- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:5.1-5.74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阿基琉斯的葬礼竞技结束后,忒提斯将赫淮斯托斯为阿基琉斯铸造的盾牌置于中央。盾牌上精细地刻画了天地宇宙、野兽狩猎、残酷的战争惨景、祥和的城邦与正义、陡峭的美德之山、繁忙的农事收割,以及阿佛洛狄忒从海中升起与欢庆的舞蹈。
ἀλλʼ ὅτε δή ῥʼ ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι,
当其他竞技终于结束之时,
δὴ τότʼ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
女神忒提斯将心胸开阔的阿基琉斯的不朽铠甲置于众人中央;
θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις· ἀμφὶ δὲ πάντη
在英勇的埃阿科斯后裔的盾牌周围,
δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
赫淮斯托斯的神力所铸造的一切奇巧工艺,
ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
四面皆闪烁生辉。
πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
首先,在这神工制作的器物之上,
οὐρανὸς ἠδʼ αἰθήρ, γαίῃ δʼ ἅμα κεῖτο θάλασσα·
巧夺天工地雕铸了诸天与苍穹,
ἐν δʼ ἄνεμοι νεφέλαι τε σελήνη τʼ ἠέλιός τε
大海与大地并卧;其间有风与云,
κεκριμένʼ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
月亮与太阳,分列于各自的处所,
ὁππόσα δινήεντα κατʼ οὐρανὸν ἀμφιφέρονται.
所有旋转穿行于天空的星辰皆被造出。
τῷ δʼ ἄρʼ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτʼ ἀήρ·
在下方,无边无际的大气同样弥漫铺展;
ἐν τῷ δʼ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
长喙的鸟儿在其中四处飞翔;
φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.1
你会说它们犹如活着一般,正随风势翱翔飘举。
Τηθὺς δʼ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
四周铸造着忒堤斯与大洋(俄刻阿诺斯)
τῶν δʼ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
的深邃水流;咆哮江河的激流随即从中涌出,
κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.
曲折回环,向四面八方流贯大地。
ἀμφὶ δʼ ἄρʼ εὖ ἤσκηντο κατʼ οὔρεα μακρὰ λέοντες
周围的长山之上,
σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δʼ ἀλεγειναὶ
精妙地铸造着可怕的雄狮与不知羞耻的胡狼;
ἄρκτοι πορδάλιές τε, σύες θʼ ἅμα τῇσι πέλοντο
其间还有凶暴的熊与豹,伴随着威猛的野猪,
ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
在可怖的下颌下磨砺着令人剧痛、
θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας·
发出铿锵巨响的獠牙;
ἐν δʼ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
其后则是驱赶着勇猛猎犬的猎人,
ἄλλοι δʼ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
另一些人则在对面投掷石块与飞快的猎矛劳碌搏斗,
βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
宛若真实。
ἐν δʼ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
其间亦有戕害男儿的战事与悲惨的骚乱沉浸其中;
ἀργαλέοι ἐνέκειντο· περικτείνοντο δὲ λαοὶ
军众与各自的战马混杂在一起,
μίγδʼ ἅμʼ ἑοῖς ἵπποισι· πέδον δʼ ἅπαν αἵματι πολλῷ
四下遭受屠戮;在这坚固不屈的盾牌之上,
δευομένῳ ἤικτο κατʼ ἀσπίδος ἀκαμάτοιο.
整个地面宛如浸透了斑斑鲜血。
ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τʼ Ἐνυὼ
其间更有恐怖与畏惧,以及凄切的厄倪俄,
αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
她浑身肢体皆沾满了凄惨的鲜血;
ἐν δʼ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
其间还有毁灭性的厄里斯和勇悍的厄里倪厄斯诸神,
ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
前者催促人们奔赴不可抗拒的混乱,
ἐλθέμεν, αἱ δʼ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.2
后者则喷吐着毁灭之火的气息。
ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δʼ ἄρα τῇσι
四周残酷的克瑞斯诸神肆虐疾驰,
φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
凄惨的死神之威在她们中间游荡;
ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
死神周围横陈着惨厉呼啸的搏杀,
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρώς.
四面肢体上的鲜血与汗水不断滴落大地。
ἐν δʼ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δʼ ἄρα σφι
其间更有不知羞耻的戈耳工诸女;
σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
围绕着她们的卷发,精工雕铸着可怖的巨蛇,
αἰνὸν λιχμώωντες· ἀπειρέσιον δʼ ἄρα θαῦμα
骇人地吐着信子;这些奇妙的造物构成了无尽的惊叹,
δαίδαλα κεῖνα πέλοντο μέγʼ ἀνδράσι δεῖμα φέροντα
给人们带来巨大的畏惧,
οὕνεκʼ ἔσαν ζωοῖσιν ἐοικότα κινυμένοισι.
