- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.75-4.148
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
破晓时分,阿尔戈斯大军群情激奋,狄奥墨得斯提议立即攻城,但埃阿斯劝阻众人留在战船旁等待忒提斯举办葬礼竞技会。忒提斯携奖品而至后,老将涅斯托耳率先起立,歌咏珀琉斯与忒提斯当年的神圣婚礼以及阿喀琉斯的不朽战功。
δέγμεναι1 ἠελίοιο θοὸν φάος, ἔγρετο δʼ ἠώς,
正当它们翘首以待太阳疾驰的光华之际,黎明醒来,
δὴ τότʼ ἀνέγρετο λαὸς ἐϋσθενέων Ἀργείων
此时强盛的阿尔戈斯大军亦霍然苏醒,
πορφύρων Τρώεσσι φόνον καὶ κῆρʼ ἀΐδηλον.
心中盘算着降给特洛伊人以杀戮与毁灭性的死厄。
κίνυτο δʼ ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιοἠὲ καὶ αὐαλέου βαθὺ λήιον, ὁππόθʼ ἵκηται
大军激荡起伏,宛若浩瀚无垠的伊卡里亚海,
ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο·
又如密布乌云的西风狂飙骤降时一片丰茂成熟的麦浪;
ὣς ἄρα κίνυτο λαὸς ἐπʼ ᾐόσιν Ἑλλησπόντου.
兵士们便这样在赫勒斯滂的海滩上涌动起来。
καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισι ἔειπεν·
此时,堤丢斯之子向满怀渴望的众人高声说道:
ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
“朋友们,倘若我们确是坚毅善战之士,
νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
如今正当加倍奋勇击杀可憎的仇敌,
μή πως θαρσήσωσιν Ἀχιλλέος οὐκέτʼ ἐόντος·
免得阿喀琉斯既殁,他们竟因此心生狂妄。
ἀλλʼ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
来吧,让我们披挂甲胄,驾驭战车与骏马,
ἴομεν ἀμφὶ πόληα· πόνος δʼ ἄρα κῦδος ὀρέξει.
围攻那座城邦;辛劳的血战必将带来无上荣耀。”
ὣς ἔφατʼ ἐν Δαναοῖσιν· ἀμείβετο δʼ ὄβριμος Αἴας·
他在达奈人中如此言道;威武的埃阿斯则回应道:
Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις
“堤丢斯之子,你的话语诚恳庄重而非空谈妄语,
ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι
你催促着善于近战的达奈勇士去与骁勇的特洛伊人决战,
ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί·
而众人本身亦正有此渴望。
ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
然而我们理应驻守在战船旁,直至尊贵的忒提斯从海中归来;
δῖα Θέτις· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
因她心中正深切筹划着,
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
要在爱子的坟茔周围设下绝美非凡的竞技赏格。
ὣς χθιζή μοι ἔειπεν, ὅτʼ εἰς ἁλὸς ἤιε βένθος,
昨日她避开其他达奈人隐入深海之时,
νόσφʼ ἄλλων Δαναῶν· καί ἑ σχεδὸν ἔλπομαι εἶναι
曾亲口将此事告知于我;我想她正急切地赶来,
ἐσσυμένην· Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
已相距不远。纵使珀琉斯之子业已阵亡,
οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
但只要我与你,以及无瑕的阿特柔斯之子本人尚在人间,
καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.
特洛伊人绝不敢过于猖獗。”
ὣς ἄρʼ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη,
忒拉蒙英武的儿子这般说着,却丝毫未曾料到,
ὅττι ῥά οἱ μετʼ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
冥冥中的神明正为他在竞技之后安排着何等严酷凄惨的死运。
ἀργαλέονʼ τὸν δʼ αὖθις ἀμείβετο Τυδέος υἱός·
堤丢斯之子随即回应他道:
ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
“朋友,倘若忒提斯今日果真前来,
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
要在爱子的坟茔周围设下绝美非凡的竞技赏格,
πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε2 καὶ ἄλλους·
就让我们二人一边劝阻其余同袍,一边驻守在战船旁吧。
καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
盖因顺从永福的神祇本是理所应当;
καὶ δʼ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
况且即使不论不死诸神的心意,我们自己亦当下定决心,
αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.
为阿喀琉斯献上称心合意的尊崇。”
ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
智勇双全的堤丢斯之子那强毅的心中作如是之语。
καὶ τότʼ ἄρʼ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτιςαὔρῃ ὑπηώῃ ἐναλίγκιον· αἶψα δʼ ἵκανεν
就在此时,珀琉斯的妻子宛若清晨的微风自大海中升起;
Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
她迅疾来到热切守候的阿尔戈斯人群中——其中有人意欲在无边的竞技中一决高下,
οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.3
有人则意在振奋与愉悦角逐者的心志。
τοῖσι δʼ ἅμʼ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
面对聚集的众人,头戴幽暗头巾的忒提斯端出奖品陈列开来,
θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
催促阿开奥斯人立即展开竞技;
αὐτίκʼ ἀεθλεύειν· τοὶ δʼ ἀθανάτῃ πεπίθοντο.
