← 斯密那的昆图斯

荷马史诗续集

§6.366-6.433

欧律皮罗斯斩杀尼柔斯与玛卡翁

欧律皮罗斯勇猛突击杀死了美男子尼柔斯,随后在激战中刺倒了前来相救的良医玛卡翁,并在其弥留之际与其针锋相对地互致断言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
366

βαιὸν ἀπὸ σφείων· τοὶ δʼ ἔμπαλιν ὁρμήσαντες

他们仅仅将特洛伊人从自身阵前击退了少许;

αἵματι δεῦον Ἄρηα μετʼ Ἀργείοισι θορόντες·

特洛伊人随即反身杀回,跃入阿尔戈斯人之中,以鲜血浸染了阿瑞斯。

Εὐρύπυλος δʼ ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος

欧律皮罗斯在其中宛如一阵黑色飓风,

λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε

席卷全军,英勇地诛杀阿尔戈斯人;

370

θαρσαλέως· μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος

因为宙斯为了向显赫的赫拉克勒斯施恩,

Ζεὺς ἐπίηρα φέρων1 ἐρικυδέϊ Ἡρακλῆι.

赋予了他不可估量的伟力。

ἔνθʼ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα

此时,他用长矛掷中了正与特洛伊人搏杀的、

μαρνάμενον Τρώεσσι βάλεν περιμήκεϊ δουρὶ

宛如诸神的勇士尼柔斯,

βαιὸν ὑπὲρ πρότμησιν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης·

刺中了他下腹稍上的部位;尼柔斯颓然倒在大地的平原上。

375

ἐκ δέ οἱ αἷμʼ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,

鲜血喷涌而出,浸湿了他荣耀的铠甲,

δεύετο δʼ ἀγλαὸν εἶδος ἄμʼ εὐθαλέεσσι κόμῃσι·

也连同他丰茂的发丝一同浸湿了他绝美的容颜。

κεῖτο δʼ ἄρʼ ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν,

他同阵亡者一道横卧在尘土与鲜血之中,

ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο,

正似一株繁茂的优良橄榄幼树,

ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα

当奔腾呼啸的河水之暴威将整个沟壑连根拔起并冲垮堤岸时,

380

σύν τʼ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας

它被连根冲倒,

ῥιζόθεν, ἡ δʼ ἄρα κεῖται ὑπʼ ἄνθεσι βεβριθυῖα·

沉重地倒卧在繁花之下;

ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας

尼柔斯健美的躯体与令人爱慕的光彩,

ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή·

彼时便这般倾倒在辽阔的大地之上。

τῷ δʼ ἄρʼ ἔπʼ Εὐρύπυλος μεγάλʼ εὔχετο δῃωθέντι·

欧律皮罗斯站在倒下的尼柔斯身旁,高声夸耀道:

385

κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν

“现在你就躺在尘土中吧!

οὔτι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σʼ ἔγωγε

因为尽管你切望保命,你那令人赞叹的容貌却丝毫救不了你,

νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι·

尽管你渴望逃脱,我终究夺去了你的性命。

σχέτλιος, οὐδʼ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·

可怜的人啊,当你迎击比你更强的人时,你竟没有意识到这一点;

οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.

因为在混乱的战阵中,美貌无法与力量匹敌。”

390

ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχεʼ ἑλέσθαι

言罢,

μήδετʼ ἐπεσσύμενος· τοῦ δʼ ἀντίος ἦλθε Μαχάων

他急切地意图上前剥去死者那闻名遐迩的铠甲。但玛卡翁满怀对尼柔斯的悲愤迎上前来,

χωόμενος Νιρῆος, ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη·

因尼柔斯正是倒在他近旁;

δουρὶ δέ μιν στονόεντι κατʼ εὐρέος ἤλασεν ὤμου

他用令人哀鸣的长矛刺中了欧律皮罗斯宽阔的右肩,

δεξιτεροῦ, σύτο δʼ αἷμα πολυσθενέος περ ἐόντος·

尽管后者勇力绝伦,鲜血依然喷涌而出。

395

ἀλλʼ οὐδʼ ὣς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ,ἀλλʼ, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος

即便如此,欧律皮罗斯也未从残酷的混战中退缩,

μαίνετʼ ἐνὶ μέσσοισιν, ὅπως κʼ ἐπιόντα δαμάσσῃ,

反而正如山中的雄狮或野猪在当中狂暴发怒,

ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος διʼ ὁμίλου·

誓要制服那个穿过人群先发制人击伤自己的进犯者一般;

τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκαοὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε

欧律皮罗斯怀着这般心思冲向玛卡翁,

δεξιτερὸν κατὰ γλουτόν· ὁ δʼ οὐκ ἀνεχάζετʼ ὀπίσσω,

迅疾用粗壮的长矛刺中了他的右臀。玛卡翁没有后退,

οὐδʼ ἐπιόντʼ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·

尽管鲜血涌流,也并未躲避迎面而来的强敌;

