← 斯密那的昆图斯

荷马史诗续集

§4.370-4.446

拳击言和及弓术与掷铁块比赛

拳击比赛在众人调停下握手言和,双方皆获赠珍贵银调酒缸并得到医治;随后透克洛斯在射箭比赛中射落头盔鬃毛获胜,而在掷铁块项目中唯有大埃阿斯展现神力将其掷出。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
370

ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι

阿开奥斯人拉开了他们二人,

νίκης ἀμφʼ ἐρατῆς.1 τῶν δʼ ἐσσυμένως θεράποντες

当时他们仍渴望为悦人的胜利而继续相搏。

ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν

侍从们敏捷地从他们强健的双拳上解下血染的生牛皮条;

λῦσαν· τοὶ δʼ ἄρα τυτθὸν ἀπέπνευσαν καμάτοιο

他们用多孔的海绵擦拭额头,

μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.

从疲劳中稍得喘息。

375

τοὺς δʼ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκονἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος

伙伴与挚友们温言劝慰着将他们领到彼此对面,

ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι.2

以便他们能通过缔结友谊而迅速忘却痛苦的怒火。

ἀλλʼ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων·

他们听从了同伴的劝告;

ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί·

因为聪慧之人总是心怀温和。

380

κύσσαν δʼ ἀλλήλους, ἔριδος δʼ ἐπελήθετο θυμὸς

他们相互亲吻,

λευγαλέης. τοῖς δʼ αἶψα Θέτις κυανοκρήδεμνος

心中忘却了凄惨的纷争。

ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε

头戴深色面纱的忒提斯随即赐予渴望赏赐的二人两只银质调酒缸;

δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸςὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν

那是伊阿宋勇武的儿子欧诺斯在波涛环绕的利姆诺斯岛上,

385

ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ·

为赎回强壮的吕卡翁而呈献给神圣的阿喀琉斯的。

τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέϊ Διονύσῳ

赫淮斯托斯曾将它们制造成礼物赠予显赫的狄俄倪索斯,

δῶρον, ὅτʼ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτινΜίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς

当时狄俄倪索斯正将自己神圣的妻子、

κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ.

米诺斯光彩照人的女儿迎上奥林匹斯山——这正是昔日忒修斯违背本意留在波涛环绕的狄亚岛上的女子。

390

τοὺς δʼ ἠΰς Διόνυσος ἑῷ πόρεν υἱέϊ δῶρον

俊美的狄俄倪索斯将调酒缸注满琼浆,

νέκταρος ἐμπλήσας, ὁ δʼ ἄρʼ ὤπασεν Ὑψιπυλείῃ

作为礼物送给自己的儿子托阿斯,

πολλοῖς σὺν κτεάτεσσι Θόας, ἡ δʼ υἱέϊ δίῳ

托阿斯又连同众多财物赠予许普西庇勒;她留给了自己神圣的儿子,

κάλλιπεν, ὃς δʼ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.

儿子又因吕卡翁之故转赠给阿喀琉斯。

τῶν δʼ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,ἄλλον δʼ ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε

忒修斯的高贵之子取走了其中一只,

γηθόσυνος. τῶν δʼ ἀμφιδεδρυμμένα τύμματα πάντα

勇士厄珀俄斯则欢喜地将另一只送往自己的战船。

ἠκέσατʼ ἐνδυκέως Ποδαλείριος, οὕνεκʼ ἄρʼ αὐτὸς

波达利里俄斯细心医治了他们身上撕裂的全部创伤:

πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι

他先吸净创口,接着用双手巧妙缝合,

ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακʼ ἔθηκε

并在伤处敷上昔日父亲赐予他的膏药;

400

κεῖνα, τά οἱ τὸ πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε·

凭借这些膏药,

τοῖσι δʼ ἄρʼ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν

即便凡人难以治愈的创伤,

αὐτῆμαρ μορόεντος ὑπὲκ κακοῦ ἰαίνονται·

也能在当日脱离致命灾祸而迅速痊愈。

τῶν δʼ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα

转瞬间,他们面部与秀发头颅上的创伤便渐次愈合,

τύμματʼ ἀπαλθαίνοντο, κατηπιόωντο δʼ ἀνῖαι.

痛楚也平息下来。

405

ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀϊλέος υἱὸς

随后,在射箭项目中,透克洛斯与奥伊琉斯之子挺身而出,

ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.

他们此前也曾在赛跑中一决高下。

τῶν δʼ ἄρα τηλόσε θῆκεν ἐϋμμελίης Ἀγαμέμνων

执良质白蜡木枪的阿伽门农将一顶附有马鬃饰冠的头盔立在远离他们之处,

ἱππόκομον τρυφάλειαν, ἔφη δέ τε· πολλὸν ἀμείνων

并说道:

ἔσσεται, ὃς κέρσειεν ἄπο τρίχας ὀξέϊ χαλκῷ.3

“凡能以锋利青铜削断这马鬃者,技艺便远为卓越。”

410

Αἴας δʼ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,

埃阿斯随即首先射出一矢,

πλῆξε δʼ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς

击中了头盔,

ὀξύτατον. Τεῦκρος δὲ μέγʼ ἐγκονέων ἐνὶ θυμῷ,

青铜发出尖锐的脆响。透克洛斯心中热切奋发,

δεύτερος ἧκεν ὀϊστόν, ἄφαρ δʼ ἀπέκερσεν ἐθείρας

第二个射出箭羽,

ὀξὺ βέλος· λαοὶ δὲ μέγʼ ἴαχον ἀθρήσαντες,

锐利的箭矢立刻削下了马鬃。士卒们见状高声欢呼,

415

καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκʼ ἄρʼ αὐτὸν

对他赞赏备至,

πληγὴ ἔτʼ ἀλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔτι

因为他疾足上的旧伤仍在作痛,

βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.4

但这丝毫未妨碍他用双手将利箭射向目标。

καί οἱ τεύχεα καλὰ πόρεν Πηλῆος ἄκοιτιςἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων μέγʼ ἄριστον

