← 斯密那的昆图斯

荷马史诗续集

§3.716-3.787

阿喀琉斯的安葬与波塞冬安慰忒提斯

阿喀琉斯的火葬仪式结束,其遗骨被收敛于金银匣中并安葬在赫勒斯滂海峡岬角的巨冢内。在叙述了不灭战马的哀痛与命运之后,波塞冬现身安抚忒提斯,预言阿喀琉斯将在黑海岛屿上受人尊奉为永恒的神明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
716

δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.

完全被烈火降伏,化作了黑色的灰烬。

οἱ δὲ μέγʼ ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται

不知疲倦的群风完成了浩大的工程,

εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.

各自伴随着云层飞回自己的洞穴。

Μυρμιδόνες δʼ, ὅτʼ ἄνακτα πελώριον ὕστατον ἄλλων

至于密耳弥冬人,当毁灭性的火焰在焚尽其他一切之后——

720

ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ

即在遗体周围被斩杀的骏马与青年勇士,以及阿开奥斯人

ἵππων τʼ αἰζηῶν τε, καὶ ἄλλʼ ὅσα δακρυχέοντες

垂泪置于勇武遗骸周围的所有其他珍宝——

ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί,

最后焚化了巨大的统帅时,

δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ

他们便用美酒浇灭了火堆;他的白骨

φαίνετʼ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα

清晰分明地显现出来,因为它们与旁人绝不相似,

725

ἦν, ἀλλʼ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα

倒宛若不知疲倦的巨人遗骨;亦无其他骨殖

σὺν κείνοις ἐμέμικτʼ, ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι

与他的混杂,因为牛群与骏马

καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις

以及特洛伊人的子弟,杂乱地与其他被斩杀者一道,

βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δʼ ἐνὶ μέσσοις

散落在遗骸周围稍远处,而他居于正中,

ῥιπῇ ὕφʼ Ἡφαίστοιο δεδμημένος οἶος ἔκειτο.

独卧其间,为赫淮斯托斯的烈火所降伏。

730

τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι

同伴们围绕着他极度悲恸地哀叹,将他的全部骸骨

ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε

收敛入一个宽大而坚固的银匣之中,

ἀργυρέην, χρυσῷ δὲ διαυγέϊ πᾶσʼ ἐκέκαστο·

匣身尽饰以璀璨明澈的黄金;

καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν

涅柔斯诸女竭力崇奉阿喀琉斯,

κοῦραι Νηρῆος μέγʼ Ἀχιλλέα κυδαίνουσαι,

以仙露和芳膏将其骸骨彻底浸润,

735

ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα πάγχυ χέασαι

并丰沛地倾注温润的蜜糖,将骨殖尽数置于牛脂之中;

σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα

而他的母亲赠予他一只双耳细颈瓶,

ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,

那是昔日狄俄倪索斯作为礼物相赠、

Ἡφαίστου κλυτὸν ἔργον ἐΰφρονος· ᾧ ἔνι θῆκαν

由仁慈的赫淮斯托斯铸造的赫赫杰作;他们将

ὀστέʼ Ἀχιλλῆος μεγαλήτορος· ἀμφὶ δὲ τύμβον

勇毅沉着的阿喀琉斯的骸骨盛放其中。随后,阿尔戈斯人

740

Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο

在赫勒斯滂深渊之畔至高的岬角之上,

ἀκτῇ ἐπʼ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου

为他筑起了一座巨冢与崔嵬的纪念碑,

Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.

环绕着密耳弥冬人勇悍的君主痛哭哀悼。

οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο

无畏的埃阿科斯后裔那两匹不死的骏马,

μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ

亦未曾于战船旁免于泪水,它们同样

745

μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος,

为自己被杀戮的君主悲啼不已;

οὐδʼ ἔθελον μογεροῖσιν ἔτʼ ἀνδράσιν οὐδὲ μὲν ἵπποις

胸怀毁灭性哀伤的它们,不愿再与饱受磨难的

μίσγεσθʼ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,

阿尔戈斯战士与战马相混杂,

ἀλλʼ ὑπὲρ ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα

宁愿飞渡俄开阿诺斯的波涛与忒堤斯的洞府,

ἀνθρώπων ἀπάτερθεν ὀϊζυρῶν φορέεσθαι,

远离悲惨的凡人,

750

ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη

前往昔日尊贵的波达耳革与呼啸的仄费洛斯交合

ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.

而诞育下它们这对疾步如风的双马之处。

καί νύ κεν αἶψʼ ἐτέλεσσαν ὅσα σφίσι μήδετο θυμός,

若非诸神的意志将它们拦阻,它们早已

εἰ μή σφεας κατέρυξε θεῶν νόος,1 ὄφρʼ Ἀχιλῆος

迅疾达成了心魂中所谋划的一切,

ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάϊς, ὅν ῥα καὶ αὐτοὶ

〔诸神将其拦阻,〕直到阿喀琉斯矫捷的爱子从斯库罗斯岛赶来,

755

δέχνυνθʼ, ὁππόθʼ ἵκοιτο ποτὶ στρατόν, οὕνεκʼ ἄρα σφι

而它们自身也正等待着他抵达军营之时;盖因在它们降生之时,

θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες

神圣卡俄斯的女儿命运三女神摩伊赖便已织定了神谕,

Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι

即便它们身为不死之躯,亦须首先顺服于波塞冬,

πρῶτα Ποσειδάωνι δαμήμεναι,2 αὐτὰρ ἔπειτα

其后顺服于勇敢的珀琉斯与不知疲倦的阿喀琉斯,

θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ Ἀχιλῆι,

第四位则顺服于雄心勃勃的涅俄普托勒摩斯;

760

τέτρατον αὖτʼ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον

日后根据宙斯的谕旨,它们亦注定要将此子

Ζηνὸς ὑπʼ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.

