← 斯密那的昆图斯

荷马史诗续集

§6.217-6.291

欧律皮罗斯盾牌上的赫拉克勒斯诸功绩

本节继续铺陈欧律皮罗斯盾牌上的繁复浮雕,详尽摹写赫拉克勒斯生平的诸多赫赫功勋,包括斩杀九头蛇、射落怪鸟、降服亚马逊女王、擒获地狱犬以及解救普罗米修斯等壮举。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
217

ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα

二人并肩迎击,

ἅρπῃ ὑπʼ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε1 σιδήρῳ

一人用带弯齿的利镰飞速斩断凶狂乱舞的头颅,另一人则用炽热的烙铁将其烙封;

αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.

这凶兽狂暴的怒吼终被平息。

220

ἑξείης δʼ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο

紧接着刻绘的是那头不知疲倦的野猪,

ἀφριόων2 γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ,

双颌泛着白沫;阿尔刻俄斯的后裔以其雄伟的神力,

ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.

正将它抬送往欧律斯透斯之处,栩栩如生犹如活物。

Κεμμὰς δʼ εὖ ἤσκητο θοὴ πόδας, ἥ τʼ ἀλεγεινῶν

还有一只腿脚敏捷的牝鹿被精妙地刻于其上,

ἀμφὶ περικτιόνων μέγʼ ἐσίνετο πᾶσαν ἀλωήν·

它曾大肆摧毁邻近受苦民众的所有果园;

225

καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως

强健的英雄紧扣着它金色的犄角,

ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.

而它则喷吐出一团毁灭性的烈焰。

ἀμφὶ δʼ ἄρα στυγεραὶ Στυμφηλίδες αἱ μὲν ὀϊστοῖς

四周描绘着凶戾的斯廷法利斯鸟,

βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δʼ ἔτι φύζης

有的中箭倒卧在尘土之中奄奄一息,

μνωόμεναι πολιοῖο διʼ ἠέρος ἐσσεύοντο·

有的心怀畏怯仓皇飞掠过灰蒙蒙的虚空;

230

τῇσι δʼ ἔφʼ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπʼ ἄλλῳ

赫拉克勒斯满含怒容,

ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.

如急迫之人般接连不断地向它们飞射利箭。

ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο

在坚固的牛皮盾面上,

τεχνήεις ἤσκητο κατʼ ἀκαμάτοιο βοείης·

还巧夺天工制出了神一样的奥革阿斯巨大的牛棚;

τῷ δʼ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖοὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι

强壮的赫拉克勒斯引来神圣的阿尔斐俄斯河的滚滚深流注入其中;

θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δʼ ἔπλετο ταῦρος

周遭的宁芙仙女们无不为这不可思议的功绩惊叹不已。 在远处是一头口吐烈火的公牛,

πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα

纵使凶猛难制,

γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω

也被赫拉克勒斯用蛮力扳弯了粗壮的犄角;当他压制住公牛时,

ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·

两条永不知倦的肌肉绷紧突起,

240

καί ῥʼ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δʼ ἄρʼ αὐτοῦ

而公牛则宛如正发出阵阵低吼。 在它近旁的盾面上,

ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος

描绘着身具女神之姿的希波吕忒;

Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσιδαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων

他一心想用强健的双臂剥取她那做工繁复的腰带,

εἶλε κόμης ἵπποιο κατʼ ὠκέος· αἱ δʼ ἀπάτερθεν

遂抓着秀发将她从疾驰的骏马上拽下,

245

ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ

其余的亚马逊女战士在远处吓得浑身战栗。

Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι

四周还显现着色雷斯大地上狄俄墨得斯那群凶残的食人母马;

ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν

在阴森的马槽旁,

αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.

他将马群与那心怀叵测的国王一同斩杀。

ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆοςτεθναότος παρὰ βουσί· καρήατα δʼ ἐν κονίῃσιν

上面还刻有不倦的革律翁横尸在牛群旁的庞大躯体;

αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα·

被巨棒神威砸碎的血淋淋的头颅散落在尘土中;

πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλωνὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν

倒在他身前的是凶残至极的恶犬奥耳特洛斯,

Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δʼ ἔκειτο

其刚猛凶暴不亚于同胞兄弟厄运恶犬刻耳柏洛斯;

255

βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ.

身旁则卧着满身血污的牧人欧律提翁。

ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα

四周刻绘着金光闪闪的赫斯珀里得斯金苹果,

Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

挂在未受玷污的树干上;

σμερδαλέος δέδμητο δράκων· ταὶ δʼ ἄλλοθεν ἄλλαι

树旁卧着被击毙的狰狞巨龙;少女们缩成一团,

πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.

