- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.150-8.220
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
涅俄普托勒摩斯宣告了自己、神马以及阿喀琉斯之矛的来历后,与欧律皮洛斯展开殊死单挑,经过激烈鏖战,涅俄普托勒摩斯最终击杀欧律皮洛斯并剥下了他的盔甲。
υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
“我是刚毅的阿喀琉斯之子,
σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
他昔日曾以长矛击中你父亲,令其溃退;
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
若非我父亲迅速医治了他那惨痛的伤创,
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον.1
险恶的死之命运女神此刻早已将他吞噬。
ἵπποι δʼ, οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
运载我的战马属于我那神圣的父亲,
οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
是哈耳庇厄昔日与西风交合所生;
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
它们奔行于荒芜的海面上,
ἀκρονυχὶ ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται.
马蹄仅轻触水面,其疾如风。
νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,2
然而如今,既然你已得知这战马与我本人的身世,
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
便也来领教我们这不屈的长矛,
γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
当面见识其威力吧;它的出身是在险峻的珀利翁山之巅,
Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.
在那里它留下了树桩与森林。”
ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
赫赫有名的勇士言毕,便挥舞着修长的长矛,
πάλλων ἐγχείην περιμήκετον· ὃς δʼ ἑτέρωθεν
从战车上一跃跳落在地。另一边,
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι
欧律皮洛斯以孔武有力的双手抓起一块硕大无朋的巨石,
χρυσείης. τὸν δʼ οὔτι προσεσσυμένη στυφέλιξεν,
迎面掷向涅俄普托勒摩斯的黄金盾牌。然而那飞来的巨石全然未能将他撼动;
ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
犹如高耸大山上一座无垠的巨岩,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων
即便暴雨倾盆的江河倾尽全部合力也无法将其撼退,
ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται·
因为它早已深深扎根:
ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
阿喀琉斯勇悍的儿子亦是如此始终泰然屹立。
ἀλλʼ οὐδʼ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιοἄσχετον υἷʼ Ἀχιλῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
即便如此,欧律皮洛斯勇烈之气也未曾畏惧这难当的阿喀琉斯之子,
θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸς
因他自身的胆气与命运的女神正催促着他;
ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη
两人的心坎下皆战意沸腾,
ἔβραχεν· οἱ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισισμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει,
身上的绚丽铠甲铮铮作响。他们如凶猛的野兽般迎面扑向对方,
ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
在山峦之间它们的争斗愈演愈烈——当凄苦的饥饿噬咬心胸时,
ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
双方为争夺一头毙命的公牛或牝鹿而狂乱地扑咬相搏,
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
山谷因两者的厮杀而回荡轰鸣:
μαρναμένων· ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
他们亦是这般碰撞在一起,
δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
掀起无情的争斗。在他们周围,
λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
双方大军的漫长阵列亦在混战中奋力拼杀,
ἐς μόθον· ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
凄惨的鏖战在他们四周骤起。
οἱ δʼ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
他们如迅疾的狂风一般,
σύν ῥʼ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
急切地挥动白蜡木长矛互相刺击,
ἀλλήλων· τοὺς δʼ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
渴望洒尽对方的热血;
ἐγγύθεν ἱσταμένη· τοὶ δʼ οὐκ ἀπέληγον ὀμοκλῆς,
近旁伫立的厄倪俄不断驱策着他们。他们片刻未曾停息呐喊,
ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δʼ αὖτε
长矛撕裂对方的盾牌,
οὔταζον κνημῖδας ἰδʼ ὑψιλόφους τρυφαλείας·
时而又刺向胫甲与高翎的头盔;
καί τις καὶ χροὸς ἥψατʼ ἐπεὶ πόνος αἰνὸς ἔπειγε
在严酷的苦战逼迫着勇毅的英雄们时,
θαρσαλέους ἥρωας· ἔρις δʼ ἐπετέρπετο θυμῷ
矛尖甚至触及了皮肉。争斗女神凝视着他们,
κείνους εἰσορόωσα· πολὺς δʼ ἐξέρρεεν ἱδρὼς
心中暗自喜悦;滚滚汗水从两人身上淌下,
ἀμφοτέρων· οἱ δʼ αἰὲν ἐκαρτύνοντο μένοντες·
然而他们寸步不退,不断鼓起力量,
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος· οἱ δʼ ἀπʼ Ὀλύμπου—
因为双方皆流淌着福佑神灵的血脉。
οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
而奥林匹斯上的诸神——有的赞颂阿喀琉斯勇壮的儿子,
οἱ δʼ αὖτʼ Εὐρύπυλον θεοειδέα· τοὶ δʼ ἑκάτερθεν
有的则赞颂神一般的欧律皮洛斯。
μάρναντʼ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
两人宛如高耸绝壁上岿然不倒的岩峰,自两端搏杀,
ἠλιβάτων ὀρέων· μέγα δʼ ἔβραχον ἀμφοτέρωθεν
白蜡木长矛频频猛击盾牌,
θεινόμεναι μελίῃσι θάμʼ ἀσπίδες· ὀψὲ δὲ μακρὴ
在两下发出震耳的轰响。终于,
Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
历经反复拼刺,
πολλὰ πονησαμένη· τοῦ δʼ ἔκχυτο φοίνιον αἷμα
珀利翁的长矛贯穿了欧律皮洛斯的下颌;殷红的鲜血喷涌而出,
ἐσσυμένως· ψυχὴ δὲ διʼ ἕλκεος ἐξεποτήθη
灵魂经由创口自四肢中飞离,
ἐκ μελέων ὀλοὴ δὲ κατʼ ὀφθαλμῶν πέσεν ὄρφνη.
