← 斯密那的昆图斯

荷马史诗续集

§4.149-4.223

涅斯托尔获赏与小埃阿斯赛跑夺冠

涅斯托尔歌颂阿喀琉斯的伟绩并获忒提斯赐予骏马;随后在赛跑中,小埃阿斯战胜跌倒的透克罗斯取胜,接着狄俄墨得斯与大埃阿斯展开角力较量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
149

ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι,

他用精巧的辞章极尽赞美,

150

δώδεχʼ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,

叙述阿喀琉斯如何在航海中荡平了凡人的十二座城邦,

ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δʼ ἐδάϊξε

又在无垠的大陆上攻取了十一座城;

Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος

如何重创忒勒福斯,

Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ

并在忒拜的平原上击毙声名赫赫的厄厄提翁;

υἷα Ποσειδάωνος ἰδʼ ἀντίθεον Πολύδωρον

如何以长矛刺死波塞冬之子库克诺斯、

155

καὶ Τρώιλον θηητὸν ἀμύμονά τʼ Ἀστεροπαῖον,

如神般的波吕多洛斯、

αἵματι δʼ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα

英姿飒爽的特洛伊罗斯与无瑕的阿斯忒罗派奥斯;

Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε

又如何在喧腾的河畔从四肢间夺去吕卡翁的性命时,

πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν

以鲜血染红了克珊托斯河的激流,

νοσφίσατʼ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,

以无数死尸堵塞了整条轰鸣的河道;

160

Ἕκτορά θʼ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν,

如何降服赫克托耳,击毙彭忒西勒亚,

ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης.

以及美座黎明女神的尊贵之子。

καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς

他向本就熟知这一切的阿尔戈斯人歌唱这些功绩,

μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔτις

并唱诵他是何等身躯伟岸,

ἔσθενε δηριάασθαι ἐναντίον, οὔτʼ ἐν ἀέθλοις

无论是在青年人以足力相争的竞技中,

165

αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,

还是在驭马之术或近身肉搏中,

οὐδὲ μὲν ἱππασίῃ, οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,

皆无人能当面与他抗衡;

κάλλεΐ θʼ ὡς Δαναούς μέγʼ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ

他在美貌上如何远超全体达奈人,每当阿瑞斯的战阵汹涌之际,

ἔπλετʼ ἀπειρεσίη, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.

他的勇武又是何等浩瀚无边。

εὔχετο δʼ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι

他又向不死诸神祈愿,

170

κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.

愿能见到那位英雄从波涛汹涌的斯库罗斯岛前来的儿子亦如其父一般英勇。

Ἀργεῖοι δʼ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν

阿尔戈斯全军对他的每一句歌辞皆报以欢呼,

αὐτή τʼ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους

银足忒提斯本人亦大加赞赏,

ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι

并赠予他几匹骏马——昔日在凯科斯河口,

Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,

忒勒福斯因恶疮而痛苦不堪时,

175

εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸνἠκέσατʼ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα

阿喀琉斯曾用在激战中亲自刺入其大腿并贯穿刚劲锋刃的那柄长矛治愈了他,

αὐτὸς ἔσω μηροῖο, διήλασε δʼ ὄβριμον αἰχμήν·

忒勒福斯便将这些骏马赠予执握良质岑木矛的阿喀琉斯作为谢礼。

καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν

涅琉斯之子涅斯托尔将这些骏马交给同伴;

ὤπασεν· οἱ δʼ ἐς νῆας ἄγον μέγα κυδαίνοντες

兵士们满怀对这位如神般王者的崇敬,

180

ἀντίθεον βασιλῆα. Θέτις δʼ ἐς μέσσον ἀγῶνα

将马匹牵回船营。

θῆκεν ἄρʼ ἀμφὶ δρόμοιο1 βόας δέκα· τῇσι δὲ πάσῃς

随后忒提斯在竞技场中央陈列了十头母牛作为赛跑的赏格;

καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο

每头母牛的乳房下都跟随有美丽的小牛犊,

ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.

它们是不知疲倦的珀琉斯之子当年依仗长矛之勇从伊达山劫掠而来的。

185

τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης·

为了争夺这些奖赏,两位极度渴望胜利的勇士挺身而出:

Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας,

首先是忒拉蒙之子透克罗斯,

Αἴας, ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.

随后是埃阿斯——那位在善射的洛克里斯人中卓尔不群的埃阿斯。

ἀμφὶ δʼ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ

二人迅速用手在腰间系上围布,

φάρεα, πάντα δʼ ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντοαἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτινἄλλας τʼ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμʼ αὐτῇ

遵循礼法遮掩了下身的一切部位,

ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο

以此敬重强悍珀琉斯的妻子以及随她前来观看阿尔戈斯人激烈角逐的其他海中仙女。

Ἀτρείδης, ὅς πᾶσι μετʼ Ἀργείοισιν ἄνασσε.

