- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.1-4.74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
特洛伊人火化了格劳科斯的遗体,阿波罗命风神将其运往吕基亚安葬。特洛伊军中对阿喀琉斯的阵亡展开了兼具欣喜与戒备的争论,天上赫拉向宙斯提出抗议,宙斯则默谋对希腊军的惩戒,随后夜幕降临,悲痛的阿开奥斯人进餐入眠。
οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷαΤρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
不幸的特洛伊人同样未曾让智勇双全的希波洛科斯那威武的儿子无人哀悼,
Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
他们自身亦在达耳达尼亚城门前,
πυρκαϊῆς καθύπερθε βάλον· τὸν δʼ αὐτὸς Ἀπόλλων
将这位赫赫有名的英雄安放在火葬堆上。
ἐκ πυρὸς αἰθομένοιο μάλʼ ἐσσυμένως ἀναείρας
阿波罗亲自从烈火中迅疾将他抱起,交付给迅捷的群风,
δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·
带往吕基亚土地的近旁。
οἱ δέ μιν αἶψʼ ἀπένεικαν ὑπʼ ἄγκεα Τηλάνδροιο
群风飞快地将他带到忒兰德罗斯山谷下一处宜人的地方,
χῶρον ἐς ἱμερόεντα, πέτρην δʼ ἐφύπερθε βάλοντο
并在其上覆以一块不可碎裂的巨石;
ἄρρηκτον· νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλʼ ἀνθρώπων
宁芙仙女们使一条永流不息的圣河之水从周遭喷涌而出,
Γλαῦκον ἐπικλείουσιν ἐΰρροον· ἀλλὰ τὰ μέν που
凡人部族至今仍称其为奔流优美的格劳科斯河;
ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
不死的神祇们确乎以此特权荣耀了吕基亚的君王。
Ἀργεῖοι δʼ ἐρίθυμον ἀνεστενάχοντʼ Ἀχιλῆα
与此同时,阿尔戈斯人在疾驰的战船旁,
νηυσὶ παρʼ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
为英气勃发的气概非凡的阿喀琉斯哀声痛哭;
λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα
惨痛的忧伤与哀痛折磨着所有人,
δίζοντʼ, οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς·
因为他们追怀他如同追怀自己的儿子,宽广的军营中无人免于垂泪。
Τρῶες δʼ αὖτʼ ἀλίαστον ἐγήθεον εἰσορόωντες
特洛伊人见此情景却欣喜若狂,眼见敌人深陷悲戚,
τοὺς μὲν ἀκηχεμένους, τὸν δʼ ἐν πυρὶ δηωθέντα·καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν·
而阿喀琉斯已在烈火中化为灰烬;其中一人夸耀着说出了这番话:
νῦν πάντεσσιν ἄελπτον ἀπʼ Οὐλύμποιο Κρονίωνἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
“如今克洛诺斯之子自奥林匹斯山上,赐予了我们所有人一份意料之外的欢欣,
ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα· τοῦ γὰρ ὀΐω
满足了我们渴望得见阿喀琉斯倒毙在特洛伊的热望。盖因我认为,
βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
随着他的覆亡,
αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὑσμίνης·
特洛伊显赫的部族将从毁灭性的屠戮与杀人的战阵中重获喘息。
αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο Τρωσὶν ὄλεθρον
因为他心中始终谋划着特洛伊人的毁灭,
αἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος
他手中那柄带来灾厄的长矛可怕地狂舞,
λύθρῳ ὑπʼ ἀργαλέῳ πεπαλαγμένον, οὐδέ τις ἡμέων
染满了令人痛苦的血污;我们之中凡迎面向他冲去的人,
κείνῳ ἔναντα κιὼν ἔτʼ ἐσέδρακεν Ἠριγένειαν·
便再也无缘得见黎明的曙光。
νῦν δʼ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
如今阿喀琉斯既已毙命,
νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος·
我想阿开奥斯人英武的子弟必将乘着良首战船仓皇逃窜。
ὡς ὄφελον μένος ἦεν ἔθʼ Ἕκτορος,1 ὄφρʼ ἅμα πάντας
但愿赫克托耳的勇力如今尚存,
Ἀργείους σφετέρησιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.
好将阿尔戈斯人一同消灭在他们自己的营帐之中!”
ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·ἄλλος δʼ αὖθʼ ἑτέρωθι πύκα φρονέων φάτο μῦθον·
一位特洛伊人满心欢悦地这般说道;但在另一边,另一位深谋远虑的战士却说出了不同的话语:
φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
“你固然说达奈人那支凶残的军队将躲入战船,
πόντον ἐπʼ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι·
仓皇逃遁到幽暗的大海之上;
ἀλλʼ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης·
然而他们渴望着激烈的战斗,绝不会惊恐退缩;
εἰσὶ γάρ ἦ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
因为尚有其他刚强威武之士,
Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες·
如堤丢斯之子、埃阿斯以及阿特柔斯英武的儿子们;
τοὺς ἔτʼ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·
纵使阿喀琉斯已死,我仍畏惧他们。
τοὺς εἴθʼ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
但愿持银弓的阿波罗能将他们消灭,
καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
唯有到了那一天,
ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.
