- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.72-6.144
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥德修斯与狄俄墨得斯扬帆前往斯库罗斯岛迎接涅俄普托勒摩斯,而特洛伊人则欣喜地迎来了赫拉克勒斯后裔欧律皮罗斯的强力援军。
ὦ φίλοι, οὐκέτʼ ἔοικε μεθʼ ὑμῖν πόλλʼ ἀγορεύειν
“朋友们啊,在今日的大军之中,已不宜再作长篇大论,
σήμερον· ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν·
因为疲劳已充塞在悲伤之人的心中。
οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτʼ ἀγορητὴς
我深知,对于疲惫的军士而言,无论是雄辩家,
ἁνδάνει οὔτʼ ἄρʼ ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι
还是受到不朽的皮埃里亚女神宠爱的歌者,
Πιερίδες· παύρων δʼ ἐπέων ἔρος ἔνθʼ ἀνθρώποις.
皆难称其心意;此时此刻,人们只愿闻得只言片语。
νῦν δʼ, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,
如今,全军阿尔戈斯人所赞同的这桩使命,
Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι·
我愿去将它达成,尤其若能有梯丢斯之子同行。
ἄμφω γάρ κεν ἰόντε1 φιλοπτολέμου Ἀχιλῆος
因为我们二人若一同前去,
ἄξομεν ὄβριμον υἷα παρακλίναντʼ2 ἐπέεσσιν,
定能用言语劝导并迎来好战的阿喀琉斯的勇猛之子,
εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει
纵使他的母亲在深宫内室中痛哭挽留;
μήτηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος
因为在我心中,
ἔλπομʼ ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.
深信刚强的父亲必生出同样英勇善战的儿子。”
ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·
他这般说着,思虑深湛的墨涅拉奥斯便对他说:
ὦ Ὀδυσεῦ, μέγʼ ὄνειαρ ἐϋσθενέων Ἀργείων,
“奥德修斯啊,健壮的阿尔戈斯人的巨大倚仗!
ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
若是大义凛然的阿喀琉斯勇猛的儿子,
σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς
真能在你的劝说下从斯库罗斯岛赶来,
ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων
作为援助协助渴盼他的人,
νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι,3
且若天上的某位神明赐予我们祈求的胜利,让我得以返回希腊故土,
δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
我愿欣然将我名震四方的爱女赫耳弥奥涅许配给他为妻,
Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ
并满心慷慨地附赠丰厚的妆奁;
προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα
因为我确信,
οὔτʼ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.
他绝不会傲慢地轻视自己的妻子,或是轻视一位高贵的岳父。”
ὣς ἄρʼ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.
他这般说了,达那奥斯人皆出声赞同他的话。
καὶ τότε λῦτʼ ἀγορή· τοὶ δʼ ἐσκίδναντʼ ἐπὶ νῆας
随后集会便解散了,众人各自散回战船,
ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή·
急于享用膳食,因为这乃是壮士的力量源泉。
καί ῥʼ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγʼ ἐδωδῆς,
当他们饱餐用膳、尽情果腹之后,
δὴ τόθʼ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς
梯丢斯之子便与明智的奥德修斯一同,
νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·
将飞驰的战船推入无垠的大海。
καρπαλίμως δʼ ἤια καὶ ἄρμενα πάντα βάλοντο·
他们迅疾将粮饷与一切索具装上船只,
ἐν δὲ καὶ αὐτοὶ ἔβαν· μετὰ δέ σφισιν εἴκοσι φῶτες
随后自己也登上了船;随他们同行的还有二十名深谙划桨之技的健儿,
ἴδμονες εἰρεσίης, ὁπότʼ ἀντίαι ὦσιν ἄελλαι,
无论迎面遭遇逆风狂飙,
ἠδʼ ὁπότʼ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.
抑或平静的海面铺展于浩瀚沧波之上,他们皆能驾轻就熟。
καί ῥʼ ὅτε δὴ κληῖσιν ἐπʼ εὐτύκτοισι κάθισσαν,
当他们列坐于齐整的桨板之上,
τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δʼ ἀμφέζεεν ἀφρός·
便击打起汹涌的海浪,船身四周沸腾起大量的泡沫。
ὑγραὶ δʼ ἀμφʼ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
随着战船飞速前冲,湿润的水道在桨叶间不断被破开,
νηὸς ἐπεσσυμένης· τοὶ δʼ ἱδρώοντες ἔρεσσον·
健儿们汗流浃背地奋力摇桨。
ὡς δʼ ὅθʼ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
正如辕轭之下极度疲惫的犍牛,
δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνηνἄχθεϊ τετριγυῖαν ὑπʼ ἄξονι δινήεντι
竭力拉动因车轴转动与沉重负荷而吱呀作响的木车,
τειρόμενοι, πουλὺς δὲ κατʼ αὐχένος ἠδὲ καὶ ὤμωνἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπʼ οὖδας·
备受劳苦,两头牛的脖颈与双肩上汗水潸潸下淌直垂地面;
ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν
当时勇士们在粗壮的桨木下也是这般竭力拼搏,
αἰζηοί· μάλα δʼ ὦκα διήνυον εὐρέα πόντον.
