- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:7.72-7.146
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
涅斯托耳借人生的无常与死后的归宿劝导波达利里奥斯,将其引回营地。与此同时,欧律皮罗斯在战场上斩杀佩涅勒奥斯并大败希腊大军,迫使他们退守船垒与城墙,直至雅典娜赋予希腊人勇气展开守御。
μυρία, εἰς ἓν πάντα μεμιγμένα· καὶ τὰ μὲν οὔτις
万事万物无数无量,皆混同归并于一处;
δέρκεται ἀθανάτων, ἀλλʼ ἀπροτίοπτα τέτυκται
不死的神明中无人能窥见它们,它们被神异的昏雾遮蔽,
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα· τοῖς δʼ ἐπὶ χεῖρας
成为不可见之物。
οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσʼ ἀπʼ Ὀλύμπου
唯有命运女神将手伸向其中,不辨其状地从奥林匹斯掷落人间;
ἐς γαῖαν προΐησι· τὰ δʼ ἄλλυδις ἄλλα φέρονται
它们便如狂风的吹拂,
πνοιῇς ὡς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷἀμφεχύθη μέγα πῆμα, λυγρῷ δʼ ἐπικάππεσεν ὄλβος
向各方飘散。往往有巨大的灾厄倾注在贤良之人身上,
οὐκ εἰκώς. ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο·
而意料之外的福泽却降临于卑劣之徒。凡人的生命本是盲目的;
τοὔνεκʼ ἄρʼ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι
因此人无法稳健地前行,
πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλος οἶμος
双脚频频绊跌。那多变的路途时而转向哀痛的祸患,
ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
时而又转向福祉;
εἰς ἀγαθόν· μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
在终有一死的世人之中,绝无一人自始至终是全然幸福的,
ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δʼ ἕτερʼ ἀντιόωσι.
不同的人遭逢各异的境遇。
παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε
既然我们活在世间本就短促,
ζωέμεν.1 ἔλπεο δʼ αἰὲν ἀρείονα, μηδʼ ἐπὶ λυγρῷ
便绝不该在痛苦中虚度岁月。当常怀对更佳境况的期冀,
θυμὸν ἔχειν· καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
莫要将心沉溺于悲凄。世人间确有传言:
ἐσθλῶν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
善人的灵魂永远升入不朽的天堂,
ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον· ἔπλετο δʼ ἄμφω
而恶人的灵魂则坠入昏暗的深渊。
σεῖο κασιγνήτῳ·2 καὶ μείλιχος ἔσκε βροτοῖσι,
这两点你的兄弟皆已齐备:他对待凡人温厚仁慈,
καὶ πάϊς ἀθανάτοιο· θεῶν δʼ ἐς φῦλον ὀΐω
又是永生神明的子嗣;因此我深信,
κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.
凭着他亲生父亲的旨意,他已升入了众神的行列。
ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
他如此言罢,以温和的话语相劝,
παρφάμενος μύθοισιν, ἄγεν δʼ ἀπὸ σήματος αἰνοῦ
将不情愿的那人从地上扶起,引离那可怕的坟墓;
ἐντροπαλιζόμενον καὶ ἔτʼ ἀργαλέα στενάχοντα·
那人仍不断回头顾盼,依旧痛苦地呻吟叹息。
ἐς δʼ ἄρα νῆας ἵκοντο· πόνον δʼ ἔχον ἄλλοι Ἀχαιοὶ
于是他们回到了船营;而在战火激荡中,
ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
其余的阿开奥斯人与特洛亚人正承受着惨烈的苦斗。
Εὐρύπυλος δʼ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
欧律皮罗斯以其不屈的意志宛如阿瑞斯,
χερσὶν ὑπʼ ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντιδάμνατο δήϊα φῦλα· νεκρῶν δʼ ἐστείνετο γαῖα
凭着不知疲倦的双手与凶猛挥舞的长矛克敌破阵;
κτεινομένων ἑκάτερθεν. ὁ δʼ ἐν νεκύεσσι βεβηκὼς
两军阵亡者的尸骸使大地变得狭窄拥挤。他踏过尸群,
μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
双手与双足溅满鲜血,勇猛地厮杀,
καὶ πόδας· οὐδʼ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
绝不终止毁灭性的骚乱。
ἀλλʼ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
他在无情的搏斗中迎战刚勇的佩涅勒奥斯,
ἀντιόωντʼ ἀνὰ δῆριν ἀμείλιχον· ἀμφὶ δὲ πολλοὺς
一矛将其击倒,
ἔκτανεν· οὐδʼ ὅ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
并在其四周斩杀了众人。他毫不收敛杀戮之手,
ἀλλʼ ἕπετʼ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
带着狂怒追赶阿耳戈斯人,
ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
正如昔日强大的赫拉克勒斯横跨弗洛埃的高峰,
Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
凭其伟力狂暴地扑向半人马,
τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
