← 斯密那的昆图斯

荷马史诗续集

§4.521-4.595

阿伽门农在赛马中获胜与负伤奥德修斯的叹息

阿特柔斯之子赢得了战车赛,负伤者得到救治后,在随后的单骑赛马中,阿伽门农又凭借娴熟技艺战胜了坐骑失控的斯忒涅罗斯。参赛者相继获得丰厚奖赏,而奥德修斯因战伤无法参赛只得暗自神伤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
521

χείματος ἐγρομένου, ὁπότʼ οὔρεα δεύεται ὄμβρῳ.

正如寒冬骤起、群山被暴雨浸透之时一般。

ἵπποι δʼ Εὐμήλοιο μέγʼ ἔκθορον, οἱ δʼ ἐφέποντο

欧墨洛斯的骏马猛冲在前,

ἀντιθέοιο Θόαντος· ἐπʼ ἄλλῳ δʼ ἄλλος ἀΰτει

神圣的托阿斯的马匹紧随其后;战车上的人彼此呼喊,

ἅρματι· τοὶ δʼ ἐφέροντο διʼ εὐρυχόρου πεδίοιο

风驰电掣般掠过宽广的原野。

Ἤλιδος ἐκ δίης,1 ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε

来自神圣的厄利斯,

παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,ὅς ῥα τότʼ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον

因为他确实立下了赫赫伟业,超越了心怀不轨的俄诺玛俄斯的疾驰战车,

κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης·

后者当时正因聪慧的少女希波达梅亚的婚事而给年轻求婚者降下无情的毁灭;

530

ἀλλʼ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς

但即便他也精通驭术,

ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλʼ ἄρα πολλὸν

却并不曾拥有如此疾足的神驹,

ποσσὶν ἀφαυροτέρους· οἱ γάρ ῥʼ εἴδοντʼ ἀνέμοισιν.

反倒在奔行上大为逊色;因为如今这些马宛如狂风。

ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν

极力赞美着马匹的力量以及阿特柔斯之子本人;

Ἀτρείδην· ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.

因为他内心欢欣鼓舞。

535

τοὺς δὲ μέγʼ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν

侍从们随即解下了剧烈喘息着的马匹身上的轭具;

ζεύγλης· οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους

所有参加赛跑争雄之人,

πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.

也都亲自解开了各自那足如风暴的骏马。

ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμηνἠκέσατʼ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,

神圣的托阿斯与坚毅的欧律皮罗斯自战车上摔落所擦伤的伤口,

540

ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.

波达利里俄斯都迅速予以了医治。

Ἀτρείδης δʼ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·

阿特柔斯之子因胜利而喜悦无以复加;

καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον

秀发的忒提斯赐予他一只精美的黄金酒杯,

χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,

在阿喀琉斯洗劫声名显赫的忒拜城之前,

πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.

那曾是神圣的埃厄提翁的珍宝。

545

ἄλλοι δʼ αὖθʼ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους2

随后在另一边,其他人为单骑的战马套上辔头,

ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας

引向跑道,

μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφʼ ἵππων

手中执着牛皮长鞭,

ἕζονθʼ· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντεςδάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες

众人翻身上马稳稳坐定。马匹嘴边泛着泡沫撕咬着嚼子,

550

ἐκθορέειν. τοῖς δʼ αἶψα τάθη δρόμος· οἱ δʼ ἀπὸ νύσσης

急切地用蹄子踏击大地渴望冲刺。跑道瞬间在他们面前延伸开来;

καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,

他们怀着争胜的急切从起跑点疾驰而出,

εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις

犹如猛烈呼啸的北风狂飙,

ἠὲ Νότου κελάδοντος, ὅτʼ εὐρέα πόντον ὀρίνειλαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτʼ ἀλεγεινὸν

亦或南风轰鸣、以风暴与急流掀起浩瀚大海之时,

555

ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν·

那带来无尽辛酸苦痛的祸患天坛座在水手眼前升起。

ὥς οἵ γʼ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν

他们便这般奔驰着,

ἐν πεδίῳ κλονέοντες ἀπείριτον· οἱ δʼ ἐλατῆρες

用疾速的四蹄在平原上卷起漫天尘土。

ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην

骑手们各自向自己的座骑大声喝叱,

ταρφέα πεπληγώς, ἑτέρῃ δʼ ἐνὶ χειρὶ τινάσσων

一手不住挥鞭抽打,

560

νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.

