- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.447-4.520
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃阿斯在掷铁块比赛中获胜并获得门农的铠甲,跳远和标枪分别由阿伽佩诺尔和欧律阿洛斯取胜。在全能搏击项目中无人敢应战埃阿斯,埃阿斯不战而胜,随后马车赛跑激烈展开。
πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος·
直至被赫拉克勒斯强有力的双手所制服。
Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
英勇的赫拉克勒斯带着丰厚的战利品将它夺得,
ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
作为自身不知疲倦之双臂的奖赏而留存;
ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότʼ ἄρʼ αὐτῷ
但后来他与高贵的埃阿科斯之子一同洗劫了高塔林立的伊利昂名城时,
Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
便将它赠予了对方。
κεῖνος δʼ υἱέϊ δῶκεν, ὁ δʼ ὠκυπόροις ἐνὶ νηυσὶν
那人又将它留给了自己的儿子,
ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
儿子便用快船将它运至特洛伊,
μνωόμενος Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
以便怀念父亲的同时能全力同强大的特洛伊人交战,
προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς·1
并在磨炼自身勇武时借此劳作。
τόν ῥʼ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
这枚铁块被埃阿斯用粗壮的手臂掷得极远。
καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
随后,涅瑞伊丝将神圣门农那套著名的铠甲赐给了他,
Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
阿尔戈斯人见之无不大为惊叹,
Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα·
因为整套铠甲极为宏大。
καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ·
这位显赫的勇士欣然微笑着收下了它;
οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖσι μέλεσσιν
因为当铠甲穿戴在那巨大的身躯上时,
ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα·
唯独与他强健的四肢完全相符。
αὐτὸς δʼ αὖτʼ ἀνάειρε μέγαν σόλον, ὄφρα οἱ εἴη
他自己又重新举起了那枚巨大的铁块,
τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.
以便在他渴望施展英勇力量时作为消遣。
οἱ δʼ ἄρα δηριόωντες ἐφʼ ἅλματι πολλοὶ ἀνέσταν.
接着,许多人为在跳远中争雄而挺身而起。
τῶν δʼ ἄρʼ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
执良质白蜡木枪的阿伽佩诺尔远远跳过了原先的标记;
σήματα· τοὶ δʼ ὁμάδησαν ἐπʼ ἀνέρι μακρὰ θορόντι·
众人为这位飞跃极远之人欢呼雀跃。
καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
神圣的忒提斯将伟大的库克诺斯的精美铠甲赠予了他;
δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
因为在普罗特西拉俄斯阵亡之后,
πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
佩琉斯之子在诸首领中最先斩杀了他,
πρῶτον ἀριστήων· Τρῶας δʼ ἄχος ἀμφεκάλυψεν.
尽管他曾夺去了许多人的性命;特洛伊人为此被悲伤所笼罩。
αἰγανέῃ δʼ ἄρα πολλὸν ὑπέρβαλε δῃριόωντας
随后在标枪比赛中,欧律阿洛斯远远胜过了同场竞争者;
Εὐρύαλος· λαοὶ δὲ μέγʼ ἴαχον· οὐ γὰρ ἔφαντο
将士们高声喝彩;
κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.2
因为他们认为,即便用带羽的利箭也无法超越他。
τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
因此,深谋远虑的埃阿科斯后裔之母赐给他一只容量极大的银质浅杯,
μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτʼ Ἀχιλλεὺς
让他带走作为赏赐;
ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
那是阿喀琉斯洗劫富庶的吕耳涅索斯城时,
ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ.
在长矛下击毙米涅斯所获的战利品。
Αἴας δʼ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
接着,勇猛的埃阿斯渴望用手足并用之术一试身手,
χερσὶν ὁμῶς καὶ ποσσὶν3 ἀνιστάμενος καλέεσκεν
便挺身站起,
ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δʼ ὁρόωντες
召唤英雄中最强之人步入赛场中央。众人望着他,
θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον· οὐδέ τις ἔτλη
无不敬畏这位威猛善战的汉子;
ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμʼ ἀλεγεινὸν
却无一人敢于上前迎战。因为惨烈的恐惧摧折了所有人的豪气,
ἠνορέην, φοβέοντο δʼ ἀνὰ φρένα, μή τινα χερσὶ
他们心中害怕,
τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον
恐他那不知疲倦的双拳在迅猛击打之下瞬间将自己的面门打烂,
συγχέῃ ἐσσυμένως, μέγα δʼ ἀνέρι πῆμα γένηται.
给自身招致大祸。
ὀψὲ δὲ πάντες ἔνευσαν ἐπʼ Εὐρυάλῳ μενεχάρμῃ
终于,众人都向善战的欧律阿洛斯示意,
ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δʼ ἐνὶ μέσσοις
深知他精通拳术;然而他置身众人之中,畏怯着这位勇悍之人,说出了这样的话:
τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα·
“朋友们,
ὦ φίλοι, ἄλλον μέν τινʼ Ἀχαιῶν, ὅν κʼ ἐθέλητε,
阿开奥斯人中你们所指望的任何其他人,
τλήσομαι ἀντιόωντα, μέγαν δʼ Αἴαντα τέθηπα·
我都愿挺身迎战;但我畏惧高大的埃阿斯。
πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,
因为他委实过于超群;一旦他在猛扑过来时心生怒火,
ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀΐω
必将粉碎我的性命;
ἀνδρὸς ἀπʼ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.
