← 斯密那的昆图斯

荷马史诗续集

§6.509-6.580

小埃阿斯负伤与阿特柔斯之子获援

小埃阿斯被埃涅阿斯掷石击伤后被救回船队,陷于孤立的阿特柔斯之子得到特克洛斯等人的驰援。各处激战不断,劳福翁与潘蒙的御者相继阵亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
509

δεξιτερὸν παρὰ μαζόν· ὁ δ̓ἔκφυγε ποσσὶ θοοῖσιν.

击中右乳之旁;但他凭着敏捷的双足逃遁了。

510

ἔνθʼ Ἀγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον

彼时,尊贵的阿伽门农斩杀了毁灭性敌群中的

πληθύος ἐξ ὀλοῆς· μετὰ δʼ Αἴθικον ᾤχετο δῖον

众多战士;他手持长矛狂烈追击神一般的埃提科斯,

θύων ἐγχείῃσιν· ὁ δʼ εἰς ἑτάρους ἀλέεινε.

后者却逃入了同袍之中。

τοὺς δʼ ὁπότʼ Εὐρύπυλος λαοσσόος εἰσενόησε

当振奋军心的欧律皮罗斯看见他们所有人

χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,

一同从可憎的鏖战中后退时,

515

αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε,

他立即撇下正被他赶向战船的部众,

καί ῥα θοῶς οἴμησεν ἐπʼ Ἀτρέος υἷε κραταιὼ

迅猛地冲向阿特柔斯两个强悍的儿子

παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν

以及奥伊琉斯勇毅的儿子——他在奔跑上迅疾绝伦,

ἔσκε θοός, περὶ δʼ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν.

在战斗中更是勇猛非凡。

τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος·

欧律皮罗斯手执修长的标枪向他们猛冲过去;

520

σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,

帕里斯与勇悍的埃涅阿斯随他同来,

ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ

埃涅阿斯迅速以巨石击中埃阿斯

κὰκ κόρυθα κρατερήν· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανυσθεὶς

坚固的头盔;埃阿斯横卧在尘土中,

ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ

却未曾气绝身亡,因为他的死期

ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·1

已被注定在归途上卡菲柔斯礁石之旁;

525

καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες

热爱征战的扈从们抱起他,

βαιὸν ἔτʼ ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.

将尚存一息的他抬向阿开奥斯人的战船。

καὶ τότʼ ἄρʼ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες

此时,阿特柔斯的两个赫赫有名的国王儿子便陷于孤立;

Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθʼ ὅμιλος

毁灭性的敌众将他们团团围住,

βαλλόντων ἑκάτερθεν, ὅ τι σθένε χερσὶν ἑλέσθαι·

四面投掷一切手中所能抓取的武器;

530

οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας,

有人倾泻悲哀的箭矢,有人掷出飞石,

ἄλλοι δʼ αἰγανέας· τοὶ δʼ ἐν μέσσοισιν ἐόντες

另有人投出标枪;二人置身其中,

στρωφῶντʼ, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες

奋力周旋,正如猛兽围场中央的野猪或狮子,

ἤματι τῷ, ὅτʼ ἄνακτες ἀολλίσσωσʼ ἀνθρώπους

在君王召集众人、以凶猛的野兽

ἀργαλέως τʼ εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον

严密合围并带来残酷毁灭的日子里,

535

θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δʼ ἕρκεος ἐντὸς ἐόντεςδμῶας δαρδάπτουσιν, ὅ τις σφίσιν ἐγγὺς ἵκηται·

困于栅栏中的野兽撕碎每一位靠近的仆从;

ὣς οἵ γʼ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.

二人亦如此在核心处斩杀每一个扑上来的敌兵。

ἀλλʼ οὐδʼ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,

然而,即使极度渴望脱险,他们也本无力支撑,

εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος

若非特克洛斯、骁勇的伊多墨纽斯、

540

Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,

墨利俄涅斯、托阿斯以及神一般的斯拉苏墨得斯赶来——

οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,

他们此前畏惧欧律皮罗斯勇猛的力量,

καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,

本会逃往战船以避开沉重的灾难,

εἰ μὴ ἄρʼ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο2

若非出于对阿特柔斯之子们的深切忧惧而前来

ἄντην Εὐρυπύλοιο· μάχη δʼ ἀΐδηλος ἐτύχθη.

直面欧律皮罗斯;一场惨烈的恶战随之爆发。

545

ἔνθα τότʼ Αἰνείαο κατʼ ἀσπίδος ἔγχος ἔρεισε

这时,善用梣木矛的特克洛斯将长矛刺向

Τεῦκρος ἐϋμμελίης· τοῦ δʼ οὐ χρόα καλὸν ἴαψεν·

埃涅阿斯的盾牌;但并未伤及他英挺的肌肤,

ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·

因为由四层牛皮制成的硕大盾牌替他抵御了祸患;

ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.