将士们皆听从了这位不死女神的号令。
πρῶτος δʼ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
率先在众人当中起立的是涅琉斯之子,
οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
他并非渴望在拳击中竭力相搏,
οὔτε παλαισμοσύνῃ πολυτειρέϊ· τοῦ γὰρ ὕπερθε
亦非要在令人筋疲力竭的角力中一显身手;
γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας·
盖因残酷的衰老自上而下制伏了他的全身肢体与关节;
ἀλλά οἱ ἐν στέρνοισιν ἔτʼ ἔμπεδος ἔπλετο θυμὸς
然而他胸膛中的气魄与才智依然坚定沉稳,
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
每当广场上兴起言辞的争锋,
κείνῳ, ὅτʼ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη·
阿开奥斯人中绝无一人敢与他抗衡。
τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων
正因如此,就连拉埃尔忒斯的显赫之子在集会中也因其言辞而敬退三分,
εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
甚至全阿尔戈斯人中最具王者气度、
πάντων Ἀργείων μέγʼ ἐϋμμελίης Ἀγαμέμνων.
执握良质岑木矛的大阿伽门农亦尊让于他。
τοὔνεκʼ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
因此他在众人之中放声歌咏和善的涅柔斯之女,
ὕμνεεν, ὡς Πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
唱诵她如何因亲善的心性与绝伦的美貌而冠绝一切海中仙女;
εἵνεκʼ ἐϋφροσύνης τε καὶ εἴδεος· ἡ δʼ ἀΐουσα
女神闻听此言,
τέρπεθʼ· ὁ δʼ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
满心欢愉。他又叙述起珀琉斯那场令人心驰神往的婚礼:
Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντοδαῖτα παρʼ εἰλαπίνῃσιν, ὅτʼ εἴδατα θεῖα φέρουσαι
永福的不死诸神如何在珀利翁山巅为他主持婚典,
χερσὶν ὑπʼ ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι
众神又如何在盛宴上品尝不朽的美馔——彼时神圣的荷赖用芬芳的手端出神馔,
χρυσείοις κανέοισι, Θέμις δʼ ἄρα καγχαλόωσα
以黄金食篮陈列案前;
ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
忒弥斯朗声大笑,急步铺展银色的几席;
πῦρ δʼ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
赫淮斯托斯燃起纯净的神火;
ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις,
宁芙仙女们在金杯中斟调甘露琼浆;
αἱ δʼ ἄρʼ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
美惠女神踏起婀娜的舞步,
Μοῦσαι δʼ ἐς μολπήν, ἐπετέρπετο δʼ οὔρεα πάντα
缪斯女神放声歌唱;所有的山峦、
καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δʼ ἄφθιτος αἰθὴρ
河流与野兽皆陶醉其中,不朽的苍穹、
ἄντρα τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
喀戎绝美的洞窟以及诸神自身皆欢欣融融。
καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι
涅琉斯英武的儿子向极度渴望聆听的阿尔戈斯人娓娓道出这一切;
πάντα μάλʼ ἱεμένοις κατελέξατο· τοὶ δʼ ἀΐοντες
众人闻之,
τέρπονθʼ· ὃς δʼ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργαμέλπε μέσῳ ἐν ἀγῶνι· πολὺς δʼ ἀμφίαχε λαὸς
莫不欢欣沉醉。他又在竞技场中央歌咏起无瑕的阿喀琉斯那不朽的战绩;
ἀσπασίως. ὁ δʼ ἄρʼ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
广大军阵爆发出一片由衷的喝彩。随后他承接着歌声,咏赞起这位赫赫有名的英雄……
- 4.75δέγμεναι
δέχομαι 的无词干不定过去时分词(阴性复数主格),在语法上与前一语段末尾的 ἄρκτοι(大熊与小熊星座,阴性名词)保持一致,在此表未完成体或持续意义(“等待着”)。
- 4.105ἐρυκανόωντε
ἐρυκάνω(阻拦、留住)的现在时主动态分词(阳性双数主格)。修饰第一人称复数的劝勉虚拟语气 μένωμεν(让我们留守),明确表明狄奥墨得斯与埃阿斯两人(双数)将一同制止、规劝军中其他同袍(καὶ ἄλλους)。
- 4.114ἰῆναι
ἰαίνω(温暖、振奋、抚慰)的不定词。它与前文表目的的将来时分词 ἀεθλεύσοντες 构成并列,作为表目的的不定词依存于 μεμαῶτες ἔμιμνον(“一部分人意在角逐……另一部分人意在振奋竞技者”)。
