλʼ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
走吧,让我们回战船去,因为他今日在协助特洛伊人;
σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·
然而此后,他亦会将荣耀赐予我们。
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δʼ ἐχθρή·
因破晓之光有时令人欣喜,有时却充满敌意。
καὶ δʼ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος
况且,若卡尔坎斯往日向聚集的阿开奥斯人所宣示的、
τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
谓将在第十年攻破普里阿摩斯之城的预言确凿属实,
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.
那么如今攻陷名城的时运便尚未降临。”
ὣς φάτο· τοὶ δʼ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
他如是说;将士们遂丢下赫赫有名的城郭退出了战场,
χάσσαντʼ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·
畏惧着宙斯的呼喝与斥责;
ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων.
因他们信服这位熟谙古老传说的老者。
ἀλλʼ οὐδʼ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ·
然而即便如此,他们亦未抛下战死沙场的同袍,
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·
而是将他们从战场上抬出并妥善安葬。
οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
因那片阴云并未笼罩他们,
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, ᾧ πέρι πολλοὶ
而是覆蔽着高耸的城池与难攻的城壁——在城壁四周,
Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
特洛伊与阿耳戈斯的众多儿男已在战神的手下丧生。
ἐλθόντες δʼ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
回到战船旁,他们卸下作战的甲胄,
καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τʼ ἀποφαιδρύναντο
步入赫勒斯滂顺流的波涛中,
κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
洗净了身上的尘土、汗水与血污。
Ἡέλιος δʼ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους·
太阳驱赶着不知疲倦的骏马没入幽暗;
νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δʼ ἀνέρας ἔργων·
黑夜倾泻在大地上,使凡人脱离了劳作。
Ἀργεῖοι δʼ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
阿耳戈斯人尊崇阿喀琉斯勇猛善战的强健之子,
ἶσα τοκῆι τίεσκον· ὁ δ̓ἐν κλισίῃσιν ἀνάκτων
敬之如同其父。他在诸王的营帐中欢宴畅饮,
δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔτι βάρυνεν,
洋洋自得;疲惫丝毫未能压倒他,
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίωνἐξέλετʼ, ἀκμήτῳ δʼ ἐναλίγκιον εἰσοράασθαι
因忒提斯已从他的四肢驱散了沉重的辛劳,
τεῦξεν·3 ὁ δʼ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
使他望之宛若不知疲倦之人。他在宴饮中饱食而强健其心后,
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος
走入其父的营帐,
ἀμφεχύθη· Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυοναἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς,
沉沉入睡。达奈俄斯人则在战船前轮流值夜;
Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων
因他们极度畏惧特洛伊的军队或其善近战的盟军万一纵火焚烧战船,
νῆας ἐνιπρήσῃ, νόστου δʼ ἀπὸ πάντας ἀμέρσῃ.
断绝所有人的归途。
ὣς δʼ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
普里阿摩斯的城郭之中亦复如是,
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
特洛伊各部族在城门与城墙周围轮番合眼假寐,
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.
心中惶恐战栗于阿耳戈斯人悲凉的叫阵呼喊。
- 8.434τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ
τῷ 为指示代名词中性单数与格的副词/连词用法,意为“因此”。动词 ἐσάκουσον(εἰσακούω 的不定过去式祈使语气)支配表示被聆听之人的人称代词属格 μευ 及其同位分词 ἀκηχεμένου。
- 8.464ἔς πέρατʼ ἄχρις ἱκέσθαι
连词 ἄχρις 与不定式 ἱκέσθαι 连用,表达达到的界限或终点(“直至达到边际”),并由介词短语 ἔς πέρατʼ(εἰς πέρατα)进一步加强方向与范围。
- 8.495ἀκμήτῳ δʼ ἐναλίγκιον εἰσοράασθαι / τεῦξεν
不定式 εἰσοράασθαι 为附加说明(限定/修饰)的不定式,修饰形容词 ἐναλίγκιον(“宛若、形似”),意为“观其外表宛如不知疲倦之人”。