载送往至福者的土地、厄吕西翁原野。

τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ

因此,纵使内心遭受凄惨悲痛的重创,

μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα

它们依然留守于战船旁,在心魂深处

765

τὸν μὲν ἀκηχέμενοι τὸν δʼ αὖ ποθέοντες ἰδέσθαι.3

一方面为先前的君主哀痛,另一方面又渴望见到新的主人。

καὶ τότʼ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα

彼时,震地之神波塞冬离却轰鸣大洋的雄浑波涛,

ἤλυθεν Ἐννοσίγαιος ἐπʼ ᾐόνας· οὐδέ μιν ἄνδρες

来到了海滩;凡人未曾

ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς·

得见其真容,但他伫立在神圣的涅柔斯诸女身旁;

καί ῥα Θέτιν προσέειπεν ἔτʼ ἀχνυμένην Ἀχιλῆος·

他对仍为阿喀琉斯悲泣的忒提斯说道:

770

ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα·

“此刻莫再为你爱子无休止地号哭;

οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν

因为他决不会沉沦于亡灵之中,而是跻身诸神之列,

ὡς ἀῢς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·

宛如尊贵的狄俄倪索斯与孔武有力的赫拉克勒斯;

οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει

可怖的死运与哈得斯决不能将他永囚于幽冥之下,

οὐδʼ Ἀΐδης, ἀλλʼ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·

他将迅疾步入宙斯的光明之中;

775

καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω

我自身亦将在尤克辛海中赐予他一座神圣的岛屿,

Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ

在那里,你的爱子将永世为神;周遭邻近各邦的部族

σὸς πάϊς· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν

将以悦神的美好牺牲极力尊崇他,

κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς

奉他为神,

ἶσον ἐμοὶ τίσουσι· σὺ δʼ ἴσχεο κωκύουσα

其荣同我无异。故而你且止住奔涌的

780

ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.

号哭,切莫再使心魂深陷哀痛。”

ὣς εἰπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ

言罢,他以言语抚慰了忒提斯,如清风般

παρφάμενος μύθοισι Θέτιν· τῆς δʼ ἐν φρεσὶ θυμὸς

重返大海;她的心魂在胸膛之中

βαιὸν ἀνέπνευσεν· τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.

稍得喘息;而神祇为她尽数实现了这些事。

Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ᾗχι ἑκάστῳ

阿尔戈斯人哀哭着散去,各自回到

785

νῆες ἔσαν, τὰς ἦγον ἀφʼ Ἑλλάδος· αἱ δʼ Ἑλικῶνα

他们从希腊带来的战船边;皮厄里亚的缪斯们

Πιερίδες νίσσοντο, καὶ εἰς ἄλα Νηρηῖναι

动身前往赫利孔山,涅柔斯诸女则哀叹着仁厚的珀琉斯之子,

δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.

潜入了沧海深处。

语法注3 条
  1. 3.752καί νύ κεν αἶψʼ ἐτέλεσσαν ὅσα σφίσι μήδετο θυμός, / εἰ μή σφεας κατέρυξε θεῶν νόος

    此处是由归结句中的 κεν 搭配直陈式不定过去时 ἐτέλεσσαν、条件从句中的 εἰ μή 搭配直陈式不定过去时 κατέρυξε 构成的过去与事实相反的虚拟条件句(反事实条件句),表明若非神灵的意志加以干预制止,这对不灭的神马早已飞离凡世重返故土。

  2. 3.758δαμήμεναι

    第二不定过去时被动不定词(荷马史诗形式,相当于雅典方言的 δαμῆναι),作为前面 ἐπεκλώσαντο(纺定)的宾语从属结构,接与格所表示的四代主人(Ποσειδάωνι, Πηλῆι, Ἀχιλῆι, Νεοπτολέμῳ),表示神马注定要依序服从、侍奉诸位君主的宿命。

  3. 3.765τὸν μὲν ἀκηχέμενοι τὸν δʼ αὖ ποθέοντες ἰδέσθαι

    对前面 ἑὸν κατὰ θυμὸν ἄνακτα(在心魂深处思念其君主)作部分同位语的对比结构。τὸν μέν 指代阵亡的前任主人阿喀琉斯,为其哀悼(ἀκηχέμενοι);τὸν δέ 则指代即将到来的新主人涅俄普托勒摩斯,渴望能与其相见(ποθέοντες ἰδέσθαι),展现了神马内心的双重情感。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:3.716-3.787