← 斯密那的昆图斯

荷马史诗续集

§8.221-8.289

涅俄普托勒摩斯的冲击与阿瑞斯助阵特洛伊

涅俄普托勒摩斯驾车席卷特洛伊军并将其逼至城门,阿瑞斯暗中降临驰援,海勒诺斯辨识出战神之声并激励军士,使战局再次陷入难分难解的胶着厮杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
221

αὐτὸς δʼ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους

他自身跃上迅捷的战车与不屈的战马,

ἤιεν, οἷός τʼ εἶσι διʼ αἰθέρος ἀπλήτοιο

疾驰向前,

ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,

恰如不知疲倦的宙斯所降下的雷霆挟带闪电穿过无垠的以太——当它降临时,

ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα

除却伟大的宙斯,

225

νόσφι Διὸς μεγάλοιο,1 ὁ δʼ ἐσσύμενος ποτὶ γαῖαν

连不朽的众神也为之颤抖——它急冲向大地,

δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα·

劈断树木,击碎险峻的山峦:

ὣς ὁ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·

他亦是这般飞速向特洛伊人冲去,布下灾厄。

δάμνατο δʼ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι·

凡是不朽神马所追及之人,纷纷接连受诛;

πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δʼ ἐρυθαίνετο λύθρῳ.

大地的表面堆满尸首,并饱饮鲜血而染成殷红。

230

ὡς δʼ ὅτε μυρία φύλλα κατʼ οὔρεος ἐν βήσσῃσιταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ·2

正如山间幽谷中繁茂凋零的无数落叶覆盖了倾落的大地:

ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο

当时特洛伊人的无量军众亦是这般倒在大地上,

χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,

横尸于涅俄普托勒摩斯与勇武的阿耳戈斯人之手,

ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν

从他们手中流淌出无数人与战马的漆黑热血;

235

ἀνδρῶν ἠδʼ ἵππων· μάλα δʼ ἄντυγες ἀμφʼ ὀχέεσσι

战车周围剧烈旋转的车轮外圈,

κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.

在其轴心四周皆被血水浸透。

καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,

若非降下祸患的阿瑞斯渴望援助嗜战的特洛伊人,

πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,

背着其他福佑的神灵自奥林匹斯降临,

εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνωνΤρωσὶ φιλοπτολέμοισι κατήλυθεν3 Οὐλύμποιο

特洛伊之子此刻早已逃入了城门之内,

κρύβδʼ ἄλλων μακάρων· φόρεον δέ μιν ἐς μόθον ἵπποι

犹如畏惧雄狮的牛犊或躲避暴雨的野猪一般。将他载入战阵的是神马艾同与福罗吉俄斯,

αἴθων καὶ Φλόγιος, Κόναβος δʼ ἐπὶ τοῖσι Φόβος τε,

其后随以科纳玻斯与福玻斯,

τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς

是狰狞的复仇女神为呼啸的北风波瑞阿斯所生,

πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δʼ αἰόλος αἰθὴρ

鼻中喷吐着毁灭的烈火;当它们奔向战场时,

245

ἐσσυμένων ποτὶ δῆριν. ὁ δʼ ὀτραλέως ἀφίκανενἐς Τροίην· ὑπὸ δʼ αἶα μέγʼ ἔκτυπε θεσπεσίοισιν

璀璨的以太在下方发出呻吟。战神疾速降临特洛伊;

ἵππων ἀμφὶ πόδεσσι· μολὼν δʼ ἄγχιστα κυδοιμοῦ

大地在神马那非凡的蹄下剧烈震响。他来到距离厮杀最近之处,

πῆλε δόρυ βριαρόν· μέγα δʼ ἴαχε Τρωσὶ κελεύων

挥舞起沉重的长矛;他向特洛伊人高声呼喊,

ἀντιάαν δηίοισι κατὰ κλόνον· οἱ δʼ ἀΐοντες

命他们在战阵的混战中迎战仇敌。

250

θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο

特洛伊人听到这神圣的声音皆大为惊愕;

ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·

因为他们并未望见不朽神灵的永恒身形,也未见到战马,

ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν

因他周身笼罩于云雾之中。然而,

ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων

那从某处疾速射入特洛伊人耳中的神奇声音,

ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δʼ ἄρα θυμῷ

被神一般的海勒诺斯闻名遐迩的慧心所识破;他在胸中欢欣,向着溃退的军众高声呼喊:

255

γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγʼ ἀΰτει·

“啊,

ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος

怯懦之辈,

υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,

你们为何要逃避嗜战的阿喀琉斯那勇烈之子?他自己终究也只是个凡人,

οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγʼ ἀρήγει

其力绝无法匹敌阿瑞斯,

ἧμιν ἐελδομένοισι· βοᾷ δʼ ὅ γε μακρὰ κελεύων

而正是战神此刻在我们殷切期盼时大力襄助我们。他放声高呼,

260

μάρνασθʼ Ἀργείοισι κατὰ κλόνον· ἀλλʼ ἄγε θυμῷ

命我们在混乱中抗击阿耳戈斯人。来吧,

τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·

朋友们,在心中忍耐,把勇气注入胸怀!

οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι

因为我认为绝无更出色的战争庇护者能降临特洛伊人身边;

ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος

当战神援助披坚执锐的凡人时,

λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;

在战斗中还有何者比他更为有力?

265

ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος· ἀλλὰ καὶ αὐτοὶ

他如今作为援军来到了我们身旁;

μνήσασθε πτολέμοιο, δέος δʼ ἀπὸ νόσφι βάλεσθε.

但你们自己也当记取战斗,将畏惧抛向九霄云外。”

ὣς φάτο· τοὶ δʼ ἵσταντο καταντίον Ἀργείοισιν·

他这般说道;众人便迎面阻截阿耳戈斯人。

ἠΰτʼ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιοφεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι

正如树丛中的猎犬面对先前逃避的野狼,

270

ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·

在牧羊人连番言语的驱策下回转身躯奋力搏杀:

ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηοςδείματος ἐκτὸς ἔσαν· κατὰ δʼ ἀντίον ἀνέρος ἀνὴρ

特洛伊之子亦是这般在阿瑞斯惨烈的混战中摆脱了恐惧;

μάρνατο θαρσαλέως· περὶ δʼ ἔκτυπεν ἔντεα φωτῶν

人迎着人勇敢地当面交战。人们身上的甲胄在剑刃、

θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·

长矛与箭矢的敲击下四处铮铮作响;

275

αἰχμαὶ δʼ ἐς χρόα δῦνον· ἐδεύετο δʼ αἵματι πολλῷ

矛尖深陷皮肉。可怖的战神被斑斑热血浸透;

δεινὸς Ἄρης· ὀλέκοντο δʼ ἀνὰ μόθον ἄλλος ἐπʼ ἄλλῳ

厮杀于两旁的战阵中,

μαρναμένων ἑκάτερθε· μάχη δʼ ἔχεν ἶσα τάλαντα.ὡς δʼ ὁπότʼ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς

死者相枕藉;战斗维持着势均力敌的天平。

ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ

正如健壮的青年们在大果园的高冈上急切地以铁器修剪成行的葡萄藤,

280

σπερχόμενοι, τῶν δʼ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,

他们的劳作在争竞中并驾齐驱,

οὕνεκʼ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα

因为他们年龄相仿且力气相当:

ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ

双方那惨烈的战争天平亦是这般平分秋色。因为特洛伊人在胸中激发起无畏的胆魄,

μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;

笃信无畏阿瑞斯的武勇而驻足坚守;

285

Ἀργεῖοι δʼ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.4

阿耳戈斯人则信赖沉稳善战的阿喀琉斯之子。

κτεῖνον δʼ ἀλλήλους· ὀλοὴ δʼ ἀνὰ μέσσον Ἐνυὼ

他们彼此杀戮;毁灭的厄倪俄在阵中往来穿梭,

στρωφᾶτʼ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους

双肩与双手玷染着令人痛楚的血污;

καὶ χέρας· ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς·

可怖的汗水从她的四肢淌下。

οὐδʼ ἑτέροισιν ἄμυνεν, ἴσῃ δʼ ἐπετέρπετο χάρμῃ

她不偏袒任何一方,唯沉醉于这平分秋色的厮杀欢愉。

语法注4 条
  1. 8.225νόσφι Διὸς μεγάλοιο

    介词 νόσφι 支配属格(Διὸς μεγάλοιο),意为“除……之外”。在此作为限定语,将宙斯从前置关系从句 ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα(“降临时甚至不朽诸神亦为之战栗”)的主语(καὶ ἀθάνατοι)中排除开来。

  2. 8.230ὡς δʼ ὅτε μυρία φύλλα κατʼ οὔρεος ἐν βήσσῃσι ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ

    在比喻从句(ὡς δʼ ὅτε...)中,动词 ἐρέψῃ 为主动不定过去时第三人称单数虚拟式,不带 ἄν(史诗直喻常见句式),与中性复数主语 μυρία φύλλα 呼应而采用单数形式(中性复数主语搭配单数动词)。πεπτηῶτα 为中性复数完成时分词,修饰主语 φύλλα;χυτὴν κατὰ γαῖαν 则作为宾语短语(“覆盖散落/松软的土地”)。

  3. 8.237καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο, ... εἰ μὴ Ἄρης ... κατήλυθεν

    过去反事实条件句(与过去事实相反的虚拟语气)。主句以 καί νύ κε 加直陈式不定过去时(ἀφίκοντο)构成,意为“特洛伊之子此刻早已进入城门内”;从句由 εἰ μὴ 加直陈式不定过去时(κατήλυθεν)引导,意为“若非阿瑞斯降临”。

  4. 8.285Ἀργεῖοι δʼ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος

    此句承接前文(Τρῶες γὰρ ... μίμνον ... πεποιθότες)省略了主要动词与支配分词(μίμνον ... πεποιθότες)。与格 παιδί 由补出的分词 πεποιθότες(“信赖……”)所支配,全句意为“阿耳戈斯人则[坚守阵地,信赖着]坚韧善战的阿喀琉斯之子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.221-8.289