统领全体阿尔戈斯人的阿特柔斯之子为他们标定飞速赛跑的终点。

195

τοὺς δʼ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἱ δʼ ἀπὸ νύσσης

令人振奋的争胜女神催促着他们,

καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·

二人从起跑线如鹰隼般疾驰而出;

τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἱ δʼ ἑκάτερθεν

他们的奔跑势均力敌,

Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.

两旁观战的阿尔戈斯人则分别向各自支持的一方呐喊助威。

ἀλλʼ ὅτε τέρματʼ ἔμελλον ἱκανέμεναι μεμαῶτες,

然而,正当他们满怀激情即将抵达终点之时,

200

δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησανἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη

不死诸神却束缚了透克罗斯的力量与肢体;

ὄζον ἐς ἀλγινόεντα2 βαθυρρίζοιο μυρίκης·

盖因某位神祇或是某种祸患将他绊倒在一株深根柽柳那令人痛苦的树根上。

τῷ δʼ ἄρʼ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δʼ ἀλεγεινῶς

他猛烈撞在上面仆倒在地,

ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δʼ ὑπανέσταν

左脚尖惨痛地向后扭曲,

205

οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δʼ ἰάχησαν

两侧肿胀的血管凸起。

Ἀργεῖοι κατʼ ἀγῶνα· παρήιξεν δέ μιν Αἴας

全场阿尔戈斯人爆发出呼喊;

γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,

埃阿斯满心欢喜地飞奔越过了他。跟从他的洛克里斯人聚集而来,

Λοκροί· αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·

众人心中顿时洋溢起喜悦;

ἐκ δʼ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.

他们将统领赢取的母牛赶往战船去放牧。

210

Τεῦκρον δʼ ἐσσυμένως ἕταροι περιποιπνύοντες

同伴们则急切地环绕照料着一瘸一拐的透克罗斯,

ἦγον ἐπισκάζοντα· θοῶς δέ οἱ ἰητῆρες

将他搀扶离去;

ἐκ ποδὸς αἷμʼ ἀφέλοντο, θέσαν δʼ ἐφύπερθε μοτάων

医官们迅速擦去他脚上的血迹,

εἴριʼ ἄδην δεύσαντες ἀλείφασιν· ἀμφὶ δὲ μίτρην

在敷料上铺上饱浸油膏的羊毛,

δήσαντʼ ἐνδυκέως· ὀλοὰς δʼ ἐκέδασσαν ἀνίας.

周到地包扎好绷带,驱散了他剧烈的伤痛。

215

ἄλλω δʼ αὖθʼ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου

在另一边,

καρπαλίμως μνώοντο3 δύω κρατερόφρονε φῶτε,Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,

两位心志刚强的壮士立刻着手进行凶险的摔跤角逐:

οἵ ῥʼ ἴσαν ἐς μέσσον· θάμβος δʼ ἔχεν ἀθρήσαντας

驯马者堤丢斯之子与强悍的埃阿斯步入中央。阿尔戈斯人见状无不惊叹,

Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσιν ὁμοῖοι.

因他们二人都仿若永福的神明。

220

σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τʼ ἐν ὄρεσσινἀμφʼ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,

他们犹如山中的野兽般猛烈碰撞——那凶兽围绕着鹿而搏斗,

ἶσον δʼ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν

渴望饱餐,双方力量难分伯仲,

λείπεται οὐδʼ ἠβαιὸν ἀταρτηρῶν μάλʼ ἐόντων·

皆凶悍异常,没有一方稍有退让。

语法注3 条
  1. 4.181ἀμφὶ δρόμοιο

    前置词 ἀμφί 接属格,在此表示“围绕赛跑”或“作为赛跑的争夺奖赏”。它与后文的 τῶν πέρι(围绕这些)相呼应,指明这些母牛是该项竞赛的赏格。

  2. 4.201τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη ὄζον ἐς ἀλγινόεντα

    动词 βάλλω 带有宾格代词 τὸν(透克罗斯)和介词短语 ὄζον ἐς(撞向树根/残桩),构成“某位神明或某种盲目惑患将他撞向/绊倒在令人痛苦的树桩上”的及物句结构。主语为 θεὸς ἠέ τις ἄτη。

  3. 4.215παλαισμοσύνης ὑπερόπλου καρπαλίμως μνώοντο

    动词 μνάομαι(留心于、立志于、着手进行)支配属格宾语 παλαισμοσύνης ὑπερόπλου(凶险的摔跤)。其主语为后接的双数名词短语 δύω κρατερόφρονε φῶτε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.149-4.223