- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.292-6.365
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
佩带着刻有赫拉克勒斯功业之盾的欧律皮罗斯现身战场,回应帕里斯的勉励并起誓死战不退。他率领主力部队出城出击,与阿伽门农统领的阿开奥斯军正面相撞,爆发激烈的混战。
ἄλλα δʼ ἄρʼ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
在宙斯所养育的欧律皮罗斯那面宽阔的盾牌上,
ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.
还环绕刻绘着勇毅的阿尔喀得斯其他不可胜数的功绩。
φαίνετο δʼ ἶσος Ἄρηι μετὰ στίχας ἀΐσσοντι·
他宛如穿梭于阵列中的阿瑞斯;
Τρῶες δʼ ἀμφιέποντες ἐγήθεον, εὖτʼ ἐσίδοντο
当特洛伊人聚集在周遭,
τεύχεά τʼ ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος·
目睹他的铠甲以及这副具备诸神姿容的伟岸之躯时,无不欢欣鼓舞。
τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε·
帕里斯上前激励他投入战斗,对他说道:
χαίρω σεῖο κιόντος,1 ἐπεί νύ μοι ἦτορ ἔολπεν
“你的到来令我欣喜,
Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι
因我心中如今切望阿尔戈斯人连同他们的战船全都凄惨地覆灭;
αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον
因为无论在特洛伊人还是骁勇善战的阿开奥斯人之中,
ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισί τʼ Ἀχαιοῖς.
我都未曾见过这般凡人。
ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος,
然而看在伟岸雄健的赫拉克勒斯的份上——你在身材、
τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,
力量与光辉容貌上皆肖似于他——请你铭记着他,
κείνου μνωόμενος φρονέων τʼ ἀντάξια ἔργα2
心怀相称的功业,
θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,
勇敢地援助正遭屠戮的特洛伊人,
ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέγε μοῦνον ὀΐω
好让我们得以喘息;因为我认为唯有你一人,
ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι.3
能够从濒临毁灭的城邦前驱散恶厄。”
ἦ μέγʼ ἐποτρύνων· ὁ δέ μιν προσεφώνεε μύθῳ·
他极力激励着他;欧律皮罗斯则回应道:
Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
“心志高迈的普里阿摩斯之子,
ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,
形貌肖似福乐诸神的人啊,在这场惨烈的厮杀中究竟谁当战死、
ὅς τε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ·
谁当得救,
ἡμεῖς δʼ, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,
这一切实已定于不死诸神的膝上;但我们只要力能作战,
στησόμεθα πρὸ πόληος· ἔπειτα δέ καὶ τόδʼ ὀμοῦμαι,
便当理所应当地挺立在城池前方;此外我还要起誓:
μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι.4
在斩杀敌手或自己阵亡之前,绝不后退半步。”
ὣς φάτο θαρσαλέως· Τρῶες δʼ ἐπὶ μακρὰ χάροντο.
他英勇地如此说道;特洛伊人闻言皆极度欢欣。
καὶ τότʼ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον
随后,他将熟谙征战劳苦的勇士尽皆挑出:
Πουλυδάμαντά τʼ ἐϋμμελίην καὶ Πάμμονα δῖον
亚历山大、意气风发的埃涅阿斯、
Δηίφοβόν τʼ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων
善用梣木长矛的波吕达玛斯、神一般的潘蒙,
Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
此外还有德伊福玻斯与埃提科斯——后者在交战中抵御敌阵压迫的本领冠绝所有帕弗拉戈尼亚人;
ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται
选拔这些人,是为了让他们在战争中于第一线迎战顽敌;
ἐν πολέμῳ· μάλα δʼ ὦκα κίον προπάροιθεν ὁμίλου·
他们极其迅捷地行进在大军的最前方。
προφρονέως δʼ οἴμησαν ἀπʼ ἄστεος· ἀμφὶ δέ λαοὶ
他们精神抖擞地杀出城去;身后跟随着无数大军,
πολλοὶ ἕπονθʼ, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα
正如春日降临之际,
ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο
那显赫的蜜蜂群伴随着嗡嗡轰鸣从掩蔽的蜂巢中倾巢而出,
ἐκχύμεναι καναχηδόν, ὅτʼ εἴαρος ἦμαρ ἵκηται·
追随它们的蜂王一般;
ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι·
凡人战士们便如此紧随他们奔赴沙场。
τῶν δʼ ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν
随着大军的前行,将士与战马发出的喧天巨响直冲云霄,
αὐτῶν ἠδʼ ἵππων· περὶ δʼ ἔβρεμεν ἄσπετα τεύχη.
周遭数不尽的铠甲铮铮作响。
ὡς δʼ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα
正如狂风暴烈地扑来,
κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,
将无垠大海的深渊从根底撼动,
κύματα δʼ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα
滚滚黑浪咆哮着涌向海岸,
φῦκος ἀποπτύωσιν5 ἐρευγομένοιο κλύδωνος,
随着翻腾的巨浪迅速喷吐出海藻,荒凉的海岸边轰鸣四起;
ἠχὴ δʼ ἀτρυγέτοισι παρʼ αἰγιαλοῖσιν ὄρωρεν·
大军疾驰的脚步下,
ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη.