因为我不认为自己能从那位不知疲倦的汉子手下安然返回战船。”
ὣς φαμένοιο γέλασσαν· ὁ δʼ ἐν φρεσὶ πάμπαν ἰάνθη
他这番话引得众人大笑;
Αἴας ὀβριμόθυμος· ἄειρε δὲ δοιὰ τάλαντα
勇猛的埃阿斯内心也感到十分舒畅。他举起了两塔兰同闪烁发光的白银,
ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκʼ ἀέθλου
这是忒提斯未让他经受劳苦而赐予的比赛奖赏;
δῶκεν ἄτερ καμάτοιο· φίλου δʼ ἐμνήσατο παιδὸς
忒提斯注视着埃阿斯,
Αἴαντʼ εἰσορόωσα· γόος δέ οἱ ἔμπεσε θυμῷ.
忆起了自己的爱子,哀思顿生心头。
οἱ δʼ αὖθʼ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
随后,那些倾心于驾车驭马之士,
ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου·
受奖赏的激励迅疾跃起:
πρῶτος μὲν Μενέλαος ἰδʼ Εὐρύπυλος θρασυχάρμης
首先是墨涅拉俄斯与骁勇的欧律皮罗斯,接着是欧墨洛斯、
Εὔμηλος δὲ Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
托阿斯和宛若神明的波吕珀忒斯。
ἵπποις δʼ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφʼ ἅρματʼ ἔρυσσαν
他们将挽带套在马颈上,引入战车之下,
πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης·
人人为夺取那令人欢欣的胜利而奋勇争先。
αἶψα δʼ ἄρʼ εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες
他们立刻乘着战车齐齐聚拢在沙土跑道上;
χῶρον ἀνʼ ἠμαθόεντʼ· ἐπὶ νύσσης δʼ ἔσταν ἕκαστοι·
各自立于起跑点,
καρπαλίμως δʼ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
迅速用强有力的手掌握紧缰绳。
ἵπποι δʼ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον
系在战车上的马匹焦躁不安地跃跃欲试,
ὅππως τις προάλοιτο, πόδας δʼ ὑπεκίνυον αὕτως,
渴望抢先奔驰,它们踏动四蹄,
οὔατα δʼ ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν.
竖起双耳,鼻息与沫水浸湿了额饰。
οἱ δʼ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
驾车者随即急切地挥鞭催动疾足骏马的气力;
μάστιον· οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
马匹宛如迅捷的哈耳庇厄,
καρπαλίμως ζεύγλῃσι μέγʼ ἔκθορον ἀσχαλόωντες,
按捺不住心中的急切而猛然撞向挽轭,
ἅρματα δʼ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα·
拉着战车疾速奔腾,战车仿佛脱离了地面飞驰。
οὐδʼ ἁρματροχιὰς ἰδέειν ἦν οὐδὲ ποδοῖιν
地面上既看不见车辙,也寻不见马蹄的痕迹,
ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
战马奔跑的速度是这般风驰电掣。
πουλὺς δʼ αἰθέρʼ ἵκανε κονίσαλος ἐκ πεδίοιο,καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσιν
浓密的尘土自平原腾空而起,直冲云霄,
ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο
宛如南风或西风的狂暴之力在山间散布于峰峦四周的烟或雾一般。
- 4.455εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς
虚拟语气 μάχηται 引导的目的从句(ἵνα...)后并列了祈愿语气 εἴη。从虚拟语气到祈愿语气的转换,表达了从直接目的(奋勇作战)延伸到相伴随的潜在状态(在磨炼武勇时作为磨砺);亦可视为受历史时态主动词 ἔνεικεν 影响的间接引述/从属祈愿语气。πειρωμένῳ 为表示利害关系的与格。
- 4.473οὐ γὰρ ἔφαντο / κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ
οὔ φημι 构成否定转移结构,意为“他们认为……不能 / 没有人能……”。不定式 ὑπερβαλέειν 的逻辑主语(泛指任何人)被省略,κεῖνον 作其宾格宾语(指代欧律阿洛斯)。οὐδὲ πτερόεντι βελέμνῳ(“即便用带羽之箭也无法……”)作方式/工具与格,极力渲染投掷距离之远。
- 4.480χερσὶν ὁμῶς καὶ ποσσὶν
字面意为“手足并用”,是古希腊史诗中对“全能混斗/潘克拉辛”(结合拳击、腿法与摔跤的综合格斗竞技)的明确指称,与单一的拳击或摔跤形成对比。
