- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:7.295-7.366
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕科墨得斯告诫外孙航海中各星宿所主季节的凶险后放其出行,得伊达墨亚则痛哭挽留爱子。涅俄普托勒摩斯作别母亲,在奥德修斯等人的簇拥下如战神阿瑞斯般威武地奔赴战船。
οἶδʼ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλʼ ἄρα καὶ ὣς
我知道你是坚强而勇武的;但即便如此,
καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
我依然既惧怕残酷的战争,又惧怕那阴森可怕的海浪;
λευγαλέον· ναῦται γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
因航海之人总是与毁灭为邻。
ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαιὕστερον ἢ Τροίηθεν ἤ ἄλλοθεν, οἷά τε πολλὰ
因此,我的孩子,日后当你启程远航之时,
πλαζόμεθʼ ἄνθρωποι ἐπʼ ἀπείριτα νῶτα θαλάσσηςτῆμος, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠερόεντι
无论是自特洛亚还是别处——正如我们凡人常常漂泊在无垠的海脊之上那样——务必警惕那个时令:
ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
当太阳抛下了紧扣箭矢弦丝的射手座,
τοξευτήν,1 ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,ἢ ὁπότʼ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
与昏暗的摩羯座相会之时,此刻狂风正激荡起惨烈的严冬;
ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
或是当猎户座的群星顺着大洋的开阔洪流没入薄暮之时。
δείδιε δʼ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
你心中亦当敬畏那苦难深重的分点时节,
ᾗ ἔνι συμφορέονται ἀνʼ εὐρέα βένθεα πόντου
在此之时,
ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
自大洋某处掠过的暴风汇聚在广袤的海渊之上;
ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
或是当昴星团沉落之时,
δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
你亦当警惕它潜入咸水中的狂暴,
ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
以及其他那些当它们在辽阔海面上沉落或升起时、
δυόμενʼ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.
必然会给受苦凡人带来恐惧的群星。
ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
言罢,他亲吻了这孩子,
ἱμείροντα μόθοιο δυσηχέος· ὃς δʼ ἐρατεινὸν
并未阻拦渴望奔赴喧嚣战阵的他启程;
μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.
而少年含着诱人的微笑,急欲迅速奔向海船。
ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
然而母亲那泪水涟涟的絮语,
δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
依然将脚步匆匆的他挽留在殿堂之中。
ὡς δʼ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
正如有人骑在渴望奔跑的骏马背上加以缰勒,
εἴργει ἐφεζόμενος, ὁ δʼ ἐρυκανόωντα χαλινὸν
而那马嘶鸣着啃咬约束它的嚼子,
δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
胸膛被飞沫浸湿,
δεύεται, οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης,2
渴望奔驰的双蹄一刻不停,在最轻疾的蹄足频频挪动之下,
πουλὺς δʼ ἀμφʼ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
同一处地面回荡起阵阵踏地声,
ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
奔腾间周身鬃毛飘拂,
ῥώοντʼ ἐσσυμένοιο, κάρη δʼ εἰς ὕψος ἀείρει
大声喷着粗气高昂其头,
φυσιόων μάλα πολλά, νόος δʼ ἐπιτέρπετʼ ἄνακτος·
令骑手的心中大为欢欣;同样,
ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
母亲挽留着善战的阿喀琉斯的高贵儿子,
μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
而他的双脚却急不可耐;尽管她满心悲痛,
ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
却也为自己的孩子感到骄傲。
ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
然而他在无数次拥抱亲吻母亲之后,
μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός·
抛下她孤零零一人在慈父的宫殿中凄楚痛哭。
οἵη δʼ ἀμφὶ μέλαθρα μέγʼ ἀσχαλόωσα χελιδὼν
犹如在房檐四周,
μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα
一只极为痛心的燕子哀悼她羽色斑驳的雏鸟,
αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
一条可怕的毒蛇吞噬了那些发出尖厉鸣叫的小鸟,
ἡ δʼ ὁτέ μέν χήρην περιπέπταται ἀμφὶ καλιήν,
令贤淑的母亲心碎;
ἄλλοτε δʼ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
她时而绕着空巢盘旋,时而在这修筑齐整的门楼四周飞掠,
αἰνὰ κινυρομένη τεκέων ὕπερ· ὣς ἄρα κείνου
为了儿女凄惨地哀鸣;
μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
得伊达墨亚便同样为了儿子痛哭流涕,
εὐνὴν ἀμφιχυθεῖσα μέγʼ ἴαχεν, ἄλλοτε δʼ αὖτε
时而扑在儿子的床榻上放声尖叫,
κλαῖεν ἐπὶ φλιῇσι· φίλῳ δʼ ἐγκάτθετο κόλπῳ,
时而又靠在门柱旁潸然泪下;
εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,3
若在宫中见到任何在他幼年时曾用来愉悦稚嫩心灵的玩具,
ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·
她便贴在自己的怀中;
ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
若在何处看见他遗落的投枪,她便频频吻它,
ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδʼ ὅ γε μητρὸς
对痛哭时所见到的英武儿子的其他任何物品也是如此。
ἄσπετʼ ὀδυρομένης ἔτʼ ἐπέκλυεν, ἀλλʼ ἀπάτερθε
但他已不再倾听母亲无尽的哀泣,而是远远地迈步走向飞驰的战船;
βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
迅疾的肢体承载着他,
ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
全然宛如一颗熠熠生辉的星辰。在他身侧,
ἕσπετʼ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,ἄλλοι τʼ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,
梯丢斯之子与足智多谋的奥德修斯同行,
τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,
还有得伊达墨亚在宫中所蓄最为忠诚的二十名心志坚定的侍从,
καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.
她将这些人赐予儿子作为矫健的侍从。
οἱ τότʼ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
这些人当时围绕在阿喀琉斯勇悍的儿子身旁,
ἐσσύμενον ποτὶ νῆα διʼ ἄστεος· ὅς δʼ ἐνὶ μέσσοις
簇拥着他穿越城邦奔向战船;
ἤιε καγχαλόων· κεχάροντο δὲ Νηρηῖναιἀμφὶ Θέτιν· καὶ δʼ αὐτὸς ἐγήθεε Κυανοχαίτης
他则在大伙儿当中昂首欢笑而行。忒提斯身旁的众涅瑞伊得斯皆大欢喜;
εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,
深青色头发的海神亲眼目睹无瑕阿喀琉斯英武的儿子,亦心花怒放,
ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος
见他虽仍是一个少年、未生胡须,
καίπερ ἐὼν ἔτι παιδνός, ἔτʼ ἄχνοος· ἀλλά μιν ἀλκὴ
却早已渴望那令人垂泪的战争;
καὶ μένος ὀτρύνεσκεν· ἑῆς δʼ ἐξέσσυτο πάτρης,
然而他的勇气与气魄正激励着他。他冲出了自己的故土,
οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα
宛如战神阿瑞斯对敌人暴怒、
χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
心潮狂暴涌动时踏入血腥的厮杀,
καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
他的眉头变得冷酷可怖,双目在他四周闪烁着如火的光芒,
ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶκάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
奔冲之时面颊始终流露出美丽与令人胆寒的畏惧相交融的神态,
φαίνοντʼ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
连诸神自身亦为之战栗;阿喀琉斯的英迈之子便是这般模样;
τοῖος ἔην Ἀχιλῆος ἐῢς πάίς· οἱ δʼ ἀνὰ ἄστυ
而全城的人都在向永生诸神祈祷,
εὔχοντʼ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
求他们保佑这位高贵的君王平安。
- 7.301μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων τοξευτήν
ῥυτῆρα βελέμνων(“引弦发箭者”)与 τοξευτήν(“射手”,即射手座)同格。分词短语 μετόπισθε βαλών 意为“抛在身后”,描写太阳离开射手座而进入摩羯座的天文景象,指代冬至前后的风暴多发期。
- 7.320οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης
οἴμης 为分词 ἐελδόμενοι(“渴望”)所支配的属格宾语(表示渴求动词的属格),意为“渴望奔驰(冲刺)的双足”。
- 7.339εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα
由 εἴ τι ἦεν 与 εἴ που ἴδοιτο 引导的从句构成了过去的一般/重复条件句,与主句的不定过去时动词(ἐγκάτθετο)及未完成过去时动词(φιλέεσκε)相呼应,表示反复发生的习惯性动作(“若有任何玩具,便贴于怀中;若在何处见到投枪,便屡屡亲吻”)。