毁灭的黑暗落上了他的双目。
ἤριπε δʼ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
他身着铠甲轰然倒地,
ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
正如一株高大的松树或冷杉在严寒北风的狂力下连根折断:
ἐκ ῥιζέων ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖανΕὐρυπύλοιο δέμας· μέγα δʼ ἔβραχε Τρώιον οὖδας
欧律皮洛斯的躯体倒下时覆没了这般广阔的大地,
καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
特洛伊的土壤与平原发出隆隆震响。惨白的死相迅速笼罩了尸身,
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
夺去了原本秀美的红润。
τῷ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο καρτερός ἥρως·
勇毅的英雄对着他纵声大笑,高声夸耀道:
Εὐρύπυλʼ, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
“欧律皮洛斯,你曾扬言要摧毁达那奥斯人的战船与他们本身,
δῃώσειν καὶ πάντας ὀϊζυρῶς ἀπολέσσειν
要让我们所有人悲惨地毁灭;
ἡμέας· ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
然而众神绝未成全你的心愿,
ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
反倒是我父亲那柄伟大的长矛——无论你多么不知疲倦——在我手下击倒了你;
πατρὸς ἐμοῖο μέγʼ ἔγχος,3 ὅπερ βροτὸς οὔτις ἀλύξει
当直面我们时,绝无任何凡人能躲避此矛,
ἡμῖν ἄντα μολὼν οὐδʼ εἰ παγχάλκεος ἦεν.
哪怕他是通体纯铜所铸!”
ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
言毕,
ἐσσυμένως· Τρῶες δὲ μέγʼ ἔτρεσαν εἰσορόωντες
他迅疾地从尸体上拔出修长的矛头。特洛伊人见此勇悍刚烈的男子,
ἀνέρα καρτερόθυμον· ὁ δʼ αὐτίκα τεύχεʼ ἀπούρας
皆大为战栗;他随即便剥下战甲,
δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·
交予敏捷的侍从运往阿开奥斯人的战船。
- 8.153εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον
与前一行中反事实结果分句(καί νύ κέ μιν... ἔμαρψαν,死之女神早已将其捕获)相呼应的与过去事实相反的条件从句(εἰ μή 搭配不定过去时直陈式)。动词 ἰήσατο 的主语是前句的关系代词先行者阿喀琉斯(ὅς),典出忒勒福斯被阿喀琉斯之矛击伤后,唯有该矛之铁锈方能治愈的神话。代词 οἱ 为与格,指代欧律皮洛斯的父亲忒勒福斯。
- 8.158νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ
由 ἐπεὶ οὖν 引导的时间/原因从句。动词 ἐδάη 形式上为第二不定过去时被动语态(源自 δαῆναι),但具有主动意义。在此用作史诗性的第二人称单数(相当于 ἐδάης,意为“你已得知”),其主语为对方欧律皮洛斯,并与紧随其后的主句命令式 πείρησαι(第二人称单数中间语态不定过去时命令式)相呼应。
- 8.214ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα / πατρὸς ἐμοῖο μέγʼ ἔγχος
接在 ἀλλά 之后的连词 δέ 为表示承接或强化的小词(apodotic δέ)。动词 ἐδάμασσε 的语法主语是后一行出现的名词短语 πατρὸς ἐμοῖο μέγʼ ἔγχος(我父亲的大矛),直接宾语(欧律皮洛斯/你)被省略。介词短语 ὑπʼ ἐμοί 表示施事或控制(“在我手下”),καὶ ἀκάματόν περ ἐόντα 是表示让步的分词短语(“纵然你不知疲倦”),修饰省略的宾语。
