- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.581-6.651
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托阿斯与伊多墨纽斯虽发起反击,但欧律皮罗斯重振神威,将阿开奥斯人驱溃回战船,直至黑夜降临才使战船免遭焚毁。
ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχοςἷξεν ἀνιηρόν· σὺν δʼ αἵματι κήκιεν ἱδρὼς
在肩膀下方一点;带来痛苦的枪尖刺入他的心脏周围;
ψυχρὸς ἀπὸ μελέων· καί μιν στρεφθέντα φέρεσθαι
冰冷的汗水与鲜血一同从四肢渗出。正当他转身欲往后退去时,
εἰσοπίσω1 κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο·
欧律皮罗斯强悍的力量追上了他,
κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δʼ ἀέκοντες ἔμιμνον
斩断了他敏捷的脚筋;他的双足身不由己地留在他被击中的原处,
αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.
不灭的生命弃他而去。
ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ
托阿斯迅猛地用锋利的矛刺穿了帕里斯的右大腿;
δεξιτερὸν κατὰ μηρόν· ὁ δʼ ᾤχετο τυτθὸν ὀπίσσω
帕里斯向后退去少许,
οἰσόμενος θοὰ τόξα,2 τά οἱ μετόπισθε λέλειπτο.
打算取回留在身后的快捷弓箭。
Ἰδομενεὺς δʼ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας
伊多墨纽斯用双手竭尽全力举起一块巨石,
κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε
击中了欧律皮罗斯的手臂;他那致命的标枪落到了地上;
κάππεσε λοίγιον ἔγχος· ἄφαρ δʼ ἀνεχάσσατʼ ὀπίσσω
欧律皮罗斯随即向后退去,欲取另一支矛,
οἰσέμεν ἐγχείην· τὴν γάρ τʼ ἔχεν ἔκβαλε χειρός.
因为他已失手落下了刚才握着的长矛。
Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
阿特柔斯的儿子们从战斗中获得了片刻喘息。
τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν
侍从们飞快地奔到欧律皮罗斯身旁,
ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατʼ ἔλυσε·
为他送来一柄摧折了无数人膝盖力量的坚固长矛;
δεξάμενος δʼ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
他接下长矛,便凭着力量狂烈地扑向军阵,
κτείνων ὅν κε κίχῃσι, πολὺν δʼ ὑπεδάμναθʼ ὅμιλον.
逢人便杀,压服了浩大的敌群。
Ἔνθʼ οὔτʼ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος
此时,阿特柔斯的儿子们未曾坚守,
ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας
其他近战的达那奥斯战士亦无一人固守;
ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
因为沉重的恐惧猛烈攫住了所有人,
Εὐρύπυλος· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε.
欧律皮罗斯正掀起灾厄向所有人猛扑过来,自后尾随横加杀戮。
κέκλετο δʼ αὖ Τρώεσσιν ἰδʼ ἱπποδάμοις ἑτάροισιν·
他向特洛伊人和善御战马的同伴们高声呼喊:
ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες
“朋友们,来吧,重振胸中的勇气,
τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρʼ ἀΐδηλον,
让我们给达那奥斯人降下屠戮与惨烈的死厄!
οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται
他们此刻正像羊群一样,
νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες
逃向自己的战船;
ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.
但让我们所有人都牢记这自幼便已熟谙的毁灭性战斗!”
ὣς φάτο· τοὶ δʼ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
他说罢,他们便齐集向阿耳戈斯人猛冲过去;
οἱ δὲ μέγα τρομέοντες ἀπʼ ἀργαλέοιο κυδοιμοῦ
阿耳戈斯人格外战栗着,
φεῦγον· τοὶ δʼ ἐφέποντο κύνες ὣς ἀργιόδοντες
从惨烈的骚乱中逃遁。
κεμμάσιν ἀγροτέρῃσιν ἀνʼ ἄγκεα μακρὰ καὶ ὕλην.
特洛伊人像白齿利犬在长长的山谷与树林间追赶野鹿一般紧随其后;
πολλοὺς δʼ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
尽管许多人极渴望逃离这毁灭性屠杀的哀号呼喊,
ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
特洛伊人依然将他们击倒于尘土之中。
Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα
欧律皮罗斯击杀了无可挑剔的布科利翁、
νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον· οἱ δὲ Μυκήνην
奈苏斯、赫罗米俄斯与安提福斯;
ᾤκεον εὐκτέανον, τοὶ δʼ ἐν Λακεδαίμονι ναῖον·
他们有人居住在富庶的迈锡尼,有人居住在拉刻代蒙;
τοὺς ἄρʼ ὅ γʼ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.
