- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.1-6.71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
破晓时分,墨涅拉奥斯召集将士大会并提议撤退以试探军心;狄俄墨得斯严辞痛斥并重振全军士气,随后预言家卡尔卡斯建言迎取阿喀琉斯之子以决胜负。
Ἠὼς δʼ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα
黎明女神离开了俄刻阿诺斯的奔流与梯托诺斯的卧榻,
Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη
升上了辽阔的苍穹,
κίδνατο παμφανόωσα· γέλασσε δὲ γαῖα καὶ αἰθήρ·
向四面八方普降灿烂的光辉;大地与澄净的晴空皆展露欢颜。
τοὶ δʼ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες·
转瞬即逝的凡人们各自奔赴劳作,
ἄλλος δʼ ἀλλοίοισιν ἐπῴχετο· αὐτὰρ Ἀχαιοὶ
人人都操持着不同的营生。然而,
εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·
因墨涅拉奥斯的发令召集,阿开奥斯人纷纷涌向大会之所。
καί ῥʼ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,
当全军上下尽皆聚集之时,
δὴ τότʼ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα·
他便在聚集起来的众人中央开口说道:
κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
“神裔的君王们啊,请听我所言。
ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ
由于众多将士的殒命,我的心在胸膛中备受煎熬;
λαῶν ὀλλυμένων, οἵ ῥʼ ἤλυθον εἵνεκʼ ἐμεῖο
他们为了我来到这残酷的战乱之中,
δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,
却再也不能受到故乡宅邸与双亲的迎接;
οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα.
因为神明的宿命摧折了他们中的许多人。
ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
若是在将这支大军聚集于此之前,
αὐτῷ ἐμοὶ ἐπόρουσε1 πρὶν ἐνθάδε λαὸν ἀγεῖραι·
难以忍受的死亡的沉重威力便降临在我自己身上,那该有多好!
νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων,
然而如今神明却将无休止的痛苦注入我的心中,
ὄφρʼ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν
让我亲眼目睹这诸般灾祸。长久注视着战争这般无奈的残局,
εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;
又有谁能心中欢悦呢?
ἀλλʼ ἄγεθʼ ὅσσοι ἔτʼ εἰμὲν ἐπʼ ὠκυπόροισι νέεσσι
来吧,尚存的我们何不乘上飞驰的战船,
καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,
各自迅疾逃回本乡的土地,
Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος,
因为艾阿斯与威猛的阿喀琉斯皆已殒命,
τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον
在他们被杀之后,我认为我们已无法逃脱毁灭,
ἡμέας,2 ἀλλʼ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν
只得为了我和不知羞耻的海伦,
εἵνεκʼ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔτι
丧命在凶暴的特洛伊人手下。
μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι
每当我目睹你们在战场上阵亡,
ἐν πολέμῳ· κείνη δʼ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ
我对她的挂念便根本不及对你们的一丝一毫。
ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων
让她与那极懦弱的夫婿一同毁灭去吧!因为当她抛弃我的宅邸与床第之时,
ἐκ κραδίης, ὅτʼ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.
神明便从她的胸膛中夺走了明智的心智。
ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·
但关于她的那些事,就留给普里阿摩斯和特洛伊人去操心吧;
ἡμεῖς δʼ αἶψα νεώμεθʼ, ἐπεὶ πολὺ λώιόν ἐστιν
我们应当立即离去,
ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.
因为逃离这充满凶兆的战乱,远胜过在此丧命。”
ὣς ἔφατʼ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ
他这般说着,乃是为试探阿尔戈斯诸将;
ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,
然而在他胸中嫉妒而激切的心灵里,
Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
却盘算着截然不同的念头——他要如何消灭特洛伊人,
ῥήξῃ ἐκ θεμέθλων, μάλα δʼ αἵματος ἄσῃ Ἄρηα
将这座城池高耸的城墙从根基上摧毁,
δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·
并在如神般的亚历山大倒毙于死者之列时,让战神阿瑞斯畅饮鲜血;
οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.
因为世间再无任何事物比嫉妒更为可憎。
καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δʼ ἐπιίζανεν ἕδρῃ.
他心中这般思量,便坐回了自己的位子。
καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτʼ ἐνὶ μέσσοις,
随后,挥动长矛的梯丢斯之子在人群中央站起,当即厉声斥责好战的墨涅拉奥斯:
καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·
“咄,懦弱的阿特柔斯之子!
ἆ δείλʼ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει
究竟是何等可怖的恐惧攫住了你,
ἀργαλέον, καὶ τοῖα μετʼ Ἀργείοις ἀγορεύεις,
竟使你在阿尔戈斯人面前说出这番话来,
ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστʼ ἀλαπαδνόν;
恰如气力孱弱的妇孺一般?
ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες
在将特洛伊的一切城堞尽数推倒于地之前,
πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·
阿开奥斯最优秀的男儿绝不会听从你的话;
θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δʼ ὄνειδος.
因为英勇对凡人而言乃是极大的荣耀,而溃逃则是奇耻大辱。
εἰ δʼ ἄρα τις καὶ τῶνδʼ ἐπιπείσεται, ὡς ἐπιτέλλεις,
假若这众人之中真有人如你吩咐的那般听从遵行,
αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,
我必立即用青黑的利刃斩下他的头颅,
ῥίψω δʼ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
抛给凌空翱翔的飞鸟作为食饵。
ἀλλʼ ἄγεθʼ, οἷσι μέμηλεν ὀρινέμεναι μένεʼ ἀνδρῶν,
来吧,凡执掌激励将士士气之人,
λαοὺς αὐτίκα πάντας ὀτρυνάντων3 κατὰ νῆας
应当立刻督促整座船营的所有军众磨砺长矛,
δούρατα θηγέμεναι, παρά τʼ ἀσπίδας ἄλλα τε πάντα
整顿盾牌及其他一切甲胄,
εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι ἅπαντας
让所有渴求征战的勇士与战马立刻饱餐用膳;
ἀνέρας ἠδʼ ἵππους, οἵ τʼ ἐς πόλεμον μεμάασιν·
在这片平原之上,
ἐν πεδίῳ δʼ ὤκιστα διακρινέει μένος Ἄρης.
战神阿瑞斯很快就会裁决谁具真正的勇力。”
ὣς φάτο Τυδείδης· κατὰ δʼ ἕζετο, ᾗχι πάρος περ·
梯丢斯之子这般说道,随后坐回原位。
τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπενἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστʼ ἀγορεύειν·
接着,忒斯托耳之子站起身来,走到理当发言的中央之所,对众人说出这样一番话:
κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·
“英勇善战的阿尔戈斯人的爱子们啊,请听我言;
ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.
因为你们知晓,我深明如何宣示神谕。
ἤδη μὲν καὶ πρόσθʼ ἐφάμην δεκάτῳ λυκάβαντι
昔日我便曾说过,在第十个年头我们将攻破巍峨的伊利翁;
πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν
如今不朽的诸神正将此付诸实现,
ἀθάνατοι· νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.
胜利已在阿开奥斯人的脚下。
ἀλλʼ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα
来吧,让我们派遣梯丢斯之子与善战的奥德修斯,
πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,
乘着黑船迅疾前往斯库罗斯岛,
οἵ ῥα παραιπεπίθοντες Ἀχιλλέος ὄβριμον υἷα
好让他们劝服并迎来阿喀琉斯刚勇的儿子;
ἄξουσιν· μέγα δʼ ἄμμι φάος πάντεσσι πελάσσει.
届时巨大的光明将临到我们所有人身边。”
ὣς φάτο Θέστορος υἱὸς ἐΰφρονος· ἀμφὶ δὲ λαοὶ
心怀睿智的忒斯托耳之子这般说道;
γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει
四周的士卒欢呼雀跃,
Κάλχαντος φάτιν ἔμμενʼ ἐτήτυμον, ὡς ἀγόρευε·
因为他们心中深信卡尔卡斯的预言正如他所言那般确凿无疑。
καὶ τότε Λαέρταο πάϊς μετέειπεν Ἀχαιοῖς·
随后,拉厄耳忒斯之子便在阿开奥斯人中间开口进言:
- 6.14ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο / αὐτῷ ἐμοὶ ἐπόρουσε
表示针对过去事实的不可实现的愿望(违事实愿望)。语气词 ὡς 连同 ὄφελον(ὤφελον 的史诗无增音形式)支配第三人称单数不定过去时陈述语气动词 ἐπόρουσε,意为“愿那难忍的死亡沉重威力落在我自己身上”。主语为 Θανάτοιο βαρὺ σθένος,与格 αὐτῷ ἐμοὶ 表示受害或承受的目标。
- 6.22τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον / ἡμέας
短语 τῶν ... κταμένων 为独立属格结构,指代阵亡的阿喀琉斯与埃阿斯(“在他们被杀之后”)。主要动词 ὀΐω(“我认为”)支配宾格不定式从句,其中 ἡμέας 为不定式动作的逻辑主语(宾格),ὑπαλύξαι 为不定过去时主动不定式,ὄλεθρον 为其直接宾语。
- 6.51ὀτρυνάντων
第三人称复数主动语态不定过去时命令语气(词尾为 -ντων)。它将前一行无先行词的关系代词从句 οἷσι μέμηλεν ὀρινέμεναι μένεʼ ἀνδρῶν(“凡执掌激励将士士气之人”)作为主语,构成“让那些……之人督促全军”的命令句。
