- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.361-8.433
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊联军猛烈进攻,迫使特洛伊人退守城墙之内,联军随即围城猛攻城门。在城堞内外的血腥攻防中特洛伊危在旦夕,天上的伽倪墨得斯恐祖国陷落,向宙斯呼号求助。
χαζομένοισιν ἕποντο κατʼ ἴχνιον, ἠΰτʼ ἀῆται
他们紧随溃退者的足迹追击,
νήεσιν ἐσσυμένῃς ὑπὸ λαίφεσιν εἰς ἁλὸς οἶδμα
恰似风暴紧逼着扬帆急驰向大海汹涌巨浪的船只,
ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν
又如烈火之威席卷灌木丛,
ὀτρηροὶ κατʼ ὄρεσφι κύνες λελιημένοι ἄγρης·
亦如山野中渴望猎物的敏捷猎犬追扑幼鹿;
ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκʼ ἄρʼ αὐτοὺς
达奈俄斯人亦是这般逼向敌人,
υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
因阿喀琉斯之子手执长矛激励着他们,
κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἱ δʼ ἐπὶ φύζαν
在混战中所遇之敌尽皆斩杀;特洛伊人仓皇溃退,
χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
逃入了城门高耸的城池之中。
Ἀργεῖοι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
于是阿耳戈斯人稍得从战事中喘息片刻,
ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
他们将特洛伊各部族围困在普里阿摩斯的城郭之内,
ἄρνας ὅπως σταθμοῖσιν ἐπʼ οἰοπόλοισι νομῆες·
宛若牧羊人将羊羔圈入幽僻的羊栏。
ὡς δʼ ὁπότʼ ἀμπνείωσι βόες μέγα κεκμηῶτες
又如公牛拉着沉重的重负登上险峻的山脊后大感困顿,
ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρηνπυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὥς ἄρʼ Ἀχαιοὶ
在轭下粗重地喘着粗气稍息片刻;
ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους
身披甲胄而疲惫不堪的阿开奥斯人亦是这般缓了一口气。他们渴求围绕城塔激战,
μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα·
遂将全城团团围住;
οἱ δʼ ἄρʼ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
而特洛伊人拉上了城门上的门闩,在城堞上固守,
ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.ὡς δʼ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
抵御迎面冲杀而来的敌人的狂暴之威。
λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
正如牧人们在羊圈中等待阴霾的风暴过去——当狂暴的冬日伴着闪电、
λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι
暴雨和绵密的纷飞大雪袭来,
ταρφέσιν, οἱ δὲ μάλʼ οὔτι λιλαιόμενοί περ ἱκέσθαι
他们纵然十分渴望前往牧场,也绝不奔出,
ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
直到严冬以及轰鸣翻腾的宽阔江河大大平息;
χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
特洛伊人亦是这般留守在城墙之内,
ὣς οἵ γʼ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
畏惧着敌人的呼喝叫嚣;
δυσμενέων· λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.
而攻城的大军已迅疾扑向城郭。
ὡς δʼ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
又如展翅的椋鸟或寒鸦群,
καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
极度渴求甜美的食物,密密匝匝地扑向橄榄果实,
βρώμης ἱέμενοι θυμηδέος, οὐδʼ ἄρα τούς γε
纵使青年人大声呼喊驱赶,
αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,
也绝难在它们吃饱前将其惊飞,
πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·
因为饥饿滋长了它们无所畏惧的凶猛;
ὣς Δαναοὶ Πριάμοιο τότʼ ἀμφεχέοντο πόληι
强健的达奈俄斯人当时亦是这般将普里阿摩斯的城池团团围定;
ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
他们猛攻城门,
ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.1
急切欲拆毁刚毅的震地之神那无穷的造物。
Τρῶες δʼ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
特洛伊人虽万分畏惧,却未忘厮杀,
ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο
依然屹立在塔楼之上不息地奋战;
νωλεμές· ἰοὶ δʼ αἰὲν ἐϋδμήτων ἀπὸ τειχέων
箭矢与飞石、
θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
迅猛的标枪一齐从筑造精良的城垣上不断射向敌军的人群,
δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
因福玻斯已将坚忍的勇力注入他们体内;
ἧκε βίην· ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
因在他心中,即使赫克托耳已逝,
Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.