尽管他们名声显赫,他仍将他们尽数诛杀。
ἐκ δʼ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλʼ ἀνθρώπων
他又从士卒大众中斩杀了无可计数的部众,
ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,
数量之多,即便我极愿歌唱,
οὐδʼ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.3
即便我胸中有一颗铁石的心,也无力一一吟咏。
Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν
埃涅阿斯斩杀了费瑞斯与安提马科斯,
ἀμφοτέρους Κρήτηθεν ἅμʼ Ἰδομενῆι κιόντας.
两人皆是追随伊多墨纽斯自克里特同来之人。
αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
而神圣的阿革诺尔斩杀了无可指责的墨罗斯,
ὅς περ ἀπʼ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι·
他本是在斯忒涅洛斯王麾下自阿耳戈斯而来;
τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω
当他远远地逃离战场后撤时,
φεύγοντʼ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμηςδεξιτερῆς· αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν
阿革诺尔用新磨利的投枪击中了他右小腿的最下端;
ἄντικρυς ἱεμένη· παρὰ δʼ ἔθρισεν ὀστέα φωτὸς
笔直贯穿的枪尖割断了宽厚的脚筋,残忍地削去了他的骨头;
ἀργαλέως· ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δʼ ἀνήρ.
剧痛与死厄交织,此人就此殒命。
ἔνθα Πάρις Μόσυνόν τʼ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν
帕里斯在此击中了莫苏诺斯与强毅的福耳库斯,
ἄμφω ἀδελφειούς, οἵ τʼ ἐκ Σαλαμῖνος ἵκοντο
两人是同胞兄弟,乘埃阿斯的战船自萨拉米斯而来,
Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο.
如今再也见不到归途。
τοῖσι δʼ ἔπι Κλεόλαον εῢν θεράποντα Μέγητος
随后他又射中了墨革斯出色的侍从克勒奥劳斯,
εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ
击中了他的左乳;
μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος
恶兆的黑夜笼罩了他,灵魂飞离身躯;当他倒下时,
ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ
胸腔深处仍在痛苦中急速跳动的心脏,
ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.
震颤着那支带羽的利箭。
ἄλλον δʼ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
帕里斯又迅速向勇猛的埃厄提翁射出另一箭;
ἐσσυμένως· τοῦ δʼ αἶψα διὰ γναθμοῖο πέρησε
青铜箭头即刻穿透了他的下颌;
χαλκός· ὁ δʼ ἐστονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.
他哀鸣着,眼泪与鲜血交融在一起。
ἄλλος δʼ ἄλλον ἔπεφνε· πολὺς δʼ ἐστείνετο χῶρος
此人斩杀这人,彼人斩杀那人;
Ἀργείων ἰληδὸν ἐπʼ ἀλλήλοισι πεσόντων.
随着阿耳戈斯人成群叠积倒下,广阔的战场变得狭窄。
καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
若不是黑夜携着深邃阴暗的迷雾袭来,
εἰ μὴ νὺξ ἐπόρουσε4 βαθύσκιον ἠέρʼ ἄγουσα.
特洛伊人彼时定已放火焚烧战船。
χάσσατο δʼ Εὐρύπυλος, σὺν δʼ ἄλλοι Τρώιοι υἷες
欧律皮罗斯退去,
νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος
特洛伊的众子弟亦一同自战船稍退至西摩伊斯河的河口,
ᾗχί περ αὖλιν ἔθεντο γεγηθοτες. οἱ δʼ ἐνὶ νηυσὶν
满心欢喜地安营扎寨。
Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες
战船中的阿耳戈斯人则倒在沙滩上哀恸,
πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκʼ ἄρʼ αὐτῶν
为死去的同伴深切悲痛,
πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.
因为黑色的命运已在尘土中捕获了他们当中的无数人。
- 6.583στρεφθέντα φέρεσθαι εἰσοπίσω
过去被动态分词 στρεφθέντα 修饰主动词 κατέμαρψε 的直接宾语 μιν,并与不定式 φέρεσθαι 相连,表示其“转身向后撤退”的意图与动态。
- 6.589οἰσόμενος θοὰ τόξα
源自动词 φέρω 的将来时词干 οἰσ- 的将来时分词,与移动动词 ᾤχετο 连用,表示目的(“去取快捷的弓箭”)。
- 6.620ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι, οὐδʼ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη
脱胎于史诗传统公式的句式。条件从句采用 εἰ 搭配祈愿语气 ἐνείη(“即使胸中有铁石之心”),构成纯假想条件;主句则以直陈语气现在时 οὐ σθένος ἐστί 断然表明“无力吟唱”的不可能性。
- 6.644καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας, εἰ μὴ νὺξ ἐπόρουσε
过去与事实相反的虚拟条件句(反事实条件句)。条件从句由 εἰ μή 搭配直陈语气过去时 ἐπόρουσε(“若非黑夜袭来”)构成,主句则以小品词 κε 搭配直陈语气过去时 ἐνέπρησαν(“他们定已放火焚船”)予以呼应。
