← 斯密那的昆图斯

荷马史诗续集

§9.1-9.66

埋葬战死者与涅俄普托勒摩斯祭父

破晓之后,笼罩城壁的阴云散去,特洛伊人因惧怕阿喀琉斯仍在世而不敢出战,安忒诺尔遂向宙斯祈祷早日结束苦难。两军休战并各自火化安葬战死者后,涅俄普托勒摩斯拜谒了父亲阿喀琉斯的陵墓,对着亡父含泪倾诉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἦμος δʼ ἤνυτο νυκτὸς ἄπο κνέφας, ἔγρετο δʼ Ἠὼς

当黑夜的阴霾消散,黎明自大地的边陲苏醒,

ἐκ περάτων, μάρμαιρε δʼ ἀπείριτον ἄσπετος αἰθήρ,

浩瀚无垠的天宇闪耀生辉之时,

δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων

强健的阿耳戈斯健儿们举目眺望平原,

ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην

看见伊利昂的高处已无云雾笼罩,

5

ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον

尽皆对昨天的巨大异象惊叹不已。

Τρῶες δʼ οὐκέτʼ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο

特洛伊人不再认为自己能在巍峨城墙前立定厮杀;

στήμεναι1 ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας

因莫大的恐惧攫住了众人,

ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα·

他们以为名声赫赫的珀琉斯之子依然在世。

Ἀντήνωρ δʼ ἐν τοῖσι θεῶν ἠρήσατʼ ἄνακτι·

此时,安忒诺尔在人群中向众神之王祈求:

Ζεῦ, Ἴδης μεδέων ἠδʼ οὐρανοῦ αἰγλήεντος,

“统御伊达山与灿烂天穹的宙斯啊,

10

κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος

请垂听我的祈祷,

τρέψον ἀφʼ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,

从我们的城邦前驱逐那个心中图谋毁灭的强暴之徒,

εἴγʼ ὅ γʼ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμʼ Ἀΐδαο,

无论他确实是阿喀琉斯而未曾归入哈得斯的府邸,

εἴτε τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ·

还是貌似那人的另一位阿开奥斯人。

λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο

在神裔普里阿摩斯的城郭之中,

15

πολλοὶ ἀποφθινύθουσι, κακοῦ δʼ οὐ γίνετʼ ἐρωή,

黎民百姓已大批丧生,灾祸未有停歇,

ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει·

杀戮与毁灭反倒与日俱增。

Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπʼ Ἀχαιοῖς

天父宙斯啊,难道对于在阿开奥斯人手下遭屠戮的百姓,

μέμβλεται, ἀλλʼ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο

您当真毫不挂心,甚至连您神圣的儿子达耳达诺斯也一并忘却,

Δαρδάνου ἀντιθέοιο μέγʼ Ἀργείοισιν ἀρήγεις.

转而大力扶助阿耳戈斯人了吗?

20

ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,

若您的心意真切渴望着让特洛伊人凄惨地亡于阿耳戈斯人之手,

Τρῶας ὑπʼ Ἀργείοισιν ὀϊζυρῶς ἀπολέσσαι,

那就请立刻施行,

ἔρξον ἄφαρ, μηδʼ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.

莫要让我们承受旷日持久的痛苦。”

ἦ ῥα μέγʼ εὐχόμενος· τοῦ δʼ ἔκλυεν οὐρανόθι Ζεύς·

他这般大声祈祷着;天穹之上的宙斯垂听了他的声音。

25

καὶ τὸ μὲν αἶψʼ ἐτέλεσσε, τὸ δʼ οὐκ ἤμελλε τελέσσειν·

其中一事他即刻准允,另一事却不打算成全;

δὴ γάρ οἱ κατένευσεν, ὅπως ἀπὸ πολλοὶ ὄλωνταιΤρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δʼ υἷʼ Ἀχιλῆος

因他应允了让众多特洛伊人同其子嗣一同灭亡,

τρεψέμεν οὐ κατένευσεν ἀπʼ εὐρυχόροιο πόληος,

却没有应允将阿喀琉斯勇悍的儿子从开阔的城邑前赶走,

ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει

反而更加激励了他,

30

ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ.

因宙斯的心意要给仁慈的涅柔斯之女带去欣喜与荣光。

καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.

诸神中最至高者便如此思量着。

μεσσηγὺς δὲ πόληος ἰδʼ εὐρέος Ἑλλησπόντου

在城池与宽阔的赫勒斯滂之间,

Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃκαῖον ὁμῶς ἵπποισι· μάχη δʼ ἐπέπαυτο φόνοιο,οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην

阿耳戈斯人与特洛伊人将战死疆场的勇士同战马一同焚化;杀戮的争战已然止息,

εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς

皆因有力的普里阿摩斯派遣使者墨诺忒斯前往阿伽门农及全体阿开奥斯人处,

λισσόμενος νέκυας πυρὶ καίεμεν· οἱ δʼ ἐπίθοντο

恳请用烈火焚化遗体;众人敬重亡者,

αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.