辽阔的大地也同样发出沉重的轰鸣。
Ἀργεῖοι δʼ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο
在另一侧,阿尔戈斯人簇拥着神一般的阿伽门农,
ἀμφʼ Ἀγαμέμνονα δῖον· ἀϋτὴ δʼ ἔπλετο λαῶν
从城墙前倾巢涌出;
ἀλλήλοις ἐπικεκλομένων, ὀλοοῦ πολέμοιο
战士们相互呼喝着奔赴那场毁灭性的战争,
ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν
决不畏惧交战的喧嚣而滞留在战船旁,
μίμνειν πὰρ νήεσσιν· ἐπειγομένων μαχέσασθαι.
急切求战的呐喊声此起彼伏。
Τρωσὶ δʼ ἄρʼ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι
他们迎头撞上了疾驰而来的特洛伊人,
πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν
正如母牛群沿山从春日的牧场归来,
ἐκ νομοῦ εἰαρινοῖο κατʼ οὔρεος, ὁππότʼ ἄρουραι
当田野繁茂、大地繁花似锦、
πυκνὸν τηλεθάουσι, βρύει δ̓ἅλις ἄνθεσι γαῖα,
牛羊的乳汁注满器皿之际,
πλήθει δʼ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,
小母牛遇见走出林莽前往牛栏的它们一般;
μυκηθμὸς δʼ ἄρα πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα
牛群混杂在一起,四处响起阵阵低哞,
μισγομένων, γάνυται δὲ μετὰ σφίσι, βουκόλος ἀνήρ·
牧人立于其间心生欢喜;
ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς
两军相互冲撞时的喧嚣亦复如是,
ὠρώρει· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.
双方皆爆发出可怖的呼喊。
σὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δέ Κυδοιμὸς
他们展开了无边无际的搏杀;
στρωφᾶτʼ ἐν μέσσοισι μετʼ ἀργαλέοιο Φόνοιο·
混乱之神伴随着残酷的杀戮游走在阵列中央。
σὺν δʼ ἔπεσον ῥινοί τε καὶ ἔγχεα καὶ τρυφάλειαι
牛皮盾、长矛与头盔在近处激烈碰撞;
πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε·
周遭的青铜闪烁着如火的寒芒;
φρῖξε δʼ ἄρʼ ἐγχείῃσι μάχη· περὶ δʼ αἵματι πάντῃ
战场因攒动的矛尖而森然密布。
δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων
黑色的土地处处被遭砍杀的英雄与敏捷战马的鲜血浸透,
ἵππων τʼ ὠκυπόδων, οἵ θʼ ἅρμασιν ἀμφεκέχυντο,
它们翻倒在战车周围,
οἱ μὲν ἔτʼ ἀσπαίροντες ὑπʼ ἄξοσιν, οἱ δʼ ἐφύπερθεν
有的仍在车轴下痛苦挣扎,
πίπτοντες· στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·
有的从上方颓然倒下;凄厉的呼喊穿透长空,
ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι·
因青铜的争斗已降临在两军之中。
καί ῥʼ οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο,
有的用致命的巨石搏杀,
οἱ δʼ αὖτʼ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,
有的用新磨锋利的标枪与飞箭攻击,
ἄλλοι δʼ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι
还有的挥舞着战斧、双刃板斧、
καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν,
沉重的利剑与近战的长矛;
ἄλλος δʼ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.
人人手中都握有御敌交战的兵器。
πρῶτοι δʼ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας
而阿尔戈斯人率先击退了特洛伊人的方阵。
- 6.298χαίρω σεῖο κιόντος
动词 χαίρω(欢喜)通常支配表示原因的与格,但此处支配人称代词属格与分词属格组合(σεῖο κιόντος),作原因属格(genitive of cause)。亦可理解为属格绝对结构(genitive absolute),但在句法上它充当了动词 χαίρω 直接表示原因的补足成分。
- 6.304κείνου μνωόμενος φρονέων τʼ ἀντάξια ἔργα
分词 μνωόμενος 支配属格 κείνου(“铭记他”),而与之并列的分词 φρονέων 则支配中性复数宾格 ἀντάξια ἔργα(“心怀与他相称的功业”)。两个分词短语并列,共同激励欧律皮罗斯效仿赫拉克勒斯。
- 6.307ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι
介词 ἀπό 与动词不定式 ἀλέξαι 发生分断(tmesis),相当于复合动词 ἀπαλέξαι(“驱除、抵挡”)。该不定式与前一行的 ἐπεὶ σέγε μοῦνον ὀΐω(“因我认为唯有你一人……”)构成带不定式的宾格结构(Accusativus cum Infinitivo)。
- 6.314μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι
带否定词 μή 的将来时不定式 ὑποστρέψειν 承接誓言动词 ὀμοῦμαι(“我发誓绝不……”)。它由时间关联结构 πρὶν ... πρὶν ἤ(“在……之前绝不……”)引出,后者的 πρὶν ἤ 支配两个并列的不定式 κτάμεν(史诗不定式,相当于 aorist 能动态 κτεῖναι)与 ἀπολέσθαι。
- 6.332κύματα δʼ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα / φῦκος ἀποπτύωσιν
此从属分句承接前文的 ὡς δʼ ὁπόταν ... κινήσῃ。中性复数名词 κύματα 充当复数虚拟语气动词 ἀποπτύωσιν(“吐出”)的主语(史诗中中性复数主语常与复数谓语一致)。ἐρευγομένοιο κλύδωνος 为来源或原因属格,表示海藻被翻滚巨浪冲刷吐出。