迅疾无比地横渡广阔的海面。
τοὺς δʼ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας·
其余的阿开奥斯人目送着他们离去;
θῆγον δʼ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.
并磨砺起自己用以交锋的凶狠箭矢与长矛。
Τρῶες δʼ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
与此同时,城内的特洛伊人毫无畏惧地整顿兵马,
ἐς πόλεμον μεμαῶτες ἰδʼ εὐχόμενοι μακάρεσσι
渴求作战,
λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.
并向福乐的诸神祈求止息杀戮、从辛劳中得以喘息。
τοῖσι δʼ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
为了响应他们的渴盼,
ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
诸神为他们引来了一位抵御灾难的坚强护卫——勇猛的赫拉克勒斯的后嗣欧律皮罗斯;
πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
大批精通战阵溃敌之术的兵众跟随着他,
ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
那是沿漫长的喀伊科斯河口居住、仰仗坚固长矛的族人。
ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·
特洛伊的男儿们围绕着他,心头大喜过望。
ὡς δʼ ὁπόθʼ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
宛如圈栏中被圈养的驯鹅,
ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,
望见了抛洒谷食的主人,
ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντεςσαίνουσιν, τοῦ δʼ ἦτορ ἰαίνεται εἰσορόωντος·
便纷纷围拢在四周欢叫摆尾,主人目睹此景心中亦倍感欣慰;
ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτʼ ἐσίδοντοὄβριμον Εὐρύπυλον, τοῦ δʼ ἐν φρεσὶ θαρσαλέον κῆρ
特洛伊男儿见到刚勇的欧律皮罗斯时亦是这般欢欣,
τέρπετʼ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες
而他心中那勇敢的魂魄面对聚拢的人群也大为欢畅。妇女们从门廊前凝望着这如神一般的壮士;
θάμβεον ἀνέρα δῖον· ὁ δʼ ἔξοχος ἔσσυτο λαῶν
他超群绝伦地行进在人群中,
ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
恰如群山间穿行在豺狗之中的猛狮。
τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·
帕里斯迎接着他,待他如同赫克托耳一般崇敬;
τοῦ γὰρ ἀνεψιὸς ἔσκεν,4 ἰῆς τʼ ἐτέτυκτο γενέθλης·
因为他是他的表兄,且流着同族的血脉。
τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
原来,普里阿摩斯的尊贵胞妹阿斯提俄刻,
Ἀστυόχη κρατερῇσιν ὑπʼ ἀγκοίνῃσι μιγεῖσα
在勇悍的忒勒福斯的臂弯中孕育并生下了他;
Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι
而美丽秀发的奥革背着父亲与无畏的赫拉克勒斯同眠,
λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη·
生下了忒勒福斯自己;
καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
当他尚在襁褓中啼哭索乳之时,遵照宙斯的旨意,
θρέψε θοή ποτε κεμμάς, ἑῷ δʼ ἴσα φίλατο νεβρῷ
一只敏捷的母鹿曾以乳汁哺育他,
μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει
宛如疼爱自己的幼鹿一般将他抚养长大;
ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.
因为赫拉克勒斯的子嗣绝不当悲惨地夭折。
τοῦ δʼ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
帕里斯满心欣悦,领着这位英豪的显赫爱子穿过宽广的城邑,
ἦγεν ἑὸν ποτὶ δῶμα διʼ εὐρυχόροιο πόληος
径直走向自己的宫殿。
- 6.79ἄμφω γάρ κεν ἰόντε
分词 ἰόντε 为主格阳性双数,与省略的主语(奥德修斯与狄俄墨得斯)相一致。小词 κεν 与后接的将来时直陈式 ἄξομεν 搭配,表达史诗中带有假设前提的确定性展望(“若我们二人前去,必将带来”)。
- 6.80παρακλίναντʼ
此词为省略尾元音的 παρακλίναντε(主动态不定过去时分词,主格阳性双数),与上一行的 ἄμφω ... ἰόντε 一同修饰双数主语,并以 ὄβριμον υἷα 为直接宾语(“用言语打动/劝服他”)。
- 6.86ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς / σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς / ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων / νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι
在条件连词 ἤνπερ(通常接虚拟式)统领下,祈愿式(ἔλθοι, πόροι)与虚拟式(ἱκῶμαι)并列,归结句则使用将来时直陈式(δώσω)。祈愿式表达委婉或审慎的假设(“万一他能前来”),后转入虚拟式 ἱκῶμαι 则反映说话人对自身返乡的现实期许,构成混合条件句。
- 6.134τοῦ γὰρ ἀνεψιὸς ἔσκεν
代词 τοῦ 可指代紧邻的名词 Ἕκτορι 或主语 Πάρις。由于欧律皮罗斯(普里阿摩斯的胞妹阿斯提俄刻之子)兼为赫克托耳与帕里斯的表兄弟,两种理解在谱系上皆能成立;但在句法上,指代前邻项 Ἕκτορι 最为自然(“因为他乃是赫克托耳的表弟”)。
