- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:7.1-7.71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当阿开亚人分兵迎战欧律皮罗斯并安葬迈卡翁与尼柔斯之际,波达利里奥斯因兄长迈卡翁之死痛不欲生欲拔剑自尽,老将涅斯托耳以痛失爱子的自身经历劝慰他承受凡人的宿命。
ἦμος δʼ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δʼ Ἠὼς
正当天宇隐没了群星,
λαμπρὸν παμφανόωσα, κνέφας δʼ ἀνεχάσσατο νυκτός,
灿烂耀目的黎明苏醒,夜的昏暗退去之时,
δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
强壮的阿耳戈斯勇武之子们,
οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
一部急欲迎战欧律皮罗斯,
ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δʼ ἀπάτερθεναὐτοῦ πὰρ νήεσσι1 Μαχάονα ταρχύσαντο
奔向船舰前方的激烈战斗;
Νιρέα θʼ, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
另一部则留在船旁,
κάλλεΐ τʼ ἀγλαΐῃ τε· βίῃ δʼ οὐκ ἄλκιμος ἦεν·
安葬了迈卡翁以及尼柔斯。尼柔斯在英俊与光彩上宛如永生的福神,
οὐ γὰρ ἅμʼ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα·
但在力量上却并不骁勇;
ἀλλʼ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·
因为众神并不将一切同时赐予世人,根据某种宿命,厄运总是紧随福泽左右。
ὣς Νιρῆι ἄνακτι παρʼ ἀγλαΐῃ ἐρατεινῇ
因此,在尼柔斯王可爱光彩的近旁,
κεῖτʼ ἀλαπαδνοσύνη· Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
伴随着孱弱无力。然而达那奥斯人并未忽视他,而是将他埋葬,
ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντʼ ἐπὶ τύμβῳ,
并在其坟墓前哀悼,其深痛恰似为神圣的迈卡翁所流的泪。
ὅσσα2 Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν
他们因迈卡翁通晓精微的智谋,
ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη
历来敬他如不朽的众神。
αἶψα δʼ ἀρʼ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.
随后,他们很快为二人堆筑起同一座坟冢。
καὶ τότʼ ἄρʼ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
那时,毁灭性的阿瑞斯仍在平原上肆虐狂暴;
ὦρτο δʼ ἄρʼ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ
牛皮巨盾被投石与矛击碎,
ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν·
两边激起巨大的轰响与喊杀之声;
καί ῥʼ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπʼ Ἄρηι·
战士们在劳瘁的阿瑞斯麾下苦斗。
νωλεμέως δʼ ἄρʼ ἄπαστος ἐδητύος ἐν κονίῃσι
然而波达利里奥斯却绝食不进,
κεῖτο μέγα στενάχων Ποδαλείριος· οὐδʼ ὅ γε σῆμα
在尘土中不住地辗转哀号;
λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε
他不肯离开兄弟的坟墓,
χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.
心中执意要以自己的双手绝情地自尽。
καί ῥʼ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δʼ αὖτε
他时而伸手拔剑,时而寻觅致命的毒药;
δίζετο φάρμακον αἰνόν· ἑοὶ δέ μιν εἶργον ἑταῖροι
他的伙伴们在一旁好言抚慰,
πολλὰ παρηγορέοντες· ὁ δʼ οὐκ ἀπέληγεν ἀνίης.
将他拦阻,但他却丝毫不减心中的苦痛。
καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
若非涅琉斯之子听闻此事,
ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν,3 οὐδʼ ἀμέλησεν
并未漠视他这般极度的煎熬,
αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
他恐怕早已在卓越兄弟新筑的墓上以双手自决性命了。老帅找到他时,
ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
他时而瘫伏在令人悲痛的坟冢四周,
ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
时而将尘土倾洒在头上,
θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
以有力的双手捶打胸膛,呼唤着兄弟的名字;
οἷο κασιγνήτοιο· περιστενάχοντο δʼ ἄνακτα
在君王周围,仆从与同伴一同放声恸哭,
δμῶες ὁμῶς ἑτάροισι· κακὴ δʼ ἔχε πάντας ὀϊζύς.