四散惊逃,躲避着伟大宙斯的无畏之子。

260

ἐν δʼ ἄρʼ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι

上面还有令不死诸神望而生畏的可怖恶魔刻耳柏洛斯,

Κέρβερος, ὅν ῥʼ ἀκάμαντι Τυφωέϊ γείνατʼ Ἔχιδνα

那是厄喀德那在阴森寒冷、

ἄντρῳ ὑπʼ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸςἀργαλέης· ὁ δʼ ἄρʼ ἦεν ἀεικέλιόν τι πέλωρον

紧邻黑夜沉沉的洞窟中为不知疲惫的堤丰所诞下的;

ἀμφʼ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο

它本是在幽暗深渊前阻截亡灵的丑恶怪物,

εἴργων νεκρὸν ὅμιλον ὑπʼ ἠερόεντι βερέθρῳ·

盘踞于凄凉冥府的毁灭之门;

265

ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας

然而宙斯之子以重拳将其轻易降服,

ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον

牵着晕头转向的怪物走过斯堤克斯河的险峻急流,

θαρσαλέως. ἐτέτυκτο δʼ ἀπόπροθεν ἄγκεα μακρὰ

毫不畏惧地将其强行拖拽至陌生的阳世。 远处还刻有高加索连绵深邃的峡谷;

Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλααὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις

赫拉克勒斯将绑缚普罗米修斯的锁链连同坚固的岩石一并撕裂砸碎,

λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο

释放了这位伟大的提坦神;

αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.

近旁躺着那只被剧痛利箭贯穿躯体的恶鹰尸身。

Κενταύρων δʼ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος

在福罗斯的洞府周围,

ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δʼ ὀρόθυνε καὶ οἶνος

绘有强悍半人马的浩大声势;

275

ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι·

争斗与烈酒驱使这些怪物与赫拉克勒斯反目交锋;

καὶ ῥʼ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος·3 οἱ δʼ ἔτι μακρῇς

有的被制服而倒卧在原本持于手中用作御敌武器的松木火把旁;

δηριόωντʼ ἐλάτῃσι μεμαότες, οὐδʼ ἀπέληγον

有的仍怀着狂热挥舞长松鏖战,厮杀毫无休止;

ὑσμίνης· πάντων δὲ καρήατα δεύετο λύθρῳ

在无情的交战中,

280

θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·

所有被击打者的头颅皆宛若真实般浸透了血污;

οἴνῳ δʼ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα

鲜血与美酒相融,美味肴馔、

εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι.

精磨的调酒缸与木桌尽皆被砸得粉碎。

Νέσσον δʼ αὖθʼ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο

在另一处,于埃厄诺斯河水流旁,

κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατʼ ὀϊστῷἀμφʼ ἐρατῆς ἀλόχοιο χολούμενος, ἐν δʼ ἐτέτυκτο

逃离那场战事的涅索斯被因心爱的妻子而震怒的〔赫拉克勒斯〕以利箭降服;

ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν

其间还刻着勇力过人的安泰俄斯的伟力,

ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα

正当他在摔跤中贪婪缠斗之际,

ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.

英雄将他凌空高高举起,用铁腕生生拧断其骨骼。

κεῖτο δʼ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου

在水流平缓的赫勒斯滂海峡入海口,

290

ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς

横卧着一只被无情利箭射杀的庞大凶恶海兽;

βλήμενον· Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.

赫拉克勒斯正亲手解开赫西俄涅身上的悲惨枷锁。

语法注3 条
  1. 6.217ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα ... ὁ δὲ καῖε

    此句承接上一段落末尾的双数分词短语 ἐπεὶ κρατερὰ φρονέοντε / ἄμφω,构成荷马式的部分同位语(schema Homericum)。总指的双数 ἄμφω 被分解为两个单数主语 ὁ μέν(赫拉克勒斯)与 ὁ δέ(伊俄拉俄斯),分别统辖各自的动作。

  2. 6.221ἀφριόων

    此处的修饰关系属于依义构句(constructio ad sensum)。尽管语法上的中心词为阴性抽象名词 βίη,但阳性单数主格分词 ἀφριόων 在性数上直接顺应了语义所指的雄野猪(συός)。

  3. 6.277μάχης ἄκος

    该短语作为宾语或同位语修饰关系从句 τὰς ἔχον ἐν χείρεσσι(或先行词 πεύκῃσι),意为“作为战斗的防御/御敌之策”,形象地描绘了半人马将松木火把作为应急武器拿在手中的情态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.217-6.291