因为它们宛如生灵般在蠕蠕而动。
καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
这一切皆是作为战争的奇观而被铸就。
εἰρήνης δʼ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα·
然而在远离这些之处,则展现着秀美和平的诸般图景。
ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
在各处,饱受磨难的凡人万千族群定居于秀丽的城邑;
ἄστεα καλὰ νέμοντο· δίκη δʼ ἐπεδέρκετο πάντα·
正义监察着万物;
ἄλλοι δʼ ἄλλʼ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δʼ ἀλωαὶ
人们各自操持不同的劳作;
καρποῖς ἐβρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.
四周的果园硕果累累,黑沃的大地生机勃勃。
Αἰπύτατον δʼ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
在神造的器物之上,
καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ
铸有一座神圣美德(阿瑞忒)的极陡峭崎岖之山;
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατʼ ἄκρης3
她自身矗立在棕榈树的高巅,
ὑψηλή, ψαύουσα πρὸς οὐρανόν· ἀμφὶ δὲ πάντη
高耸入云,触碰青天;
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
四周被密布的岩峰隔绝的崎岖小径,
ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
阻挡着人们前行的步履,
εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
因为许多人畏惧于峻拔的道路而向后退缩,
παῦροι δʼ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
仅有少数人汗流浃背地攀登这条神圣之道。
ἐν δʼ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
其间有收割者行进在宽阔的垄沟中,
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δʼ ὑπὸ χερσὶ
手执新磨的镰刀急促劳作,
ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δʼ ἔσαν ἄλλοι
干燥的庄稼在他们手下收割殆尽;
πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δʼ ἐς μέγα ἔργον.
其后跟随着众多捆扎麦捆之人;浩大的劳作不断扩展。
ἐν δὲ βόες ζεύγλῃσιν ὑπʼ αὐχένας αἰὲν ἔχοντες,
其间有牛群,颈项常戴轭木;
οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
有的拉着满载丰穗麦捆的车辆,
βριθομένας, οἱ δʼ αὖθις, ἀροτρεύεσκον ἀρούρας·
有的则重新翻耕田地;
τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δʼ ἐφέποντο
它们身后的泥土翻作黑色,健壮的青年紧随其后,
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
双手轮换操持着催牛的尖棒;
χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δʼ ἄσπετον ἔργον.
无尽的农作赫然展现。
ἐν δʼ αὐλοὶ κιθάραι τε παρʼ εἰλαπίνῃσι πέλοντο·
其间更有笛声与齐特拉琴伴随着宴饮;
ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν·
年轻女子们足踏节拍,立起舞蹈的队列;
αἱ δʼ ἄρʼ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.4
她们宛如活生生的女子般欢快忙碌。
ἄγχι δʼ ἄρʼ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
紧挨着舞蹈与悦人的欢宴,戴着优美冠冕的塞浦路斯女神(阿佛洛狄忒)
ἀφρὸν ἔτʼ ἀμφὶ κόμῃσιν ἔχουσʼ ἀνεδύετο πόντου
正从海中浮现,秀发周围尚带浪沫;
Κύπρις ἐϋστέφανος, τὴν δʼ Ἵμερος ἀμφεποτᾶτο
渴望之神(希梅罗斯)面带迷人的微笑,
μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.
与秀发的美惠三女神一同在她身旁翩跹飞翔。
ἐν δʼ ἄρʼ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
其间还有豪迈的涅柔斯的女儿们,
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
正引导着她们的姐妹从宽广的海路上浮而来。
- 5.13φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι
κε 加第二人称希求法(φαίης κε,相当于 ἄν 加希求法)构成的潜势表达,意为“你会说……”或“人们会说……”。这是艺术品描写(ecphrasis)中赞叹雕饰逼真生动的程式化句式。
- 5.32ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας ἐλθέμεν, αἱ δʼ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν
部分同位语(partitive apposition)构型,将前一行的复合主语(Ἔρις ... καὶ Ἐριννύες)拆分。单数 ἡ μέν(指厄里斯)与复数 αἱ δέ(指厄里倪厄斯诸神)分别接续对应的分词短语(ἐποτρύνουσα 与 πνείουσαι)。
- 5.51φοίνικος ἐπεμβεβαυῖα κατʼ ἄκρης
完成时分词 ἐπεμβεβαυῖα 支配属格 φοίνικος(“踏上/立于棕榈树上”)。短语 κατʼ ἄκρης 可作副词性修饰,意为“彻底地”或“在顶峰之上”,此处修饰美德女神高立于树巅或险峰之顶。
- 5.68αἱ δʼ ἄρʼ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι
ἀλίγκια 为中性复数形容词作副词用(“宛若、形似”),支配与格 ζωῇσιν(“活着的生灵/女子”)。未完成时 ἔσαν 与分词 ποιπνύουσαι 构成迂回进行式(periphrastic construction),生动表现出欢快忙碌的持续状态。