佩琉斯的妻子将宛若神明的特洛伊罗斯那套精美铠甲赠给了他;

420

Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκετʼ, οὐδʼ ἀπόνητο

特洛伊罗斯是赫卡柏在神圣的特洛伊所生青年中最出众的一位,

ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος

〔赫卡柏〕却未能享受到他青春年华的光芒;

ἔγχος ὁμοῦ καὶ κάρτος ἀπήμερσαν βιότοιο·

因为残酷阿喀琉斯的长枪与强力同时夺去了他的生命。

ὡς δʼ ὁπόθʼ ἑρσήεντα καὶ εὐθαλέοντʼ ἀνὰ κῆπον

就如在多露而茂密的园圃中,

ὑδρηλῆς καπέτοιο μάλʼ ἀγχόθι τηλεθάοντα

紧挨着水渠蓬勃生长的麦穗或罂粟,

425

ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,

尚未结出果实,便有人用新磨的镰刀将其削断,

κέρσῃ τις δρεπάνῳ νεοθηγέϊ, μηδʼ ἄρʼ ἐάσῃ

既不容它迎来甜美的成熟,

ἐς τέλος ἡδὺ μολεῖν μηδʼ ἐς σπόρον ἄλλον ἱκέσθαι,

也不许它留下再生的种子,

ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι

在其本该在多露春日里茁壮生长之时,

μέλλονθʼ ἑρσήεντος ὑπʼ εἴαρος ἀλδαίνεσθαι·

将它收割得空无一物、断绝后嗣;

430

ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος

佩琉斯之子便是这般杀害了形貌宛如神明、

Πηλείδης κατέπεφνεν, ἔτʼ ἄχνοον, εἰσέτι νύμφης

尚无胡须、不识新娘、

νηίδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα·

仍如幼童般玩耍的普里阿摩斯之子。

ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα

然而,正当欢欣的青春刚刚开始、

ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες

男人们渐生勇气且心无畏惧之时,

435

θαρσαλέοι τελέθουσιν, ὅτʼ οὐκέτι δεύεται ἦτορ.

命运之神却将他引向了吞噬生命的战场。

αὐτίκα δʼ αὖτε σόλον περιμήκεά τε βριαρόν τε

紧接着,

πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι·

众人又尝试用敏捷的双手投掷那巨大而沉重的金属块。

τὸν δʼ οὔτις βαλέειν δύνατο στιβαρὸν μάλʼ ἐόνταἈργείων· οἶος δʼ ἔβαλεν μενεδήιος Αἴας

但阿尔戈斯人中无一人能掷动这极为坚硬之物;

440

χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο

唯有坚毅的埃阿斯以其有力的大手将其掷出,

ὄζον ἀπαυανθέντα5 θέρευς εὐθαλπέος ὥρῃ,

犹如在酷热夏季大地庄稼尽皆枯萎之时,

ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.

投掷田野橡树上干枯的枝桠一般。

θάμβησαν δʼ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη

这枚原本需二人竭力用双手方能抬起的青铜重器,

χαλκός, ὃν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·

从他手中竟飞出这般遥远,众人无不惊叹;

445

τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε

从前安泰俄斯的大力为了检验自身武勇,

ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,

常能轻松自如地从手中将其投出。

语法注5 条
  1. 4.370ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι νίκης ἀμφʼ ἐρατῆς

    主语承接前一语段末尾的“τοὺς δʼ ἄρʼ Ἀχαιοὶ”。及物动词“ἀπέρυξαν”支配分离属格“ἀλλήλων”及宾语分词“ἐελδομένους”,表明阿开奥斯人主动介入,在双方分出绝对胜负前阻止了进一步流血。

  2. 4.376ὥς κεν χόλου ἀλγινόεντος ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι

    由“ὥς κεν”引导后接虚拟语气(叠音不定过去时中动相“λελάθωνται”)的目的从句。“χόλου”为表示遗忘的动词所支配的宾格性属格,分词“ἀρεσσάμενοι”表示方式或手段,意为“通过结交友谊达成和解”。

  3. 4.409ὃς κέρσειεν ἄπο τρίχας ὀξέϊ χαλκῷ

    由关系代词“ὅς”引导并接愿望语气“κέρσειεν”(此处发生分缀,即“κέρσειεν ἄπο”代表“ἀποκέρσειεν”)构成的假定性关系从句,与主句将来时直陈语气“ἔσσεται”相应,表述了裁定胜负的比赛规则。

  4. 4.416ἀλλὰ μιν οὔτι βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα

    主语为前一行的“πληγή”(足伤)。动词短语“οὔτι βλάψεν”支配宾格人称代词“μιν”(透克洛斯)及与之同格的现在分词“ἰθύνοντα”(意为“并未妨碍他以双手瞄准”)。“ὑπαὶ παλάμῃσι”为诗歌中表示借助双手手段的用法。

  5. 4.440ὡς εἰ δρυὸς ἀγρονόμοιο ὄζον ἀπαυανθέντα

    明喻的紧缩句式:“ὡς εἰ”后直接跟宾格短语及分词“ὄζον ἀπαυανθέντα”,省略了投掷动词,意为“仿佛(投掷)一根干枯的枝条一般”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.370-4.446