即便如此,他依然畏惧地略微后退。

Μηριόνης δʼ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι

墨利俄涅斯扑向佩翁尼亚人中无可指摘的劳福翁,

550

Παιονίδῃ, τὸν ἐγείνατʼ ἐϋπλόκαμος Κλεομήδη

那是秀发的克勒奥墨得在阿克西俄斯河畔所生;

Ἀξιοῦ ἀμφὶ ῥέεθρα· κίεν δʼ ὅ γε Ἴλιον ἱρὴν

他曾与高尚的阿斯忒罗派俄斯同来神圣的伊利昂,

Τρωσὶν ἀρηξέμεναι μετʼ ἀμύμονος Ἀστεροπαίου·

以援助特洛伊人;

τὸν δʼ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι

墨利俄涅斯用锋利的长矛刺入他阴部上方,

αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ

枪尖迅即拖出他的内脏;

555

ἔγκατα· τοῦ δʼ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.

他的灵魂飞速奔向幽暗的冥界。

Αἴαντος δʼ ἄρʼ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων

奥伊琉斯之子埃阿斯明智的同伴阿尔基墨得斯

Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων·

向强悍的特洛伊人群投掷;

ἧκε δʼ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν

他在祈祷之后,用投石器将一块令人痛苦的石块掷入敌人可怕的混战中;

σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δʼ ἔτρεσαν ἄνδρες

众人纷纷躲避,

560

ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.

一并畏惧着呼啸声与飞来的石块。

τὸν δʼ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα

毁灭性的命运将它引向潘蒙勇悍的御者、

Πάμμονος Ἱππασίδην· τὸν δʼ ἡνία χερσὶν ἔχοντα

希帕索斯之子;他手中握着缰绳,

πλῆξε κατὰ κροτάφοιο· θοῶς δέ μιν ἔκβαλε δίφρου

太阳穴被石块击中;石块迅速将他从战车上

πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος

抛在自己的车轮前;奔腾的骏马飞驰向前,

565

λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετʼ ὀπίσσωἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα

他倒下后的凄惨身躯在车轮下被向后碾碎;

ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα·

他仓促抛下鞭子与缰绳,可怕的死神将他制服。

Πάμμονι δʼ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη

悲伤降临在潘蒙心头;紧急情势迫使他

ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·3

既要担当国王,又要驾驭飞驰的战车;

570

καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,

若非一名特洛伊战士在血腥的骚乱中

εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα

亲手接过了缰绳,救出了这位

ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα

已被敌人毁灭之手逼入绝境的君王,

ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.

他本会在该处迎来死厄与最后的末日。

ἀντίθεον δʼ Ἀκάμαντα καταντίον ἀΐσσοντα

涅斯托尔威武的儿子用长矛刺中了迎面冲来的

575

Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν·

神一般的阿卡玛斯的膝盖上方;

ἕλκεϊ δʼ οὐλομένῳ στυγερὰς ὑπεδύσατʼ ἀνίας·

在致命的伤痛中,他承受着可憎的痛苦,

χάσσατο δʼ ἐκ πολέμοιο· λίπεν δʼ ἑτάροισι κυδοιμὸν

从战场上退缩而去;他将泪水纵横的混战留给同袍,

δακρυόεντʼ· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.

因为他已无心恋战。

καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο

就在此时,赫赫有名的欧律皮罗斯的侍从

580

τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι

在激战中刺中了托阿斯的同伴厄刻蒙

语法注3 条
  1. 6.523ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι

    由 ἐπεί 引导的从属句为主要句的否定表述 ψυχὴν οὐ τι κάπυσσεν(“绝未气绝身亡”)提供了原因。此处运用了史诗预叙(prolepsis),指涉小埃阿斯在归途(Nostoi)中注定殒命于卡菲柔斯礁石的传统传说。主语为 αἴσιμον ἦμαρ(“注定之日”),与格代词 οἱ 表关涉。

  2. 6.541οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο, καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα, εἰ μὴ ἄρʼ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο

    此处为过去与事实相反的虚拟条件句(反事实条件句):归结句为主语与小词 κε 搭配不定过去时直说语气 φύγον,条件从句由 εἰ μή 搭配不定过去时直说语气 ἵκοντο 构成。分词 περιδδείσαντες(“深切担忧阿特柔斯之子”)作原因/情状分词,说明援军未曾溃退的内在动机。

  3. 6.569ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα

    由 θῆκεν ἀνάγκη(“紧迫情势迫使他”)所支配的补足语结构。关联连词 ἄμφω καὶ... καί...(“二者皆……”)将名词谓语宾格 βασιλῆα(“担任君王”,省略不定词 εἶναι)与动词不定词 ἡνιοχεῖν(“驾驭”)并列结合在一起,构成略带轭饰(zeugma)性质的平行结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.509-6.580