另一手则不断抖动在马颚边铮铮作响的嚼子。

ἵπποι δʼ ἐρρώοντο· βοὴ δʼ ἀνὰ λαὸν ὀρώρει

战马奔腾向前;将士间爆发出震天的呐喊;

ἄσπετος· οἱ δʼ ἐπέτοντο διὰ πλατέος πεδίοιο.

他们飞速掠过辽阔的平原。

καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἵπποςνίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,

若不是那匹来自阿耳戈斯的斑驳骏马屡屡偏离赛道跑向外侧平原,

565

εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου,3 πεδίον δʼ ἀφίκανε

乘骑其上的斯忒涅罗斯本会迅猛地大获全胜;

πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς

卡帕纽斯的高贵之子纵然英勇,

κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥʼ ἔτι νῆις ἀέθλων

也无法用双手将它拉回,

ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο

因为这匹马尚不通晓竞技。然而论及血统它绝非劣马,

θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων

而是迅捷的阿利翁的神圣后裔;

570

Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων

哈耳庇厄与轰鸣的西风交合产下了它,

πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι

其优异远超凡马,能以疾足同其父西风的猛烈风暴竞相抗衡;

πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος

阿德剌斯托斯曾将它作为神明的赠礼收下,

ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου·

这匹马的血统正源于此。

καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ

堤丢斯之子在神圣的特洛伊将它赠予同袍,

575

Τροίῃ ἐνὶ ζαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς

后者深信此马的飞足,

ὠκὺν ἐόντʼ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων

便将这匹骏马带入了争胜的竞技场,

αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος

自以为能名列前茅、

ἱππασίης ἀνελέσθαι· ὁ δʼ οὔτι οἱ ἦτορ ἴηνεν

夺得骑术的巨大荣光。然而在这场围绕阿喀琉斯的竞技角逐中,

ἀμφʼ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνε

这匹马并未令他称心如意;他最终仅得第二,

580

δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα

阿特柔斯之子凭着娴熟技艺,

ἰδρείῃ. λαοὶ δʼ Ἀγαμέμνονα κυδαίνεσκον,

竟超越了这匹疾速的神驹。众将士赞美阿伽门农,

ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν,

也赞美勇悍的斯忒涅罗斯与其座骑,

οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης

因它即便屡屡冲出赛标,

ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.

仍凭蹄下无比的蛮力狂奔而夺得了次席。

585

καὶ τότʼ ἄρʼ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντιἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·

随后,忒提斯将神裔波吕多洛斯的银胸甲赐予了喜不自胜的阿特柔斯之子;

δῶκε δʼ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου

并将阿斯忒罗派俄斯坚固的青铜头盔、

χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.

两柄长矛和一副坚不可摧的护腹带赏给了斯忒涅罗斯。

ἄλλοις δʼ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ

对于其余的骑手,

590

ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον,

以及在那一天前来阿喀琉斯坟冢前竞逐的所有人,

δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δʼ ἄχνυτο θυμὸν

她都分赐了礼物。但在众人之中,

υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκʼ ἄρʼ αὐτὸν

足智多谋的拉厄耳忒斯之子心中却暗自悲痛,

ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων

因为当他为了争夺英勇的埃阿科斯后裔的遗体而苦战时,

ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων

威猛的阿尔孔给他留下的痛苦伤口,

595

ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.

阻碍了渴望施展勇力的他参加这般激烈的竞技。

语法注3 条
  1. 4.526Ἤλιδος ἐκ δίης

    此行前存在文句脱落(lacuna)。从上下文看,文意突兀地转向了厄利斯有关珀罗普斯与俄诺玛俄斯战车赛的典故(或承袭自彼处的名马谱系),介词短语 Ἤλιδος ἐκ δίης 原本当依附于已缺失的主句动词或名词短语。

  2. 4.545μονάμπυκας ἔντυον ἵππους

    相较于前文的战车赛(ἅρματα),μονάμπυκας ἵππους 指佩戴单具面饰/头络的马匹,即骑手单人骑乘的“单骑赛马”。ἔντυον 为未完成过去时,表示给马匹整理马具与缰绳。

  3. 4.563καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο, εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου

    过去非真实条件句。主句使用 κεν(= ἄν)配合不定过去时直陈式 νίκησεν(意为“本会大获全胜”),条件从句使用 εἰ μή 搭配不定过去时直陈式 ἐξήρπαξε(作不及物用法,“若未偏离跑道”)。ἐφεζομένου Σθενέλοιο 为属格独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.521-4.595