- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.145-6.216
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕里斯将欧律皮罗斯迎入宫中引见赫耳弥奥涅,城内城外举行盛宴,黎明时分欧律皮罗斯披挂刻有赫拉克勒斯赫赫伟绩的神盾率军出征。
σῆμα πάρʼ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
帕里斯引领着他走过阿萨剌科斯的坟冢、赫克托耳的嵯峨宫室,
νηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι
以及特里托尼亚女神的神圣庙宇,
δώματʼ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο·
在庙宇近旁坐落着帕里斯自己的府邸和神圣洁净的赫耳客俄斯祭坛。
καί μιν ἀδελφειῶν πηῶν θʼ ὕπερ ἠδὲ τοκήων
他关切地询问起他的兄弟、亲族与双亲,
εἴρετο προφρονέως· ὁ δέ οἱ μάλα πάντʼ ἀγόρευεν·
欧律皮罗斯也向他如实详述了一切;
ἄμφω δʼ ὣς ὀάριζον ἅμʼ ἀλλήλοισι κιόντες.
二人一边前行,一边这般促膝交谈。
ἦλθον δʼ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δʼ ἄρʼ ἧστο
他们来到了宏大而富丽的宫殿,
ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·1
神女般的海伦身披美惠女神的风姿端坐其中。
καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
四名侍女在她的身旁忙碌伺候,
ἄλλαι δʼ αὖτʼ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
另一些侍女则在华丽的寝殿之外,
ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.
操持着女奴应尽的各项劳作。
Εὐρύπυλον δʼ Ἑλένη μέγʼ ἐθάμβεεν εἰσορόωσα,
海伦注视着欧律皮罗斯,心中大为惊奇,
κεῖνος δʼ αὖθʼ Ἑλένην· μετὰ δʼ ἀλλήλους ἐπέεσσιν
欧律皮罗斯注视着海伦亦大为惊奇;
ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι·
二人在这座芬芳的府邸中互致言辞问候。
δμῶες δʼ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·
侍从们在王后身旁设下了两把座椅,
αἶψα δʼ Ἀλέξανδρος κατʼ ἄρʼ ἕζετο, πὰρ δʼ ἄρα τῷ γε
亚历山大随即落座,
Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
欧律皮罗斯也坐在他的身旁。与此同时,
ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·
军众在城墙前方的空地上安营扎寨,
αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
那正是骁勇的特洛伊卫兵戍守之处;他们迅速将铠甲卸在地上,
στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο·
拴住因沉重劳顿而仍在喘息的战马,
ἐν δὲ φάτνῃσι βάλοντο, τά τʼ ὠκέες ἵπποι ἔδουσι.
并在马槽中投入骏马所食的粮料。
καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δʼ αἶα καὶ αἰθήρ·
随后黑夜骤临,大地与天空皆化为苍茫夜色。
οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖοΚήτειοι Τρῶές τε· πολὺς δʼ ἐπὶ μῦθος ὀρώρει
克忒奥斯人与特洛伊人在巍峨的城墙前共享筵席,
δαινυμένων· πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
宴饮者之间话语喧腾。阵营营房旁四处燃烧着滚滚浓烟的熊熊烈火,
δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δʼ ἠπύτα σύριγξ
嘹亮的排箫声声回荡,
αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,
配着清脆芦管的笛声悠扬,
ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.
四周弥漫着里拉琴迷人的乐音。
Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
阿尔戈斯人在遥远处目睹平原上亮起众多篝火,
ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες
耳畔传来笛声与琴声的巨响、
αὐλῶν φορμίγγων τʼ ἰαχὴν ἀνδρῶν καὶ ἵππων
战马与士卒的喧嚣,
σύριγγός θʼ, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι·
以及在宴饮与牧人中尤为出众的箫音,无不深感惊骇。
τοὔνεκʼ ἄρʼ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσενῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,
因此,各位将领命营房中的士兵轮番守卫战船直至黎明,
μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
以免此时在巍峨城墙前狂欢宴饮的傲慢特洛伊人趁机偷袭、
οἵ ῥα τότʼ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
纵火焚毁战船。
ὣς δʼ αὕτως κατὰ δώματʼ Ἀλεξάνδροιο δαΐφρων
同样,在亚历山大的府邸中,
δαίνυτο Τηλεφίδης μετʼ ἀγακλειτῶν βασιλήων·
深谋远虑的忒勒福斯之子正与名扬天下的诸王开怀畅饮。
πολλὰ δʼ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
普里阿摩斯与特洛伊的众子嗣接连祈请他挺身而出,
ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
在严酷的命运中与阿尔戈斯人决一死战;
αἴσῃ ἐν ἀργαλέῃ· ὁ δʼ ὑπέσχετο πάντα τελέσσειν.
