- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:5.589-5.663
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥德修斯结束自我辩白后,涅斯托耳劝阻众人过度沉溺于悲伤,力主举行葬礼。阿开奥斯人将埃阿斯的遗体安置在火葬柴堆上,献上诸多丰厚珍宝予以焚化,在勒特伊翁筑冢安葬,并在黑夜中怀着对特洛伊人夜袭的恐惧等待破晓。
νῦν δέ μιν οὔτι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι
然而现在想来,我绝未料想陷入巨大悲痛的他会在日后这般震怒,
ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
因为我并不是为了妇人、
οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου,
也不是为了城池或广阔的财富而与他争夺,
ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
我的争执乃是关乎英勇的德性,而关于此事的角逐,
τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
对于心怀明智之人而言向来是令人欣悦的。
κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
但他虽为高尚之人,却在神明的可憎宿命下犯下了过错;
ἤλιτεν· οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ·
因为在心灵中过度怨愤是不合宜的。
ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα
面对众多降临的痛苦,
τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι.1
以坚毅的心胸在刚强的胸膛中隐忍承受而不陷入悲乱,这才是明智之士的本分。”
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
如神的拉厄耳忒斯的名扬四海之子这般说道。
ἀλλʼ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ·δὴ τότε Νηλέος υἱὸς ἔτʼ ἀχνυμένοισιν ἔειπεν·
而当他们终于饱尝了哀恸与凄惨的悲痛之时,涅琉斯之子便对依然悲伤的众人说道:
ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
“朋友们啊,心怀残忍的命运之神竟在埃阿斯殒命、
ἡμῖν αἶψʼ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος
威猛的阿喀琉斯、
Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆοςἄλλων τʼ Ἀργείων ἠδʼ υἱέος ἡμετέροιο
其他阿尔戈斯人以及我儿安提洛科斯的惨痛丧失之上,
Ἀντιλόχου. ἀλλʼ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ
如此迅速地为我们降下灾祸接连的悲叹!然而,对于在阵前战死的人,
κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,
终日哭泣并在心中愤恨怨怼绝非合乎天理之举,
ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκʼ ἄμεινον
倒应当忘却这不体面的哀泣;
ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
因为去践行凡人死后应得之事——筑造火葬之堆与坟冢,
πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι·
郑重安葬骸骨——才是更胜一筹的选择。
νεκρὸς δʼ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
死者绝不会因哀泣而苏醒,当无情的命运吞噬了他时,
φράσσασθʼ, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.2
他也全然不知去思忖任何事情。”
ἦ ῥα παρηγορέων· περὶ δʼ ἀντίθεοι βασιλῆες
他如此温言劝慰着;
ἀθρόοι αἶψʼ ἀγέροντο μέγʼ ἀχνύμενοι κέαρ ἔνδον,
神圣的君王们胸怀深切的悲痛,立刻齐齐聚集在周围。
καί ἑ μέγαν περʼ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
虽然他身材魁伟,众多勇士合力将他抬起,
πολλοὶ ἀείραντες· κατὰ δὲ σπείροισι κάλυψαν
迅疾运往战船。
αἷμʼ ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι
他们清洗掉凝结在他强健的四肢及甲胄上、
τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι·
与尘土混杂的血渍,用细布将他覆裹。
καὶ τότʼ ἀπʼ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
随后,年轻的将士们从伊达山上运来无尽的木材,
αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο·
在尸身周围层层堆砌。
πολλὰ δʼ ἄρʼ ἀμφʼ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
他们在遗体四周堆放了大量的木柴,
φάρεά τʼ εὐποίητα βοῶν τʼ ἐρικυδέα φῦλα
献上众多羊只、精工织就的袍服、
ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
壮丽的牛群,以及以疾足自傲的骏马、
χρυσόν τʼ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν,
闪耀的黄金,
ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ,
以及昔日这位光芒四射的勇士从被击杀者身上剥下的无数兵刃甲胄。
ἤλεκτρόν τʼ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
除这些之外,
ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶνδάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
还放置了剔透的琥珀——相传那是昭告万物的太阳神之女们,
μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,
在大河埃里达诺斯的奔流畔为被杀的淮同哀号时洒下的泪滴,
καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υἱέϊ τεύχων
太阳神为赐予其子不朽的荣光,
ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι,
将其化为人类的一大珍宝琥珀。
τόν ῥα τότʼ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
阿尔戈斯人当时便将这宝物投在辽阔的柴堆上方,
Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
以此尊崇这位倒下的名将埃阿斯;
Αἴαντʼ· ἀμφὶ δέ οἱ μεγάλα στενάχοντες ἔθεντο
他们放声悲咽,
τιμήεντʼ ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα
在他周围供奉上珍贵的象牙与动人的白银,
ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλα τε πάντα,
还有盛满膏油的双耳陶罐,
ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
以及凡能增添尊荣与辉煌财富的一切物品。
ἐν δʼ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ
他们点燃了烈火的威力;
ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται
海中吹来了微风——这是女神忒提斯送来的,
Αἴαντος μεγάλοιο βίη· ὁ δὲ νύκτα καὶ ἠῶ
好让伟岸的埃阿斯之躯得到充分焚化。烈风狂吹,
καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο·
遗体在战船旁昼夜不歇地焚烧着,直到黎明破晓。
οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ
那景象犹如当年恩克拉多斯被宙斯隆隆的雷霆制伏,
Ἐγκέλαδος δέδμητο κατʼ ἀκαμάτοιο θαλάσσης
压在休歇不止的大海深处、
Θρινακίης ὑπένερθεν, ὅλη δʼ ὑπετύφετο νῆσος·
特里纳基亚岛之下,整座岛屿从底部冒出浓烟;
ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
又如同赫拉克勒斯被涅索斯的诡计所苦,
Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
毅然担当那壮举之时,将活生生的躯体投入烈火受焚,
ὁππότʼ ἔτλη μέγα ἔργον, ὅλη δʼ ἀμφέστενεν Οἴτη
整座俄忒山都为活活焚烧的他发出哀号,
ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς
他的魂魄离开显赫的勇士而融入大气,
ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
大地收纳了他历经磨难的身躯后,
αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα·
他本人便列入了诸神的行列:
τοῖος ἄρʼ ἐν πυρὶ κεῖτο3 λελασμένος ἰωχμοῖο
埃阿斯就是这般连同铠甲躺在烈火之中,
Αἴας σὺν τεύχεσσι· πολὺς δʼ ἐστείνετο λαὸς
将战场的喧嚣抛诸脑后。无数的军众拥挤在海滩上;
αἰγιαλοῖς· Τρῶες δʼ ἐγάνυντʼ, ἀκάχοντο δʼ Ἀχαιοί.
特洛伊人暗自欣喜,阿开奥斯人则悲痛万分。
ἀλλʼ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,
但当毁灭性的烈火彻底焚化了壮美的身躯时,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
他们便用美酒浇灭了柴堆。
χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν
他们将他的遗骨敛入黄金盒匣中,在距勒特伊翁海岸不远处,
χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.
围绕它们垒砌起无垠的封土。
αὐτίκα δʼ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
随后,他们心中满含悲痛,立刻散去各自飞驰的战船;
θυμὸν ἀκηχέμενοι· τὸν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
因为他们敬重他,宛如敬重阿喀琉斯一般。
νὺξ δʼ ἐπόρουσε μέλαινα μετʼ ἀνέρας ὕπνον ἄγουσα·
黑夜疾驰向将士们,带来了睡眠。
οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
他们用过餐食,薄薄的眼睑稍微闭合,
βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν·
微睡片刻,等待着早生的黎明;
αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
因为他们心怀剧烈的恐惧,深怕忒拉蒙之子既已落命,
νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.
特洛伊人会趁夜突袭而至。
- 5.596ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα / τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι
此处省略了系动词 ἐστί,为表示特质或属性的属格结构(“是……的本分/特性”)。属格 ἀνδρὸς πινυτοῖο 作表语,不定式短语 τλῆναι ... μηδʼ ἀκάχησθαι 作主语。καὶ ἄλγεα πόλλʼ ἐπιόντα 作 τλῆναι 的宾语(宾格),其中 καί 带有让步或强调意味(“即便面对众多降临的痛苦”)。
- 5.611εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν
时间从属连词 εὖτε 直接与虚拟式动词(ἀμφιχάνωσιν)连用,省去了小词 ἄν。这是继承自荷马等早期史诗传统的用法,构成泛指时间或条件从句(“无论何时/一旦冷酷的宿命吞噬了他”)。
- 5.641οἷός που τὸ πάροιθε ... ἢ οἷος ... τοῖος ἄρʼ ἐν πυρὶ κεῖτο
长篇史诗明喻的宏观骨架。主句 τοῖος ἄρʼ ἐν πυρὶ κεῖτο(“他就这般躺在烈火之中”)由前方两个以 οἷος ... ἢ οἷος ...(“犹如……又如……”)引导的并列比喻从句来修饰。前一个比喻将火葬中的尸身比作被宙斯雷霆压在西西里岛下的巨人恩克拉多斯,后一个则比作在俄忒山上甘受火焚而最终升天的赫拉克勒斯。