我们所祈求的从战争与凄惨死运中的喘息才会真正降临。”
ὣς ἔφατʼ· ἀθάνατοι δὲ κατʼ οὐρανὸν ἐστενάχοντο,
他这般说着;而天宇之上的不死神祇们,
ὅσσοι ἔσαν Δαναοῖσιν ἐϋσθενέεσσιν ἀρωγοί,
凡援助勇武达奈人者皆发出叹息,
ἀμφὶ δὲ κρᾶτʼ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
心怀哀痛,以无边的云雾遮蔽了头颅;
θυμὸν ἀκηχέμενοι· ἑτέρωθι δὲ γήθεον ἄλλοι
在另一侧,另一些神祇却欢欣鼓舞,
εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
希望赐予特洛伊人合心合意的结局。
καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη·
就在此时,声名显赫的赫拉向克洛诺斯之子开口道:
Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
“执掌雪白霹雳的父神宙斯,你为何偏袒特洛伊人,而忘却了那秀发飘拂的少女?
κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
昔日你曾在珀利翁山谷之中,
ἀντιθέῳ Πηλῆι πόρες θυμήρεʼ ἄκοιτιν
将她赐予神一般的珀琉斯作为称心的妻子;
Πηλίου ἐν βήσσῃσι; γάμον δέ οἱ αὐτὸς ἔτευξας
你亲自为她操办了不朽的婚礼,
ἄμβροτον, οἱ δέ νυ πάντες ἐδαινύμεθʼ ἤματι κείνῳ
那一日我们全体不死的神祇皆列席盛宴,
ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·
赠予了诸多绝美非凡的礼物;然而你如今将这一切全然抛却,
ἀλλὰ τά γʼ ἐξελάθου, μέγα δʼ Ἑλλάδι μήσαο πένθος.
为希腊筹划了巨大的悲哀。”
ὣς ἄρʼ ἔφη· τὴν δʼ οὔτι προσέννεπεν ἀκάματος Ζεύς·
她这般说道;但不倦的宙斯未发一言回应于她;
ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
因为他内心沉痛、思绪万千地坐着,
οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
只因阿尔戈斯人注定要攻陷普里阿摩斯的城邦,
Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
而他谋划着在哀声四起的战争与轰鸣的大海之上,
ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέϊ πόντῳ·
降给他们以可怕的灾祸;
καὶ τὰ μέν ὣς ὥρμαινε, τὰ δὴ μετόπισθε τέλεσσεν.
他在心中盘算着这些,日后亦确实将其一一化为现实。
Ἠὼς δʼ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,2
此时曙光已落入俄开阿诺斯的深邃洪流,
κυανέην δʼ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
无垠的幽暗笼罩了黝黑的大地,
ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο·
正是凡人自疲惫中稍得喘息的时刻;
Ἀργεῖοι δʼ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ·
阿尔戈斯人虽满怀哀伤,仍在战船旁用起晚膳。
οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης
因为当凶恶的饥饿袭上胸膛时,
λιμὸν ἀταρτηρόν,3 ὁπόταν στέρνοισιν ἵκηται.
谁也无法将它从急迫渴望的腹中推拒开去;
ἀλλʼ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος
迅疾的四肢立刻变得沉重,
γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν·
若不填饱那令人心痛的肚腹,便别无良策。
τοὔνεκα δαῖτʼ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος·
因此他们纵然哀悼阿喀琉斯,亦品尝了食物;
αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
盖因严酷的必然性极力驱策着每一个人。
τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
待他们用罢晚餐,甘甜的睡意便降临在他们身上,
λῦσε δʼ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.
解除了四肢的痛楚,重新激发起气力。
ἀλλʼ ὅτε δὴ κεφαλὰς μὲν ἐπʼ ἀντολίην ἔχον ἄρκτοι,
然而,正当大小熊星座将头颅转向东方之际,
- 4.30ὡς ὄφελον μένος ἦεν ἔθʼ Ἕκτορος
ὄφελον 本源自 ὀφείλω 的第二不定过去时形式(未加增音),在史诗语言中常作为不随人称变化的叹词性虚词使用,与未完成过去时直陈式(ἦεν)连用,表达针对过去或现在的不可实现的愿望(“但愿……当时/尚且……”)。句中主语为中性单数名词 μένος。
- 4.62Ἠὼς δʼ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε
“Ἠὼς δʼ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε”(黎明/白昼之光步入俄开阿诺斯的深流)是对史诗中通常描述太阳神赫利俄斯沉入大洋的套语的借用与引申,此处指白昼的光辉消逝、黑夜(ἄσπετος ὄρφνη)降临的黄昏日落景象。
- 4.66οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης λιμὸν ἀταρτηρόν
非人称句式 οὐ... ἐστὶν 加上不定式(ἀπωσέμεναι,带有史诗不定式后缀 -μεναι)表示“不可能……”。宾格词组 λιμὸν ἀταρτηρόν 是不定式的直接宾语,而属格词组 νηδύος... μεμαυίης 则作为动词 ἀπωθέω 所支配的分离属格(“自迫切渴望的腹中推开/驱除”)。