欧律皮罗斯答应必将一切尽数达成。
αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθʼ ἕκαστος·
当他们享用完晚餐,众人便各自返回寝宫;
Εὐρύπυλος δʼ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθενἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
欧律皮罗斯则在此处稍远一间精筑的寝殿中就寝,
ἠῢς Ἀλέξανδρος μετʼ ἀγακλειτῆς ἀλόχοιο·
往日里尊贵的亚历山大正是与名扬四海的妻子同眠于此;
κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
因为这间寝殿极尽奢华,冠绝全宫。
ἔνθʼ ὅ γε λέξατʼ ἰών· τοὶ δʼ ἄλλοσε κοῖτον ἕλοντο
他走入其中卧榻安歇;而他们则在别处就寝,
μέχρις ἐπʼ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμʼ ἠοῖ
直至端坐宝座的晨曦女神破晓降临。旭日方升之时,
Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
忒勒福斯之子便一跃而起,
σύν τʼ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν·
与伊利奥斯城内的其余诸王一同奔赴广阔的大军。
λαοὶ δʼ αὐτίκʼ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
战士们渴望战斗,皆急于在先锋阵中冲杀劳碌,
πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι·ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
纷纷迅速披挂甲胄。
τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·
欧律皮罗斯同样在健硕的身躯上披戴起宛如耀眼闪电般的铠甲。
καί οἱ δαίδαλα πολλὰ κατʼ ἀσπίδα δῖαν ἔκειτο,
在他神圣的盾牌上饰有许多精巧绝伦的图案,
ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
铭刻着无畏勇悍的赫拉克勒斯昔日立下的赫赫战功。
ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
盾面上刻着两条巨蛇,面目狰狞的大口吐着信子,
δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
宛若活物般带着可怕的狂暴之势扑面而来;
σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον
而他虽只是个襁褓幼童,
νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς
却在两侧各自将它们降服;
ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
他的心魂与胆魄毫无惧色,
ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνων
因他生来便拥有堪比宙斯的雄力;
ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
盖天界神祇的后嗣绝非无能孱弱之辈,甚至早在娘胎之内时,
ἕσπετʼ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.
无尽的力量便已常伴其身。
ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
盾牌上还刻有涅墨亚雄狮的神力,
ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
在勇猛的赫拉克勒斯强健的双手下饱受重压;
τειρόμενος2 κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
雄狮狰狞的下颌边渗着带血的泡沫,
αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δʼ ἐῴκει.
仿佛正在奄奄一息地吐尽最后一口气。
ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
在巨狮身旁,还雕刻着多颈水蛇许德拉的暴烈凶焰,
αἰνὸν λιχμώωσα·3 καρήατα δʼ ἀλγινόεντα
它正凶狠地吞吐着蛇信;
ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δʼ ἄεξεν
它那痛苦的头颅,有的已被斩落在地,
ἐξ ὀλίγων μάλα πολλά· πόνος δʼ ἔχεν Ἡρακλῆα
有的却从少数中生出极多;赫拉克勒斯与骁勇的伊俄拉俄斯陷入了苦战,
θαρσαλέον τʼ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
二人皆怀着刚强的意志……
- 6.152Χαρίτων ἐπιειμένη εἶδος
完成体中动分词 ἐπιειμένη 意为“披戴”,后接对格 εἶδος 作为直接宾语(穿戴动词的受词),属格 Χαρίτων 修饰 εἶδος,整句意为“身披美惠女神的风姿”。
- 6.208Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος ... τειρόμενος
语法上的主语是阴性转喻词组 βίη ... λέοντος(雄狮之力),但受动分词 τειρόμενος 却采用了阳性单数主格。这并非按语法性一致,而是根据实际主体雄狮(λέων)进行的依意一致(constructio ad sensum)。
- 6.212μένος πολυδειράδος ὕδρης αἰνὸν λιχμώωσα
在该迂回表达中,中性名词主语 μένος(凶暴威势)带有属格 ὕδρης,但分词 λιχμώωσα 却采用了阴性主格单数形式而非中性,这同样是抛开语法上的中性(μένος),而依从实际主体水蛇许德拉(阴性名词 ὕδρα)的依意一致(constructio ad sensum)。
