- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.297-4.369
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
涅斯托尔鼓励年轻战士参与拳击竞技并回忆自己年轻时的勇武,木马制造者厄珀俄斯应声出阵。忒修斯之子阿卡玛斯出场迎战,二人展开了一场激烈的拳击血战。
ἀλλʼ ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι1 ἄεθλον
“来吧,年轻的男子们,
χεῖρας ἐπʼ ἀλλήλοισι δαήμονας ἰθύνοντες
向彼此伸出精于拳击的双手,筹备另一场竞技,
πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.
以抚慰佩琉斯之子的英魂。”
ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν·
他这般说道;众人听后相互对视。
ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός·
全场一片寂静,人人都对这比赛退避三舍,直到崇高的涅琉斯之子斥责他们道:
ὦ φίλοι, οὔτι ἔοικε δαήμονας ἄνδρας ἀϋτῆς
“朋友们,
πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
精于战斗呐喊的壮士们绝不该回避令人欣悦的拳击,
τερπωλὴ πέλεται, καμάτῳ δʼ ἐπὶ κῦδος ἀγινεῖ.
它对年轻人而言是乐事,并能为辛劳带来荣耀。
ὣς εἴθʼ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο,
但愿我的四肢中如今仍存有昔日那般力量,
οἶον ὅτʼ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
就像我们安葬神一般的珀利阿斯之时,
αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες,
我与阿卡斯托斯这对堂兄弟齐聚一处,
ὁππότʼ ἄρʼ ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ
与神圣的波吕丢刻斯在拳赛中势均力敌,
πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον·
赢得与他平等的奖赏;
ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλωνἈγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
在摔跤中,甚至连众人中最强悍的安开俄斯也对我心生畏惧而战栗,
ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκʼ ἄρʼ αὐτὸν
不敢为争夺胜利而上前与我交锋,因为在此之前,
ἤδη που τὸ πάροιθε παρʼ ἀγχεμάχοισιν Ἐπειοῖς
在善于近战的厄珀俄斯人那里,
νίκησʼ ἠῢν ἐόντα, πεσὼν δʼ ἐκονίσατο νῶτα
我便已击败过这位勇士,他在死去的阿玛林扣斯的坟冢旁倒地,
σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
脊背沾满了尘土;
πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·
在场众人无不惊叹于我的勇武与神力。
τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίον ἤρατο χεῖρας
因此,尽管他身躯强健,却再不敢向我举起双拳,
καὶ κρατερός περ ἐών, ἔλαβον δʼ ἀκόνιτος ἄεθλον·
而我未沾染尘土便赢得了奖赏。
νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκʼ ἄνωγα
然而如今衰老与痛苦纠缠着我;因此我吩咐你们这些合宜的人,
ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·
以双拳去夺取奖赏;因为对青年男子而言,
κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπʼ ἀγῶνος ἄεθλον.
从赛场上赢取锦标是无上的荣耀。”
ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς,
老人这般说完,一位勇敢的武士挺身而起,
υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
他是心高气傲且神一般的帕诺培乌斯之子,
ὕστερον· ἀλλʼ οὔ οἵ τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
日后正是他建造了带给普里阿摩斯城邦灾难的木马。然而在拳击一事上,
εἵνεκα πυγμαχίης· πολέμου δʼ οὐ πάγχυ δαήμων
无人敢于近前与他抗衡;不过在阿瑞斯战事爆发时的惨烈战争中,
ἔπλετο λευγαλέου, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.
他却并不十分精通战斗。
καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
假若英武的忒修斯之子、
ἤμελλεν τότʼ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,εἰ μή οἱ σχεδὸν ἦλθεν2 ἀγαυοῦ Θησέος υἱὸς
枪士阿卡玛斯未曾在胸中激荡起巨大力量,未曾近前向他走来,
αἰχμητὴς Ἀκάμας μέγʼ ἐνὶ φρεσὶ κάρτος ἀέξων,
那么神圣的厄珀俄斯当时就要毫不费力地将华美的奖赏带回阿开奥斯人的战船了。
ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
阿卡玛斯快捷的双拳上缠绕着干燥的生牛皮条,
τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
那是欧厄诺尔之子阿格拉俄斯巧妙地替这位王侯缠在双掌上,
ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.