ἀλλʼ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας

反而迅速举起一块巨石,

κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμʼ ἀπάλαλκεν

猛力砸向心高气傲的忒勒福斯之子的头颅。

ἐσσυμένως· ὁ δʼ ἔπειτα κραταιῷ χώσατο φωτὶ

但他的头盔敏捷地挡开了致命的毁灭与灾厄。于是欧律皮罗斯对这位强悍的战士越发愤怒,

Εὐρύπυλος μᾶλλον, μέγα δʼ ἀσχαλόων ἐνὶ θυμῷ

心中大为恼恨,

ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος.

迅猛地将长矛刺穿了玛卡翁的胸膛。

αἰχμὴ δʼ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν·

染血的矛尖直透后背;他倒了下去,

410

ἤριπε δʼ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·

宛如一头公牛倒在雄狮的颚齿之下;

ἀμφὶ δέ οἱ μελέεσσι μέγʼ ἔβραχεν αἰόλα τεύχη.

耀眼的铠甲在他四肢上发出轰然巨响。

Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατʼ αἰχμὴν

欧律皮罗斯迅速从受创的血肉中拔出令人哀痛的矛尖,夸耀着高声喊道:

ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγʼ ἀΰτει·

“啊,

ἆ δείλʼ, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν

可悲的人,你胸中根本没有安稳的心思,

415

ἔπλετʼ, ὃς οὐτιδανός περ ἐὼν μέγʼ ἀμείνονι φωτὶ

竟以微贱之躯迎战远比你强悍的勇士;

ἄντα κίες· τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.

因此神明的厄运降临到了你身上。

ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ,2 ὅτʼ οἰωνοὶ δατέονται

然而,当群鸟在沙场上分食你阵亡的尸肉时,

σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτʼ ἐέλπῃ

那将是你的益处!

νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;

难道你还指望能够生还并逃脱我的威力与双手吗?

420

ἐσσὶ μὲν ἰητήρ, μάλα δʼ ἤπια φάρμακα οἶδας,

你确实是个医者,精通极为温和的药物,

τοῖς πίσυνος τάχʼ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.

或许正是依仗着它们,你才期望逃脱厄运之日。

ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὸς ἀπʼ ἠνεμόεντος Ὀλύμπου

然而,即便你的父亲亲自从多风的奥林匹斯山降临,

σεῖο πατὴρ τεὸν ἦτορ ἔτʼ ἐκ θανάτοιο σαώσει,

即便他将甘露与仙馔倾注在你身上,

οὐδʼ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.

也绝不可能将你的性命从死亡中解救出来!”

425

ὣς φάτο· τὸν δʼ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·

他如此说道;玛卡翁微弱地喘息着,对他说道:

Εὐρύπυλʼ, οὐδʼ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι

“欧律皮罗斯,你在特洛伊的平原上也注定活不了多久了,

ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ

毁灭的死厄正立在你身旁,

Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.

正因如此,你此刻才口出狂言。”

ὣς φάμενον λίπε θυμός· ἔβη δʼ ἄφαρ Ἄϊδος εἴσω·

话音刚落,生命便离开了他,他随即步入了哈得斯的冥府。

430

τὸν δὲ καὶ οὐκέτʼ ἐόντα προσηύδα κύδιμος ἀνήρ·

这位威名显赫的勇士对着已逝的他继续说道:

νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε

“现在你就躺在大地上吧;

ὕστερον οὐκ ἀλέγω, εἰ καὶ παρὰ ποσσὶν3 ὄλεθρος

至于我自己,即便今天悲惨的毁灭就在我的脚边,

σήμερον ἡμετέροισι πέλει λυγρός· οὔτι γὰρ ἄνδρες

我也绝不在意后事;因为凡人决不能”

语法注3 条
  1. 6.371ἐπίηρα φέρων

    源自荷马史诗的惯用短语,后接与格(此处为 ἐρικυδέϊ Ἡρακλῆι),意为“向……施恩”或“取悦……”。该分词短语指明了宙斯赋予欧律皮罗斯巨大力量的动机。

  2. 6.417ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ

    使用名词 ὄνειαρ(“益处”、“慰藉”)构成的尖锐反讽表达。与后文的 ὅτε 从句(“当群鸟分食你的尸肉时”)相连,嘲弄地表示被猛禽分食将是死者所能获得的唯一“益处”或慰藉。

  3. 6.432παρὰ ποσσὶν

    介词短语 παρὰ ποσσί(ν)(“在脚下”、“在眼前”)。用作表示极其迫近的惯用表达,意为“即便毁灭就在我的脚下/眼前”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.366-6.433