仍愿庇佑这善战的特洛伊人。
Ἔνθʼ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
此时,墨里俄涅斯射出一支可憎的利箭,
καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω
击中了勇武的珀利忒斯的挚友菲洛达玛斯颚骨微下方;
τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δʼ ὑπὸ λαιμὸν ὀϊστός.
箭镞深深扎入其咽喉。
κάππεσε δʼ αἰγυπιῷ ἐναλίγκιος, ὅν τʼ ἀπὸ πέτρηςἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·
他犹如猛禽般坠落——正如青年猎手用带倒钩的箭矢从岩石上将鹫鸟射落一般;
ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο·
他亦是这般疾速从高耸的塔楼上跌落,
γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δʼ ἔντεα νεκρῷ.
生魂脱离了四肢,铠甲在尸体上哐当作响。
τῷ δʼ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
勇武的摩罗斯之子见状洋洋得意地嗤笑,
ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ
心中极切渴望射中历尽苦难的普里阿摩斯之子珀利忒斯,
υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·
遂又射出一支羽箭。
ἀλλʼ ὁ μὲν αἶψʼ ἀλέεινε παρακλίνας ἑτέρωσε
但珀利忒斯敏捷地侧身闪避,
ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν
箭矢未能触及他俊美的肌肤。
ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ
正如同当海浪深处的船只在顺风中疾驰时,
ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην
舵手望见波涛中耸立的险峻礁石,
νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
急欲躲避,
χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς
遂用手顺着心念所驱的方向扳动船舵使船转向,
ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμʼ ἀπερύκει·
以微小的力量避开莫大的灾殃;
ὣς ἄρʼ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
他亦是这般预见到了凶残的飞矢,逃脱了死厄。
οἱ δʼ αἰεὶ μάρναντο· λύθρῳ δʼ ἐρυθαίνετο τείχη
双方厮杀不息;
πύργοι θʼ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες
在特洛伊人被强悍的阿开奥斯人的箭雨射杀之处,
ἰοῖσι κτείνοντο πολυσθενέων ὑπʼ Ἀχαιῶν·
鲜血染红了城墙、高塔与女墙。
οὐδὲ μὲν οἵ γʼ ἀπάνευθε πόνων ἔσαν, ἀλλʼ ἄρα καὶ τῶν
然而阿开奥斯人自身也绝非远离苦痛,
πολλοὶ γαῖαν ἔρευθον· ὀρώρει δʼ αἰπὺς ὄλεθρος
他们中亦有许多人将鲜血洒在大地上;
βαλλομένων ἑκάτερθε· λυγρὴ δʼ ἐπετέρπετʼ Ἐνυὼ
双方各有〔人〕被击中,险恶的死厄骤起,
δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.
战神的妹妹阴森的厄纽俄搅动着战事而欢欣鼓舞。
καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
此刻,
Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν2 ἀγακλειτὸς Γανυμήδης
阿耳戈斯人本已攻破特洛伊的城门与城墙——因他们的威力实已巨大无匹——若非远近闻名的伽倪墨得斯从天国俯瞰并迅即放声呼号;
οὐρανοῦ ἐκκατιδών· μάλα γὰρ περιδείδιε πάτρης·
因他极度担忧自己的祖国:
Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,
“父神宙斯啊,若我确系出自您的血脉,
σῇσι δʼ ὑπʼ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην
并在您的旨意下离开了荣耀的特洛伊,
εἰμὶ μετʼ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
居住在不朽的神明之间,享有着长生不死的生命,
- 8.394ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου
不定式 ἐρύσσαι(拆毁、拉倒)的宾语。“刚毅的震地之神那无穷的造物”是借代修辞,指神话中波塞冬为拉俄墨冬王修建的特洛伊城墙与城门。
- 8.427καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης Ἀργεῖοι ... εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν
过去反事实条件句结构。主句采用 κεν 加不定过去时直陈语气中间态(ῥήξαντο,“本已攻破”),从句采用 εἰ μὴ 加不定过去时直陈语气主动态(ἐβόησεν,“若非放声呼喊”)。这是史诗中标志事态在千钧一发之际因神明介入(此处为伽倪墨得斯的呼求)而逆转的典型程式化句式。
