← 斯密那的昆图斯

荷马史诗续集

§8.290-8.360

诸将血战与阿瑞斯同雅典娜的对峙

以涅俄普托勒摩斯为首的双方将领展开激烈的对攻杀戮;阿瑞斯意欲亲自迎战涅俄普托勒摩斯,遭雅典娜降临阻截,最终在宙斯的雷霆震慑下两位神祇双双退出战场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
290

ἁζομένη1 φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.

她在心中敬畏着忒提斯与神圣的阿瑞斯。

ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα

在那里,涅俄普托勒摩斯诛杀了远近闻名的珀里墨得斯,

δάμναθʼ, ὃς οἰκίʼ ἔναιε παρὰ Σμινθήιον ἄλσος·

此人曾在斯民透斯圣林之旁安居;

τῷ δʼ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον

随后他又诛戮了凯斯特罗斯、沉稳善战的法勒罗斯、

καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,ὃν τέκετʼ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης

强悍的珀里拉俄斯以及手持坚韧梣木矛的墨纳尔克斯,

τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·

后者是伊菲阿娜萨在基拉神圣山麓为精于木作的巧匠墨冬所生。

ἀλλʼ ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ·

然而其父留在家中亲爱的故土,

παιδὸς δʼ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα

未能享得儿子的奉养;当他死去之后,

χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο2 δάσαντο

远亲继承人瓜分了他的宅邸与所有的田产。

300

Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε

德伊福玻斯则击中其腹股沟稍上方,

τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δʼ ἔγχεϊ μακρῷ

诛杀了沉稳善战的吕孔;

ἔγκατα πάντʼ ἐχύθησαν· ὅλη δʼ ἐξέσσυτο νηδύς.

长矛周围肠腹尽数倾出,整个腹腔喷涌外溢。

Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν

埃涅阿斯斩杀了杜马斯,他先前曾居于奥利斯,

Αὐλίδα ναιετάασκε, συνέσπετο δʼ Ἀρκεσιλάῳ

追随阿耳刻西拉俄斯来到特洛伊;

305

ἐς Τροίην· ἀλλʼ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.

但他再未能重睹亲爱的故土。

Εὐρύαλος δʼ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα

欧律阿罗斯掷出沉痛的投枪诛杀了阿斯特赖俄斯;

Ἀστραῖον· τοῦ δʼ αἶψα διὰ στέρνοιο ποτήθη

那令人痛苦的枪尖迅疾贯穿其胸膛,

αἰχμὴ ἀνιηρή, στομάχου δʼ ἀπέκερσε κελεύθους

切断了食道的通路,将死厄带给这汉子;

ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.

他所吞咽的食物与血污混杂在一起。

310

τοῦ δʼ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ

在距离他不远处,气概豪迈的阿革诺耳迅猛刺中锁骨,

Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,

诛杀了机敏的透克洛斯之忠良战友希波墨涅斯;

τύψας ἐς κληῖδα θοῶς· σὺν δʼ αἵματι θυμὸς

伴随着鲜血,

ἔκθορεν ἐκ μελέων· ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.

魂魄自其四肢跃出,毁灭的黑夜将他笼罩。

Τεύκρῳ δʼ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,

痛失战友的悲哀袭上透克洛斯的心头,

315

καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας·

他拉开长弓,将利箭直射向阿革诺耳;

ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν·

然而由于对方稍稍侧身闪避,箭矢全未命中;

ἔμπεσε δʼ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ

却射中了身在近旁的英勇的得伊俄丰忒斯左眼,

λαιὸν ἐς ὀφθαλμόν, διὰ δʼ οὔατος ἐξεπέρησε

径直穿透其右耳,

δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι

割裂了瞳仁;

320

ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον·3 ὃς δʼ ἔτι ποσσὶν

因为命运女神将这凶残的箭镞引向她们称心之所。他尚且双脚直立痛苦抽搐;

ὀρθὸς ἀνασκαίρεσκε· βαλὼν δʼ ὅ γε δεύτερον ἰὸν

透克洛斯射出第二支羽箭,

λαιμῷ ἐπερροίζησε· διέθρισε δʼ αὐχένος ἶνας

呼啸着直奔其咽喉;利箭迎面飞贯,

ἄντικρυς ἀΐξας· τὸν δʼ ἀργαλέη κίχε Μοῖρα.

斩断了颈项的筋腱,严酷的死运攫住了他。

ἄλλος δʼ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες

众人互相带来杀戮;毁灭之灵与死厄皆大欢欣,

325

καὶ Μόρος, ἀλγινόεσσα δʼ Ἔρις μέγα μαιμώωσα

带来痛苦的厄里斯狂怒地极力高呼,

ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε

阿瑞斯骇人地应声咆哮,

σμερδαλέον, Τρώεσσι δʼ ἐνέπνευσεν μέγα θάρσος,

将莫大的胆魄注入特洛伊人体内,

Ἀργείοισι δὲ φύζαν, ἄφαρ δʼ ἐλέλιξε φάλαγγας.