并一路激励着他。
ὡς δʼ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
同样,帕诺培乌斯王子的同伴们也极力鼓励厄珀俄斯;
θαρσύνεσκον Ἐπειόν· ὁ δʼ ἐν μέσσοισι λέων ὣςεἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
他犹如雄狮般伫立中央,
ῥινοὺς ἀζαλέας. μέγα δʼ ἴαχον ἔνθα καὶ ἔνθα
双手缠着以强力宰杀的公牛干燥皮条。两旁的士卒爆发出震天的呐喊,
λαοὶ ἐποτρύνοντες ἐϋσθενέων μένος ἀνδρῶν
鼓舞着这两位强者的斗志,
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας· οἱ δὲ καὶ αὐτοὶ
要让硬如钢铁的双拳沾满鲜血。
ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
他们二人也满怀狂热地伫立在赛场交锋之地,
ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴπερ ἔασιν
活动试探着各自的双手,
ὡς πρὶν ἐϋτρόχαλοι, μηδʼ ἐκ πολέμου βαρύθοιεν.
看它们是否仍如往日般灵活敏捷,未因战争而显得沉重。
αἶψα δʼ ἄρʼ ἀλλήλοισι καταντία χεῖρας ἄειραν
旋即,他们目光如炬,
ταρφέα παπταίνοντες, ἐπʼ ἀκροτάτοις δὲ πόδεσσι
迎面举起双拳,脚尖踮起走动,
βαίνοντες κατὰ βαιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
一点点地不断交替膝步,
ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
长久地避开彼此强大的力道。
σὺν δʼ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
随后他们猛烈撞击在一起,
αἳ τʼ ἀνέμων ῥιπῇσιν ἐπʼ ἀλλήλῃσι θοροῦσαι
如同狂风席卷下相互冲撞的迅疾阴云,
ἀστεροπὴν προϊᾶσι, μέγας δʼ ὀροθύνεται αἰθὴρ
飞射出闪电,被擦撞的云层令浩瀚的长空震动,
θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι·
暴风发出沉闷的巨响;
ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
这两人的双颌在干燥皮条的击打下沉重作响,
ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν, ἐκ δὲ μετώπων
鲜血汩汩流淌,
ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
额头淌下的血汗染红了年轻的面颊。
οἱ δʼ ἄμοτον πονέοντο μεμαότες· οὐδʼ ἄρʼ Ἐπειὸς
他们不知疲倦、狂热地相搏。厄珀俄斯毫不松劲,
λῆγεν, ἐπέσσυτο δʼ αἰὲν ἑῷ μέγα κάρτεϊ θύων.
依仗自己的巨大神力狂暴地不断猛攻。
τὸν δʼ ἄρα Θησέος υἱὸς ἐϋφρονέων ἐν ἀέθλῳ
但忒修斯之子在竞技中沉着多谋,
πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνεσθαι
屡次令对方刚劲的双拳落空,
θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
更凭借巧妙的技艺向两侧拨开对方双臂,
χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
跃身而起击中他的眉弓,
ὀστέον·3 ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
深可见骨;鲜血从他的眼中流下。
ἀλλὰ καὶ ὣς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
然而厄珀俄斯依然以沉重的拳头击中阿卡玛斯的太阳穴,
τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα·
将他的身躯击倒在地。
αὐτὰρ ὅ γʼ αἶψʼ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
但他迅速一跃而起,扑向强健的对手,击中他的头颅;
πλῆξε δέ οἱ κεφαλήν· ὁ δʼ ἄρʼ ἔμπαλιν ἀΐσσοντος
当阿卡玛斯再度冲来时,厄珀俄斯微微侧身闪避,
βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
用左拳击中他的前额,接着一跃而起,
ἄλλῃ δʼ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς
用另一只手猛击他的鼻子。
μήτι παντοίῃ χέρας ὤρεγε· τοὺς δʼ ἄρʼ Ἀχαιοὶ
阿卡玛斯也施展各式智巧伸展双拳;阿开奥斯人见状……
- 4.297ἐπεντύνεσθαι
该不定式在独立句中用作祈使表达(祈使不定式),与随后的命令式动词 ἰήνατε 构成平行命令。
- 4.329καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς / ἤμελλεν τότʼ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν, / εἰ μή οἱ σχεδὸν ἦλθεν
与过去事实相反的虚拟条件句。归结分句采用 κεν 配合未完成过去时(ἤμελλεν + 不定式),条件分句由 εἰ μή 引导配合不定过去时(ἦλθεν),表示“若非某人前来,本将……(实则未发生)”的未遂情境。
- 4.361ἄχρις ἱκέσθαι / ὀστέον
连词 ἄχρι(ς) 搭配不定式(ἱκέσθαι),用以表达动作达到的限度或结果(“直至触及骨头”)。在诗歌中,ἄχρι(ς) 除了引出定式从句外亦可接不定式。
