← 斯密那的昆图斯

荷马史诗续集

§7.221-7.294

涅俄普托勒摩斯应允出征与得伊达墨亚的挽留

涅俄普托勒摩斯欣然应允使者们的请求并引客入府,而其母得伊达墨亚因惧怕再度痛失爱子而苦苦挽留。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
221

αὔριον αἶψα νεώμεθʼ ἐπʼ εὐρέα βένθεα πόντου,

“明日一早,我们便渡过辽阔的大海深渊启程,

ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι·

设若我能为殷切盼望的达那奥斯人带来一线救赎的曙光。

νῦν δʼ ἴομεν ποτὶ δώματʼ ἐΰξεινόν τε τράπεζαν,

如今且让我们步入内室,

οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι·

享用那依照常理当为客人备下的盛情筵席;

225

ἀμφὶ δʼ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.

至于我的婚事,日后诸神自会关照。”

ὣς εἰπὼν ἡγεῖθ· οἱ δʼ ἑσπόμενοι μέγα χαῖρον·

言罢他引路在前,众人满心欢喜相随。

καί ῥʼ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,

当他们步入宏大的宫宇与秀丽的庭院时,

εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ

得见得伊达墨亚正满心愁苦、

τηκομένην δʼ, ὡσεί τε χιὼν κατατήκετʼ ὄρεσσινΕὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·

形销骨立,宛如山峦积雪在凄厉的东风与不知疲倦的烈日之下消融殆尽;

ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ·

她便这般因那阵亡的高贵夫君而日渐枯槁。

καί μιν ἔτʼ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες

见她依然悲痛,赫赫有名的君王们以言语向她致意;

ἠσπάζοντʼ ἐπέεσσι· πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν

她的儿子走近身旁,

μυθεῖτʼ ἀτρεκέως γενεὴν καὶ οὔνομʼ ἑκάστου·

如实相告众人的家世与姓名;

235

χρειὼ δʼ, ἥντινʼ ἵκανον, ἐπέκρυφε1 μέχρις ἐς ἠῶ,

然而对于他们因何需求而来,他却隐瞒直至拂晓,

ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη,

免得悲戚的苦痛在她忧伤之际攫住她,

καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.

令她苦苦哀求而阻拦他急切启程的脚步。

αἶψα δὲ δαῖτʼ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηνανπάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκονεἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης

他们旋即享用筵席,随后,

κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο·

凡环居于这海环斯库罗斯岛土地上的人们——爱琴海拍岸的奔腾浪涛在其四周长声咆哮——皆以睡眠抚慰心神。

ἀλλʼ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτενοὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος

然而甜蜜的睡意并未能合上得伊达墨亚的双眼,

ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω

她心中不断念及机智的奥德修斯与如神之狄俄墨德斯的名讳,

245

εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος2

正是这二人以言语诱惑了勇武阿喀琉斯的刚烈之心,

παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρʼ ἀφίκηται

使之奔赴敌阵喧嚣,

δήϊον εἰς ἐνοπήν· τῷ δʼ ἄτροπος ἤντετο Μοῖρα,

从而令她痛失夫君;而无情的命运迎面扑来,

ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δʼ ἄρα πένθος

斩断了他的归途,

πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.

亦为老父珀琉斯与得伊达墨亚自身降下无尽的悲哀。

250

τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα

正因如此,眼见爱子急欲投身战争的喧嚣,

παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,

她心中被无边的恐惧笼罩,

μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.

唯恐惨烈的悲伤之上复添新悲。

Ἠὼς δʼ εἰσανέβη μέγαν οὐρανόν· οἱ δʼ ἀπὸ λέκτρων

朝霞升上辽阔的苍穹,

καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια·

众人迅速自卧榻起身。得伊达墨亚觉察到了这一切;

255

αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα

她蓦地扑倒在儿子宽阔的胸膛上,凄切地哀号,

ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·

对着虚空长声悲啼;犹如一头在山峦间哀鸣不绝的母牛,

ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα

在山谷幽壑中寻觅自己的牛犊,

πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶοὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·

险峻高山的悠远山脊四周回声轰鸣;同样,在她悲泣之下,巍峨的宫殿自最幽深的内室四处鸣响,她悲愤交加地哭诉道:

260

ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον

“我的孩子,你明达的心智如今飞往何方,

πάντοθεν ἐκ μυχάτων, μέγα δʼ ἀσχαλόωσʼ ἀγόρευε·

竟要追随异乡人前往那泪水横流的伊利昂?

τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται

在那里,

Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,

纵是深谙战法与残酷拼杀的勇士,

ᾗχι πολεῖς ὀλέκονται ὑπʼ ἀργαλέης ὑσμίνης,

亦有无数人丧命于苦斗之中。

265

καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα

而你如今尚且年幼,

οἶδας, ἅ τʼ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ·

还不懂得那能为人们抵御灾厄之日的战争技艺。

ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δʼ ἐνὶ μίμνε δόμοισι,

听母亲一言吧,留在家中,

μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθʼ ἵκηται3σεῖο καταφθιμένοιο κατὰ μόθον· οὐ γὰρ ὀΐω

免得从特洛亚传来你死于战阵的凶信入我耳中;

ἐλθέμεναί σʼ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·

因我不信你还能从那厮杀的乱军之中重返故园。

οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρʼ ἀΐδηλον,

皆因连你的父亲也未能逃脱隐秘的死厄,

ἀλλʼ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων

反倒倒毙于沙场——他不仅胜过你,亦胜过其他所有英雄,

ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,

更有一位女神作其生母,

275

τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν

却终究死于这些人的狡谲与计谋之下,而正是这批人,

δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι·

如今又在鼓动你自身奔赴令人哀恸的战阵!

τοὔνεκʼ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,

正因如此我心惊胆战,痛彻心脾,

μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται

唯恐当你亦丧命之时,

εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·

我的孩子,我被抛下受尽屈辱与灾祸;

280

οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,

盖因对于妇人而言,

ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,

再无何种痛苦甚于夫死之后复丧子嗣,

χηρωθῇ δὲ μέλαθρον ὑπʼ ἀργαλέου θανάτοιο·

而宅邸因惨痛的死厄沦为废墟。

αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,

因四周之人立刻割取田亩,

κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας·

劫掠一切,罔顾法度。

285

τοὔνεκʼ ἄρʼ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο

是故在这殿堂之中,

χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.

再无何物比一个沦为孀妇之人更加凄惨,更加无力。”

ἦ μέγα κωκύουσα· πάϊς δέ μιν ἀντίον ηὔδα·

她大声哀嚎着这番话;她的儿子则迎面对她说道:

θάρσει, μῆτερ ἐμεῖο, κακὴν δʼ ἀποπέμπεο φήμην·

“母亲,请放宽心,驱散这不祥的话语。

οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπʼ ἄρεϊ δάμναται ἀνήρ·

因世人绝无超越命中死厄而倒在战神之下的。

290

εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκʼ Ἀχαιῶν,τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.

设若为阿开奥斯人战死实乃我的天命,

ὣς φάτο· τῷ δʼ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης,

我也当立下配得上埃阿科斯后裔之功勋而死!” 他言罢,年迈的吕科墨得斯亦走至近前,

καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·

对着渴望奔赴战场的少年开口说道:

ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,

“啊,心志坚毅的孩子,神力肖似其父之人啊,”

语法注3 条
  1. 7.235χρειὼ δʼ, ἥντινʼ ἵκανον, ἐπέκρυφε

    名词 χρειώ(需要、要务,宾格)充当主句动词 ἐπέκρυφε 的直接宾语,并作为关系分句 ἥντινʼ ἵκανον 的先行词。在关系从句内部,ἵκανον 支配关系代词作内宾格(internal accusative),意即“他们因何来意而来”。

  2. 7.245εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος

    中动动词 ποιήσαντο 构成的双宾格结构:代词 μιν 作直接宾语,形容词 εὖνιν(丧失……的)作宾语补足语(述语性宾格)。因 εὖνιν 含有剥夺/匮乏含义,故支配属格 Ἀχιλῆος 作分离属格(“使她失去了阿喀琉斯”)。

  3. 7.269μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθʼ ἵκηται

    紧随祈使语气动词 μίμνε 之后,μὴ ... ἵκηται 构成表担忧或否定目的的从句(“免得……到来”)。与格代词 μοι 属于关涉/利害与格(sympathetic/ethical dative,表“令我”);对格 οὔαθʼ(οὖας/οὖς 的史诗对格复数形式,意为“双耳”)在诗歌中无前置词,作表示趋向终点的受格(terminal accusative)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:7.221-7.294