将溃逃之畏赐予阿耳戈斯人,顷刻间震颤了战阵。

ἀλλʼ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλʼ ὅ γε μίμνων

然而这未能使阿喀琉斯之子胆怯;

330

μάρνατο θαρσαλέως, ἐπὶ δʼ ἔκτανεν ἄλλον ἐπʼ ἄλλῳ·

他驻足坚守,勇敢搏杀,接二连三地诛戮仇敌。

ὡς δʼ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι

正如同年轻的童子挥手拍向在乳汁周围飞舞的群蝇,

χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δʼ ὑπὸ πληγῇ

群蝇在微小的扑击下丧命,

τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι

在器皿之旁四处吐尽生息,

θυμὸν ἀποπνείουσι, πάϊς δʼ ἐπιτέρπεται ἔργῳ·

孩童为自己的举动感到欢悦:

335

ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος

冷酷阿喀琉斯显赫之子亦是这般欢欣于尸骸之间,

γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος

毫不理会鼓动特洛伊人的阿瑞斯;

Τρωσὶν ἐποτρύνοντος· ἐτίνυτο δʼ ἄλλοθεν ἄλλον

而是接连向冲杀而来的军众索命;

λαοῦ ἐπαΐσσοντος· ὅπως δʼ ἀνέμοιο θυέλλαςμίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,

正如巍峨高山的巨峰承受迎面袭来的狂暴风暴,

340

ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι

他亦是这般毫无惧色地驻足坚守。阿瑞斯对这暴烈的青年怒不可遏,

χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαιαὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη4

正欲亲手揭去神圣的云雾与他当面争锋,

ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην·ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα

若非雅典娜从奥林匹斯某处纵身跃向林木葱郁的伊达山;

345

Ξάνθου· τόσσον ἔσεισε· δέος δʼ ἀμφέκλασε θυμὸν

神圣的大地与克珊托斯那轰鸣的川流颤动不休——她震颤山河之力竟至于斯;

νυμφάων, φοβέοντο δʼ ὑπὲρ Πριάμοιο πόληος·

恐惧击碎了水泽仙女们的心,

τεύχεσι δʼ ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο·

她们为普里阿摩斯的城邦担忧;

σμερδαλέοι δὲ δράκοντες ἀπʼ ἀσπίδος ἀκαμάτοιο

闪电在女神不朽的铠甲周围飞舞,

πῦρ ἄμοτον πνείεσκον· ἄνω δʼ ἔψαυε νέφεσσι

可怖的巨蛇从坚不可摧的盾牌上喷吐着不息的烈焰,

350

θεσπεσίη τρυφάλεια. θοῷ δʼ ἤμελλεν Ἄρηι

神圣的头盔高耸直触云霄。

μάρνασθʼ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα

她正欲与迅捷的阿瑞斯奋勇搏杀,

ἀμφοτέρους ἐφόβησεν ἀπʼ αἰθέρος αἰπεινεῖο

若非宙斯那英明的意志自高耸的以太鸣响沉痛的雷霆,

βροντήσας ἀλεγεινόν. Ἄρης δʼ ἀπεχάζετο χάρμης·

震慑了二人。阿瑞斯退出了厮杀,

δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·

因伟大宙斯的意图已然昭示于他;

355

ἵκετο δʼ ἐς Θρῄκην δυσχείμερον, οὐδʼ ἔτι Τρώων

他前往风雪苦寒的色雷斯,

μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ

在其狂傲的心中再也不挂念特洛伊人;

Παλλὰς ἔτʼ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ

高贵的帕拉斯亦不再留于特洛伊平原,

ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δʼ ἔτι χάρμης

而是亲身前往雅典人的神圣大地。

μνώοντʼ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες

凡人们仍在念想着毁灭的厮杀;特洛伊之子已丧失了勇力,

360

ἀλκῆς· Ἀργεῖοι δὲ μέγʼ ἱέμενοι πολέμοιο

阿耳戈斯人却极力渴望着战事。

语法注4 条
  1. 8.290ἁζομένη

    现在时中被动态分词主格阴性单数,修饰上一段落末尾主句动词 ἐπετέρπετο 的主语厄倪俄(Ἐνυώ),表明该句跨越了段落边界继续展开。

  2. 8.299ἀποφθιμένοιο

    不定过去时中被动态分词属格,照应前文以与格代词 οἱ 指代的墨冬。此处既可作 δόμον ἔργα τε πάντα 的所有格,亦可作表示时间的属格独立结构(意为“在他亡故之后”)。

  3. 8.320ὅπῃ φίλον

    叙事诗中的习惯性省略表达,省略了未完成时动词 ἦν(即 ὅπῃ φίλον [ἦν]),意为“向着她们心仪(中意)之所”。

  4. 8.341καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη

    典型的叙事诗千钧一发阻止句式,由 ἔμελλεν + 不定词接以带不定过去时直陈式(θόρεν)的 εἰ μή 从句构成:“他正欲亲自与……争锋,若非雅典娜跃下……”。紧随其后的 ἤμελλεν ... εἰ μή ... ἐφόβησεν 亦重复了完全相同的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.290-8.360