遂应允所请;因怒火不会追随他们〔亡者〕。

ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,

当他们为死者堆筑起密密匝匝的火葬柴堆后,

40

δὴ τότʼ ἄρʼ Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,

阿耳戈斯人返回营帐,

Τρῶες δʼ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο·

特洛伊人则回到富积黄金的普里阿摩斯的宫阙,为阵亡的欧律皮罗斯哀恸不已;

τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι·

因他们敬重他,如同敬重普里阿摩斯诸子。

τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων

因此,他们将他安葬在远离其他战死者之处,

45

Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα

在达耳达尼亚城门前,那处正是漩涡翻涌的〔河流〕因宙斯的雨水而水势大涨、

δινήεις προΐησιν2 ἀεξόμενος Διὸς ὄμβρῳ.

奔涌出漫长水流之地。

υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς

另一方面,阿喀琉斯之子则来到他无畏之父阴暗的坟茔前;

τύμβον ἐς εὐρώεντα· κύσεν δʼ ὅ γε δάκρυα χεύων

他洒下热泪,亲吻亡父那制作精良的墓碑,

στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος·

深沉地叹息着,吐露出这番话语:

50

καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε·

“父亲啊,

χαῖρε πάτερ καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε

纵然深居地底黄泉,也请受我致意;

λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμʼ Ἀΐδαο·

因您即便归入了哈得斯的府邸,我也绝不会将您遗忘。

ὡς εἴθε ζωόν σε μετʼ Ἀργείοισι κίχανον·

但愿我能在阿耳戈斯人阵中得见活着的您!

τῷ κε τάχʼ ἀλλήλοισι φρένας τερφθέντʼ ἐνὶ θυμῷ

若能如此,我们本可很快在心中互享欣喜,

Ἰλίου ἐξ ἱερῆς ληισσάμεθʼ3 ἄσπετον ὄλβον·

从神圣的伊利昂掳掠无尽的财宝。

55

νῦν δʼ οὔτʼ ἄρ σύ γʼ ἐσεῖδες ἑὸν τέκος οὔτε σʼ ἔγωγε

然而如今,您既未得见自己的骨肉,

εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.

我也未曾见到生前的您,尽管我曾那般切盼相见。

ἀλλὰ καὶ ὣς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος

即便您已远离我身、身处死者之列,

σὸν δόρυ καὶ τεὸν υἷα μέγʼ ἐν δαῒ πεφρίκασι

敌人仍在战阵中对您的长矛和您的儿子深深畏惧,

δυσμενέες, Δαναοὶ γεγηθότες εἰσορόωσι

达奈俄斯人则满心欢喜地注视着我——我的体魄、

60

σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.

容颜与战功,皆与您如出一辙。”

ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν.

他如是说,揩去了面颊上的滚滚热泪。

βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος

他步履迅捷地走向豪勇之父的战船,

οὐκ οἶος· ἅμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες

并非孑然一身;十二名密尔弥冬勇士随他同行,

Μυρμιδόνων, Φοῖνιξ δʼ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει

年迈的福尼克斯亦伴随其间,

65

λυγρὸν ἀναστενάχων περικυδέος ἀμφʼ Ἀχιλῆος.

为名扬四海的阿喀琉斯发出凄凉的哀叹。

νὺξ δʼ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δʼ οὐρανὸν ἄστρα·

黑夜降临大地,群星涌现于天幕。

语法注3 条
  1. 9.6οὐκέτʼ ἔφαντο ... στήμεναι

    动词 φημί 的中动态未完成时形式 ἔφαντο 支配不定式 στήμεναι。在史诗用法中其中动态与主动态同义,此处并非单纯指“未曾言说”,而是表达想法或预料:“他们不再认为自己能在战阵中立足”。

  2. 9.46δινήεις προΐησιν

    形容词 δινήεις(漩涡翻滚的)在没有明确名词(如 ποταμός 或专有名词 Σκάμανδρος)伴随的情况下独立充当 προΐησιν 的主语。由于从语境中显然可知其指代特洛伊平原的斯卡曼德罗斯河,故名词被省略。

  3. 9.53ὡς εἴθε ζωόν σε μετʼ Ἀργείοισι κίχανον· τῷ κε ... ληισσάμεθʼ

    由 ὡς εἴθε 搭配未完成过去时直陈式 κίχανον 构成的过去与事实相反的愿望句,其后紧接由 τῷ κε 与不定过去时直陈式 ληισσάμεθα 构成的反事实结论句。副词性与格 τῷ 起推论连接词作用,意为“若是那样的话”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.1-9.66