← 斯密那的昆图斯

荷马史诗续集

§7.147-7.220

埋葬阵亡者与劝说涅俄普托勒摩斯参战

交战双方达成两日停战以收葬战死者之后,奥德修斯一行前往斯库罗斯岛寻访阿喀琉斯之子涅俄普托勒摩斯,以神谕及其父的神铠劝说其出征特洛亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
147

λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.

被凄惨的血污浸湿;阵亡之人的哀号四起。

αὕτως δʼ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο

就这样日以继夜,凯特奥斯人、

Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,

特洛亚人与坚守阵地的阿耳戈斯人持续鏖战,

150

ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δʼ ἀμφὶ μακεδνὸν

时而在船阵之前,时而在巍峨的墙垣四周,

τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος· ἀλλʼ ἄρα καὶ ὥς

盖因这战乱难以遏止。然而即便如此,

ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης

两军仍停歇了两日的杀戮与苦斗,

παύσανθʼ, οὕνεχʼ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα

因为达那奥斯人遣使前往欧律皮罗斯王处,

ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες

提议双方暂止战事,

155

πυρκαϊῇ δώωσι1 δαϊκταμένους ἐνὶ χάρμῃ·

以便将阵亡于沙场的勇士交付火葬。

αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ

欧律皮罗斯当即应允;

παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο

双方遂止息惨烈的骚乱,

ἐν κονίῃς ἐριπόντας· Ἀχαιοὶ δʼ ἔξοχα πάντων

收葬倒毙于尘土中的遗骸。阿开奥斯人最深切地哀悼佩涅勒奥斯;

Πηνέλεων μύροντο· βάλον δʼ ἐπὶ σῆμα θανόντι

他们为这位逝者筑起一座极其宽阔高耸的坟冢,

160

εὐρὺ μάλʼ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·

令后世之人历历可见。

πληθὺν δʼ αὖτʼ ἀπάνευθε δαϊκταμένων ἡρώων

而对于其他众多的阵亡英雄,

θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸνπυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες

他们怀着极大的悲痛另行安葬,

καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες

众人合筑起同一座火葬柴堆与合葬之冢。

165

τάρχυσαν κταμένους. ὀλοὴ δʼ Ἔρις οὐκ ἀπέληγεν,

特洛亚的子嗣们同样也在远处安葬了各自的阵亡者。 然而毁灭性的纷争女神并未止息,

ἀλλʼ ἔτʼ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο

依旧鼓动欧律皮罗斯剽悍的勇力去迎击敌人;

ἀντιάαν δηίοισιν· ὁ δʼ οὔπω χάζετο νηῶν,

他仍不肯自船阵前撤退,

ἀλλʼ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.

反倒驻留于此,给达那奥斯人加剧着惨烈的恶战。

τοὶ δʼ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες·εὗρον δʼ υἷʼ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,

与此同时,使者们乘着黑船飞驰抵达斯库罗斯岛;

ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,

他们见到阿喀琉斯的儿子正站在自家庭院前,

ἄλλοτε δʼ αὖθʼ ἵπποισι πονεύμενον ὠκυπόδεσσι·

时而投掷标枪与长矛,时而驾驭疾足骏马操练。

γήθησαν δʼ ἐσιδόντες ἀταρτηροῦ πολέμοιοἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ

他们欣见他正投身于残酷战争的技艺之中,

175

ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ τὸ πάροιθε πέπυστο.

尽管他的内心因死去的父亲而深受悲痛折磨——因他此前已得知了这一消息。

αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχʼ ὁρῶντο

他们惊异地立刻迎上前去,

θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον·

因为他们看到他的英武身姿与刚毅的阿喀琉斯极为相似。

τοὺς δʼ ἄρʼ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·

少年抢先一步,向他们开口说道:

ὦ ξεῖνοι, μέγα χαίρετʼ ἐμὸν ποτὶ δῶμα κιόντες·

“异乡人,热烈欢迎你们来到我的宅邸!

180

εἴπατε δʼ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδʼ ὅ τι χρειὼ

请告诉我你们来自何方,是何等人,

ἤλθετʼ ἔχοντες ἐμεῖο2 διʼ οἴδματος ἀτρυγέτοιο.

究竟因着何种需要我之事,跨越不毛的浪涛而来?”

ὣς ἔφατʼ εἰρόμενος· ὁ δʼ ἀμείβετο δῖος Ὀδυσσεύς·

他如此发问;高贵的奥德修斯回答道:

ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,

“我们实乃善战之阿喀琉斯的好友,

τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν·

世人皆言贤惠的得伊达墨亚为他生下了你;

185

καὶ δʼ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ

我们亲眼所见,你的英姿与那位勇士毫无二致,

πάμπαν· ὁ δʼ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.