纵使他们极为敏捷、强健且精通杀伐阵战之术,
καὶ κρατεροὺς ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·
仍将他们尽数诛灭。
ὣς ὅ γʼ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
欧律皮罗斯亦是如此,奔突猛进,
δάμνατʼ ἐπεσσύμενος· τοὶ δʼ ἰλαδὸν ἄλλοθεν ἄλλος
接连不断地压制持矛的达那奥斯大军;
ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
战士们成群倒毙在尘土之中,四处翻滚跌扑。
ὣς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
宛如浩荡的江河暴涨之时,
ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
在沙滩两岸冲决无数的堤岸,
μυρίαι ἀμφοτέρωθεν, ὁ δʼ εἰς ἁλὸς ἔσσυται οἶδμα
奔腾翻涌着狂暴的洪流冲向大洋的巨浪,
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
四面的悬崖轰然坍塌,
κρημνοὶ ἐπικτυπέουσι, βρέμει δʼ ἄρα μακρὰ ῥέεθρα
漫长的河道随着不断的崩颓而咆哮,一切阻碍皆为其退让;
αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα·
同样,
ὥς ἄρα κύδιμοι υἷες ἑϋπτολέμων Ἀργείωνπολλοὶ ὑπʼ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
骁勇善战的阿耳戈斯人无数显赫的子嗣在欧律皮罗斯手下跌仆于尘埃之中,
τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἱ δʼ ὑπάλυξαν,
尽皆是在血腥的乱战中被他追及之人。
ὅσσους ἐξεσάωσε ποδῶν μένος· ἀλλʼ ἄρα καὶ ὥς
凡靠着脚步的矫捷得以保全的人皆已逃脱;但即便如此,
Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιονῆας ἐπὶ σφετέρας, καίπερ ποσὶ καρπαλίμοισι
他们虽拼力疾奔以躲避可憎的死神与无情的命运,
κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
仍从嘈杂的混战中抢回了佩涅勒奥斯的遗体,运往自己的船舰。
πανσυδίῃ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ
他们全线溃败,逃入船垒之内;
ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
他们心中再无力气与欧律皮罗斯对抗交锋,
οὕνεκʼ ἄρα σφίσι φύζαν ὀϊζυρὴν ἐφέηκεν
因为赫拉克勒斯为了极力光耀自己顽强不屈的孙儿,
Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
已将凄惨的恐慌降在他们心头。
οἱ δʼ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
他们畏缩在城墙之内,
αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αἰνὸν ἀήτην,
如同山羊在岬角之下躲避狂暴的烈风——那寒风呼啸扑来,
ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
带来漫天大雪与冰冷的冰雹;
ψυχρὸς ἐπαΐσσων, ταὶ δʼ ἐς νομὸν ἐσσύμεναί περ
山羊虽急欲前往草场,
ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
却绝不敢迎风探出山丘之上,
ἀλλʼ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγαςἀγρόμεναι, θάμνοισι δʼ ὑπὸ σκιεροῖσι νέμονται
而是聚集在遮蔽物下与沟壑之中静待风暴过去,
ἰλαδόν, ὄφρʼ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
在阴翳的灌木丛下成群觅食,直至恶风停息。
ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
达那奥斯人也是这般,在自军的望楼下蜷缩停留,
Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
对追袭而来的忒勒福斯骁勇之子战栗不已。
αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
若非特里托革尼亚虽迟却终究将勇气注入阿耳戈斯人心头,
εἰ μὴ Τριτογένεια θράσος βάλεν3 Ἀργείοισινὀψέ περ· οἱ δʼ ἄλληκτον ἀφʼ ἕρκεος αἰπεινοῖο
欧律皮罗斯本已将快船与军众彻底毁灭;
δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
于是他们自高耸的城垛上毫不止歇地射出痛苦的箭矢打击敌人,
κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
接连击杀敌众;墙垣尽皆被血污浸湿。
- 7.85παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε ζωέμεν
非人称动词 ἔοικε 引出宾格加不定式结构。宾格分词 ζώοντας 作不定式 ζωέμεν 的逻辑主语(隐含指“我们凡人”),受副词性宾格 παῦρον(“短暂地”)修饰,意为“既然我们活着的岁月短促,便不该在痛苦中度日”。
- 7.89ἔπλετο δʼ ἄμφω σεῖο κασιγνήτῳ
主格主语 ἄμφω(“二者皆是”)指代前文传闻中灵魂升入天堂所需的条件。随后两句具体说明了这两点:对待凡人温厚(品德)与神明之子(身为阿斯克勒庇俄斯之子),这两者皆属于(与格 σεῖο κασιγνήτῳ)你的兄弟。
- 7.142αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν, εἰ μὴ Τριτογένεια θράσος βάλεν
主句以未完成体 ἔμελλε 搭配不定式,从句接 εἰ μή 加不定过去式直说语气,构成了不带 ἄν 的过去非真实条件句。这是史诗中表示千钧一发之际因神明介入而避免灾难的典型程式句(“眼看就要……若非……”)。