深重的悲惨笼罩着所有人。
καί ῥʼ ὅγε μειλιχίοισι μέγʼ ἀχνύμενον προσέειπεν·
于是老人用温和的话语对极度悲痛的他说道:
ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
“止住这凄惨的哀泣与可怖的悲伤吧,
ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
我的孩子。一个明智通达的男子,
μύρεσθʼ οἷα γυναῖκα παρʼ οὐκέτʼ ἐόντι πεσόντα·
像妇人一样倒卧在逝者身旁哀号,是不体统的。
οὐ γὰρ ἀναστήσεις μιν ἔτʼ ἐς φάος, οὕνεκʼ ἄϊστος
因为你绝无法将他再唤回光明之中,
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δʼ ἄνευθεν
他的灵魂已悄然飞入虚空,他的肉躯已在别处被毁灭之火吞噬,
πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
大地也已收纳了他的骸骨。
αὕτως δʼ, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δʼ ἄλγοςἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω
他就如同生长繁荣那般,同样也归于消亡。你当忍受这无尽的剧痛,
παῖδʼ ὀλέσας4 δηίοισιν ὑπʼ ἀνδράσιν εὖ μὲν ἄκοντι
正像我一样——我也在敌手之下失去了一个绝不逊于迈卡翁的儿子,
εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος
他在投矛与明智两方面都卓尔不群。
αἰζηῶν φιλέεσκεν ἑὸν πατέρʼ ὡς ἐμὲ κεῖνος,
没有哪个青年像他爱我那样敬爱自己的父亲,
κάτθανε δʼ εἵνεκʼ ἐμεῖο σαωσέμεναι μενεαίνων
他竭力想要救助自己的父亲,
ὃν πατέρʼ· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
为了我而死去。然而就在他被杀之后,我依然忍痛进食,
σῖτον ἔτλην καὶ ζωὸς ἔτʼ Ἠριγένειαν ἰδέσθαι,
活着再见破晓而生的黎明;
εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθοννισσόμεθʼ ἄνθρωποι, πᾶσίν τʼ ἐπὶ τέρματα κεῖται
因为我深知,我们所有世人都踏着通往哈得斯的同一条道路,
λυγρὰ μόρου στονόεντος. ἔοικε δὲ θνητὸν ἐόντα
所有人的头上都悬着呻吟命运的凄凉终局。凡人理当承受一切,
πάντα φέρειν, ὁπόσʼ ἐσθλὰ διδοῖ θεὸς ἠδʼ ἀλεγεινά.
不论神明所赐予的是福祉还是苦难。”
ὣς φάθʼ· ὁ δʼ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δʼ ἀλεγεινὸνἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
老将言毕;悲痛的青年回答他,痛切的泪水仍旧不断涌流,浸湿了他俊美的面颊:
ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
“父亲啊,难以遏制的剧痛正摧折我的心,
ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μʼ ἀτίταλλενοἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα
为了那深沉睿智的兄弟——在我们的父亲升入天宇之后,
σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
他曾在臂弯中如抚育亲生骨肉般照料我,
ἐκ θυμοῖο δίδαξε· μιῇ δʼ ἐνὶ δαιτὶ καὶ εὐνῇ
悉心传授我医治疾病的方策;我们同桌共餐,
τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι·
同榻而眠,共享财富,同受其乐。
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδʼ ἔτι κείνου
因此难忘的悲痛袭上心头;如今他已逝去,
τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.
我再也不渴望得见美好的阳光。”
ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε.
青年说完,老人便对满怀哀伤的他说道:
πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
“神明降给所有凡人同样的孤苦厄运,
ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
大地也终将掩埋我们所有的人;
οὐ μὲν ἄρʼ ἐκτελέσαντας5 ὁμὴν βιότοιο κέλευθον,
我们并非走过同样的人生旅途,
οὐδʼ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχʼ ὕπερθεν
也绝非走过各自所期盼的道路,因为在高处,
ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται
福祉与灾厄皆安置在众神的膝头。”
- 7.6αὐτοῦ πὰρ νήεσσι
αὐτοῦ 是表示地点的副词,意为“就在那里、原地”,而非人称代词的属格。它与 πὰρ νήεσσι(船旁)连用,指明这部分人并未出战,而是留在船营营地。
- 7.14ὅσσα
中性复数宾语充当副词,意为“正如……那样多”。修饰前面的 καὶ ὠδύραντʼ ἐπὶ τύμβῳ,并引出比较对象 Μαχάονα δῖον,表示希腊人为尼柔斯哀悼的程度正如为迈卡翁哀悼一样深切。
- 7.25καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν ... εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν
表示与过去事实相反的虚拟条件句:主句使用 κε 搭配不定过去时直陈语气 ὄλεσσεν,条件从句为 εἰ μὴ 搭配不定过去时直陈语气 ἐπέκλυεν。这是史诗中表示“若非……听见,险些便丧命”以描写危急时刻得救的典型句式。
- 7.45οὔτι χερείω παῖδʼ ὀλέσας
不定过去时分词 ὀλέσας 与主语 ἔγωγε 一致,充当比较或举例的分词(“正像我失去了一个……儿子一样”)。χερείω 是比较级 χερείονα 的收缩形宾格单数,修饰 παῖδα,并支配比较属格 Μαχάονος。
- 7.69οὐ μὲν ἄρʼ ἐκτελέσαντας
宾格复数分词 ἐκτελέσαντας 在语法上呼应前一行的 πάντας ἡμέας(πάντας δὲ καὶ ἡμέας αἶα καλύψει),在语义上构成限制或让步修饰:“尽管并非所有人都走完了同一条人生道路”。