而他本就宛若大能的诸不朽神明。

εἰμὶ δʼ ἐγὼν Ἰθάκηθεν, ὁ δʼ Ἄργεος3 ἱπποβότοιο,

我来自伊萨卡,

εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομʼ ἄκουσας,

而这位则来自牧马的阿耳戈斯——设若你曾听闻勇武的堤丢斯之子的英名,

ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι

抑或是足智多谋的奥德修斯之名;如今因着神谕,

190

αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκʼ ἐλθών·

正是我奥德修斯本人立于你的身旁。

ἀλλʼ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον

速发怜悯之心,前往特洛亚援助阿耳戈斯人吧;

ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετʼ Ἄρηι.

因战事唯有如此方得终局。

καί τοι δῶρʼ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί·

高贵的阿开奥斯人必将赐予你无数厚礼;

τεύχεα δʼ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο

我本人亦将赠你如神之父的铠甲,

195

δώσω, ἅπερ φορέων μέγα τέρψεαι· οὐ γὰρ ἔοικε

披挂之上你定当欢欣无比。

θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις

因那些甲胄非同凡俗之物,

ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε

依我看直可匹敌战神阿瑞斯的神兵。精巧绝伦的甲胄四周周密地镶铸着大量黄金,

χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι καὶ αὐτὸς

就连赫淮斯托斯本人在不死诸神之中锻造这不朽神物时,

Ἥφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη

内心亦深感欢愉。

200

τεύχων4 ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι

见之必令你惊叹不已,盖因大地、

ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα

苍穹与海洋皆精雕于盾面之上,

ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τʼ ἐνὶ κύκλῳ

在其辽阔的圆轮周遭,

ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,

更巧夺天工地雕琢着栩栩如生如若动转的万物生灵,

θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δʼ οὐπώποτε τοῖα

令不朽之神亦为之称奇。在终有一死的凡人之中,

205

οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτʼ ἐφόρησεν,

昔日从未有人得见或佩戴过如此甲胄,

εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ

唯有你的父亲除外——阿开奥斯举军视他如宙斯般敬重,

πάντες, ἐγὼ δὲ μάλιστα φίλα φρονέων ἀγάπαζον·

我本人更以真挚之心极力爱戴他。

καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα

待他阵亡之时,我将无情的死厄加诸众多敌人,

πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·

将他的遗体抢回运至船营。

210

τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε

正因如此,神圣的忒提斯才将这名震遐迩的铠甲赐予了我;

δῖα Θέτις· τὰ δʼ ἄρʼ αὖθις ἐελδόμενός περ ἔγωγε

如今只要你抵达伊利昂,

δώσω προφρονέως, ὁπότʼ Ἴλιον εἰσαφίκηαι.

纵然我心中多有不舍,亦当欣然拱手相赠。

καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα

不仅如此,

πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,

待我们攻破普里阿摩斯的城邦并乘船班师返回希腊之时,只要你愿意,

215

αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἢν ἐθέλῃσθα,

墨涅拉奥斯看在你的勋劳份上,

ἀμφʼ εὐεργεσίης· δώσει δέ τοι ἄσπετʼ ἄγεσθαι

必会立即招你为婿;

κτήματά τε χρυσόν τε μετʼ ἠϋκόμοιο θυγατρός,

他定会将美丽的爱女连同数不尽的财宝与黄金赠予你带回,

ὅσσʼ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.

悉如一位富庶君王所当拥有的排场。”

ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

奥德修斯言罢,阿喀琉斯的勇悍之子答道:

220

εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,

“若阿开奥斯人果真遵照神谕召我前去,

语法注4 条
  1. 7.154ὥς κεν πολέμοιο μεθέντες / πυρκαϊῇ δώωσι

    连词 ὥς κεν 后接虚拟式 δώωσι 构成目的从句,进一步补充说明前面的名词 ἀγγελίη(讯息、请求)的具体内容,表达使节提请休战以便火葬阵亡者的意图。

  2. 7.180ὅ τι χρειὼ / ἤλθετʼ ἔχοντες ἐμεῖο

    人称代词属格 ἐμεῖο 依附于名词 χρειώ(需要、事务),作关系属格或宾格性属格(“关于我/需要我的事务”)。整句 ὅ τι χρειὼ ἔχοντες ἐμεῖο 为习惯表达,意为“因何种涉及我的需要而携此前来”。

  3. 7.187εἰμὶ δʼ ἐγὼν Ἰθάκηθεν, ὁ δʼ Ἄργεος

    此处省略了通常与 δέ 相呼应的 μέν,构成了 ἐγὼν(我)与指示代词用法定冠词 ὁ δʼ(这位/另一位)的对比。文脉上 ὁ δʼ 指代同行的狄俄墨得斯;其后提到的两位人名 Τυδείδαο(堤丢斯之子)与 Ὀδυσσῆος(奥德修斯)分别对应着 ὁ δʼ 与 ἐγὼν。

  4. 7.198οἷσι καὶ αὐτὸς / Ἥφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη / τεύχων

    关系代词与格 οἷσι 指代前文精雕细琢的甲胄(如 δαιδαλέοισι),在句中作被动语态动词 ἰάνθη(欢悦、释怀)的原因与格。分词 τεύχων 则充当时间或原因分词(“在打造这些器具之时/因打造这些器具”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:7.147-7.220